← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.25-3.26

论正义与坦塔洛斯以及傲慢国王的到访

亚尔卡斯批评希腊人将不作恶视为正义的观念以及诗人们对坦塔洛斯的谴责,并指出了本地的一尊坦塔洛斯雕像。随后一位仪仗傲慢的国王抵达,智者们从容不迫地说明了其下榻之处以及即将在夜间商谈前为他提供的素食宴席。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.25

γελάσας οὖν ὁ Ἰνδὸς ἔοικας ἔφη τὸ μὴ ἀδικεῖν δικαιοσύνην ἡγεῖσθαι, τουτὶ δὲ οἶμαι καὶ πάντας Ἕλληνας· ὡς γὰρ ἐγώ ποτε Αἰγυπτίων δεῦρο ἀφικομένων ἤκουσα, φοιτῶσι μὲν ὑμῖν ἀπὸ τῆς Ῥώμης ἡγεμόνες γυμνὸν ἠρμένοι τὸν πέλεκυν ἐφʼ ὑμᾶς, οὔπω γιγνώσκοντες, εἰ φαύλων ἄρξουσιν, ὑμεῖς δέ, εἰ μὴ πωλοῖεν τὰς δίκας οὗτοι, φατὲ αὐτοὺς δικαίους εἶναι. τουτὶ δὲ καὶ τοὺς τῶν ἀνδραπόδων καπήλους ἀκούω ἐκεῖ πράττειν, εἰ γὰρ ἀφίκοιντο κατάγοντες ὑμῖν ἀνδράποδα Καρικὰ καὶ τὸ ἦθος αὐτῶν ἐφερμηνεύοιεν ὑμῖν, ἔπαινον ποιοῦνται τῶν ἀνδραπόδων τὸ μὴ κλέπτειν αὐτά. τοὺς μὲν δὴ ἄρχοντας, οἷς ὑποκεῖσθαί φατε, τοιούτων ἀξιοῦτε, καὶ λαμπρύνοντες αὐτοὺς ἐπαίνοις, οἷς περ τὰ ἀνδράποδα, ζηλωτοὺς πέμπετε, ὡς οἴεσθε, οἱ δέ γε σοφώτατοι ποιηταὶ ὑμῶν οὐδʼ εἰ βούλεσθε δίκαιοί τε καὶ χρηστοὶ εἶναι, ξυγχωροῦσιν ὑμῖν γενέσθαι. τὸν γὰρ Μίνω τὸν ὠμότητι ὑπερβαλόμενον πάντας καὶ δουλωσάμενον ταῖς ναυσὶ τοὺς ἐπὶ θαλάττῃ τε καὶ ἐν θαλάττῃ δικαιοσύνης σκήπτρῳ τιμῶντες ἐν Ἅιδου καθίζουσι διαιτᾶν ταῖς ψυχαῖς, τὸν δʼ αὖ Τάνταλον, ἐπειδὴ χρηστός τε ἦν καὶ τοῖς φίλοις τῆς ὑπαρχούσης αὐτῷ παρὰ τῶν θεῶν ἀθανασίας μετεδίδου, ποτοῦ τε εἴργουσι καὶ σίτου, εἰσὶ δὲ οἳ καὶ λίθους αὐτῷ ἐπικρεμάσαντες δεινὰ ἐφυβρίζουσι θείῳ τε καὶ ἀγαθῷ ἀνδρί, οὓς ἐβουλόμην ἂν μᾶλλον λίμνην αὐτῷ περιβλύσαι νέκταρος,1 ἐπειδὴ φιλανθρώπως αὐτοῦ καὶ ἀφθόνως προὔπινε. καὶ ἅμα λέγων ταῦτα ἐπεδείκνυ ἄγαλμα ἐν ἀριστερᾷ, ᾧ ἐπεγέγραπτο ΤΑΝΤΑΛΟΣ. τὸ μὲν δὴ ἄγαλμα τετράπηχυ ἦν, ἀνδρὶ δὲ ἐῴκει πεντηκοντούτῃ καὶ τρόπον Ἀργολικὸν ἔσταλτο, παρήλλαττε δὲ τὴν χλαμύδα, ὥσπερ οἱ Θετταλοί, φιάλην τε προὔπινεν ἀποχρῶσαν ἑνὶ διψῶντι, ἐν ᾗ στάλαγμα ἐκάχλαζεν ἀκηράτου πώματος οὐχ ὑπερβλύζον τῆς φιάλης. ὅ τι μὲν οὖν ἡγοῦνται αὐτὸ καὶ ἐφʼ ὅτῳ ἀπʼ αὐτοῦ πίνουσι, δηλώσω αὐτίκα. πλὴν ἀλλὰ ἡγεῖσθαι χρὴ τὸν Τάνταλον μὴ τῇ γλώττῃ ἐφέντα, κοινωνήσαντα δὲ ἀνθρώποις τοῦ νέκταρος ὑπὸ τῶν ποιητῶν ἐλαύνεσθαι,2 θεοῖς δὲ μὴ διαβεβλῆσθαι αὐτόν, οὐ γὰρ ἄν, εἰ θεοῖς ἀπήχθετο, κριθῆναί ποτε ὑπὸ τῶν Ἰνδῶν ἀγαθὸν θεοφιλεστάτων ὄντων καὶ μηδὲν ἔξω τοῦ θείου πραττόντων.

印度人于是笑道: “看来你把不行不义视为正义,而我认为一切希腊人皆是如此。因为正如我曾从来到此地的埃及人那里听闻的那样,从罗马派遣至你们那里的总督,尚不知自己将要统治的是否是卑劣之辈,便向着你们挥舞出鞘的斧钺;然而,假若他们没有出卖判决,你们便宣称他们是正义的。我听说那里的奴隶贩子也是这般行事:如果他们带着卡里亚奴隶来到你们那里,并向你们说明这些奴隶的品性,他们便将奴隶不偷盗作为对他们的赞誉。于是,你们便将自己声称所臣服的长官看得同这般事物相当,以如同夸赞奴隶一般的赞词使他们生辉,且如你们所认为的那样,将他们作为令人羡慕的人送走;然而,你们那些最智慧的诗人们,即便你们渴望成为正直善良之人,也不容许你们成为那样。因为米诺斯在残暴上超越了所有人,并以战舰奴役了海边与海上的人民,诗人们却以正义的权杖尊崇他,让他在冥府中入座为灵魂裁决;反之,坦塔洛斯因其为人善良,并将神明赋予他的不死分赐给朋友,他们便剥夺其饮食,甚至有人在他头顶悬挂巨石,对一位神圣而善良的人施加可怖的凌辱——我倒更希望这些诗人能为他涌出一湖花蜜琼浆,因为他曾怀着仁爱而慷慨地向人奉酒。” 在说这番话的同时,他指向左侧的一尊雕像,上面刻着“坦塔洛斯”。这尊雕像高四肘,形似一位年届五十的男子,着阿尔戈斯式的服饰,却如色萨利人一般换了一种方式披挂披风;他举杯敬酒,杯中的分量足够一个口渴之人饮用,杯中涌动着纯净饮料的水滴,却并未溢出杯外。他们究竟将此物视为何物,又为何从中饮用,我稍后便予以说明。不过,应当认为坦塔洛斯并非放任其口舌,而是因与凡人分享神酒才遭到诗人们的抨击,他并未遭神明厌弃;因为如果他为诸神所厌恶,就绝不会被最蒙神眷爱且不行任何违背神性之事的印度人判定为善人。

§3.26

διατρίβοντας δὲ αὐτοὺς περὶ τὸν λόγον τοῦτον θόρυβος ἐκ τῆς κώμης προσέβαλεν, ἀφῖκτο δὲ ἄρα ὁ βασιλεὺς μηδικώτερον κατεσκευασμένος καὶ ὄγκου μεστός. ἀχθεσθεὶς οὖν ὁ Ἰάρχας εἰ δὲ Φραώτης ἔφη καταλύων ἐτύγχανεν, εἶδες ἂν ὥσπερ ἐν μυστηρίῳ σιωπῆς μεστὰ πάντα. ἐκ τούτου μὲν δὴ ξυνῆκεν ὁ Ἀπολλώνιος, ὡς βασιλεὺς ἐκεῖνος οὐκ ὀλίγῳ μέρει, φιλοσοφίᾳ δὲ πάσῃ τοῦ Φραώτου λείποιτο, ῥᾳθύμους δὲ ἰδὼν τοὺς σοφοὺς καὶ μηδὲν παρασκευάζοντας, ὧν δεῖ τῷ βασιλεῖ μετὰ μεσημβρίαν ἥκοντι ποῖ ἔφη ὁ βασιλεὺς διαιτήσεται;3 ἐνταῦθα, ἔφασαν, ὧν γὰρ ἕνεκα ἥκει, νύκτωρ διαλεγόμεθα, ἐπειδὴ καὶ βελτίων ὁ καιρὸς πρὸς βουλάς. καὶ τράπεζα ἔφη παρακείσεται ἥκοντι; νὴ Δίʼ, εἶπον παχεῖά τε καὶ πάντα ἔχουσα, ὁπόσα ἐνταῦθα. παχέως οὖν ἔφη διαιτᾶσθε; ἡμεῖς μὲν ἔφασαν λεπτῶς, πλείονα γὰρ ἡμῖν ἐξὸν σιτίζεσθαι μικροῖς χαίρομεν, τῷ δὲ βασιλεῖ πολλῶν δεῖ, βούλεται γάρ. σιτήσεται δὲ ἔμψυχον μὲν οὐδέν, οὐ γὰρ θέμις ἐνταῦθα, τραγήματα δὲ καὶ ῥίζας καὶ ὡραῖα, ὁπόσα νῦν ἡ Ἰνδικὴ ἔχει ὁπόσα τε αἱ ἐς νέωτα ὧραι δώσουσιν.

当他们忙于这番谈话时,喧闹声从村庄里传了过来,原来是国王到了,装扮得颇具米底风格且傲慢十足。亚尔卡斯因而颇为恼火,说道: “若是弗拉奥特斯恰好在此投宿,你就会看到一切如秘仪之中那般充溢着静默。” 阿波罗尼奥斯由是明白,那位国王不仅是在少许部分,而是在全部哲学上皆远逊于弗拉奥特斯;而看到智者们神态安闲,丝毫没有为午后来到的国王准备所需之物,他便问道: “国王将安顿在何处?” “就在这里,”他们说,“因为他来此所为何事,我们将在夜间交谈,那个时刻也更适合商议。” “那么,会为已到来的他备好餐桌吗?” 他问。 “凭宙斯起誓,自然,”他们说,“丰盛至极,并备齐此地所有之物。” “那么,你们生活得很奢华吗?” 他问。 “我们自己,”他们说,“过得十分简朴;因为尽管我们可以享用更多,却乐于取少;然而国王需要诸多事物,因为他如此希求。不过,他绝不会食用任何有生命之物,因为在此地这是不合规矩的;他将食用甜点、根茎以及时令果品,凡是印度眼下所有以及来年时节所能供给之物。”

语法注3 条
  1. 3.25οὓς ἐβουλόμην ἂν μᾶλλον λίμνην αὐτῷ περιβλύσαι νέκταρος

    关系代词宾格 οὕς 指向前文 εἰσὶ δὲ οἵ(亦有人……)或泛指诗人们,用作不定式 περιβλύσαι 的逻辑主语。未完成过去直陈式加 ἄν(ἐβουλόμην ἄν)表达对过去未实现情况的愿望(非真实愿望),即“我倒更希望他们能为他涌出一湖花蜜琼浆”。

  2. 3.25τὸν Τάνταλον μὴ τῇ γλώττῃ ἐφέντα, κοινωνήσαντα δὲ ἀνθρώποις τοῦ νέκταρος ὑπὸ τῶν ποιητῶν ἐλαύνεσθαι

    这是由非人称句 ἡγεῖσθαι χρή 所统辖的带宾格的不定式结构(即 τὸν Τάνταλον ... ἐλαύνεσθαι)。宾格 τὸν Τάνταλον 作被动不定式 ἐλαύνεσθαι 的逻辑主语,两个分词 ἐφέντα 与 κοινωνήσαντα 与之同格一致,充当表示原因的状语成分。否定词 μή 是受后接不定式结构语法要求所致。

  3. 3.26ποῖ ὁ βασιλεὺς διαιτήσεται;

    表示方向的副词 ποῖ(去往何处)与表示居留、生活的动词 διαιτήσεται(生活、居留)连用,构成了含蓄结构(constructio praegnans),蕴含了“国王将前往何处安顿居留”的位移与停留的结合义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.25-3.26