← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.23-3.24

阿波罗尼奥斯前世任舵手与拒斥海盗之事

在使者通报国王即将到访之后,亚尔卡斯与阿波罗尼奥斯继续探讨前世,阿波罗尼奥斯讲述了自己前生作为舵手时如何智斗海盗、保全同船之人与货物的往事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23

τοιαῦτα διαλεγομένων1 προσελθὼν τῷ Ἰάρχᾳ ἄγγελος ὁ βασιλεὺς ἔφη περὶ δείλην πρώτην ἀφίξεται ξυνεσόμενος ὑμῖν περὶ τῶν ἑαυτοῦ πραγμάτων. ὁ δὲ ἡκέτω, εἶπε καὶ γὰρ ἂν καὶ βελτίων ἀπέλθοι γνοὺς ἄνδρα Ἕλληνα. καὶ εἰπὼν ταῦτα πάλιν τοῦ προτέρου λόγου εἴχετο. ἤρετο οὖν τὸν Ἀπολλώνιον σὺ δʼ ἂν εἴποις ἔφη τὸ πρῶτον σῶμα καὶ ὅστις πρὸ τοῦ νῦν ἦσθα; ὁ δὲ εἶπεν ἐπειδὴ ἄδοξον ἦν μοι ἐκεῖνο, ὀλίγα αὐτοῦ μέμνημαι. ὑπολαβὼν οὖν ὁ Ἰάρχας εἶτα ἄδοξον ἔφη ἡγῇ τὸ γενέσθαι κυβερνήτης Αἰγυπτίας νεώς· τουτὶ γάρ σε ὁρῶ γεγονότα. ἀληθῆ μὲν εἶπεν λέγεις, ὦ Ἰάρχα, τουτὶ γὰρ ἀτεχνῶς ἐγενόμην, ἡγοῦμαι δʼ αὐτὸ οὐκ ἄδοξον μόνον, ἀλλὰ καὶ καταβεβλημένον, καὶ τοσούτου μὲν ἄξιον τοῖς ἀνθρώποις, ὅσου περ τὸ ἄρχειν καὶ τὸ στρατοῦ ἡγεῖσθαι, κακῶς δὲ ἀκοῦον ὑπὸ τῶν καθαπτομένων τῆς θαλάττης. τὸ γοῦν γενναιότατον τῶν ἐμοὶ πραχθέντων οὐδὲ ἐπαίνου τις ἠξίωσε τότε. τί δὲ δὴ γενναῖον εἰργάσθαι φήσεις ἢ τὸ περιβεβληκέναι Μαλέαν τε καὶ Σούνιον χαλινώσας ἐκφερομένην τὴν ναῦν, καὶ τὸ κατὰ πρύμναν τε καὶ πρῷραν τῶν ἀνέμων, ὁπόθεν ἐκδοθήσονται, σαφῶς διεγνωκέναι ἑρμάτων τε ὑπερᾶραι τὸ σκάφος ἐν Εὐβοίᾳ κοίλῃ, οὗπερ πολλὰ τῶν ἀκρωτηρίων ἀναπέπηγεν;

当他们进行这般交谈时,一名使者走近亚尔卡斯说道: “国王将于傍晚初刻抵达,就他自身之事与诸位商谈。” 他便说: “让他来吧,因为他在结识了一位希腊人之后,离开时或可变得更为良善。” 说完这话,他又回到了先前的论题。于是他询问阿波罗尼奥斯: “你能否说说你的第一个肉身,以及在如今这世之前你是何人?” 他答道: “既然那对我而言并不光彩,我对此事记忆寥寥。” 亚尔卡斯接着说: “那么,你认为做一艘埃及船的舵手是不光彩的吗?因为我看到你确实曾是如此。” “你说得对,亚尔卡斯,”他说,“因为我确曾做过这个;然而我认为它不仅不光彩,甚至为人鄙弃,它对于人类而言虽与施行统治和统率军队具有同等的价值,却受到航海之人的恶评。无论如何,当时我所做过的最高尚之举,竟无一人认为值得称道。” “那么,除了在船被冲偏航向时加以控制并绕过玛勒阿和苏尼翁,清楚地辨明风无论从船尾还是船头将从何处吹来,以及在欧玻亚海凹处许多海角突出的地方越过暗礁操纵舟船之外,你还能说出做了什么高尚之事呢?”

§3.24

ὁ δὲ Ἀπολλώνιος ἐπεί με εἶπεν ἐς κυβερνητικὸν ἐμβιβάζεις λόγον, ἄκουε, ὃ δοκῶ μοι τότε ὑγιῶς πρᾶξαι· τὴν θάλαττάν ποτε τῶν Φοινίκων λῃσταὶ ὑπεκάθηντο καὶ ἐφοίτων περὶ τὰς πόλεις ἀναμανθάνοντες τίς τί ἄγοι. κατιδόντες οὖν ἐμπορίαν λαμπρὰν τῆς νεὼς οἱ τῶν λῃστῶν πρόξενοι διελέγοντό μοι ἀπολαβόντες με, πόσον τι μεθέξοιμι τοῦ ναύλου, ἐγὼ δὲ χιλίων ἔφην, ἐπειδὴ τέτταρες ἐκυβέρνων τὴν ναῦν. οἰκία δὲ ἔφασαν ἔστι σοι; καλύβη πονηρὰ ἔφην περὶ τὴν νῆσον τὴν Φάρον, οὗ πάλαι ποτὲ ὁ Πρωτεὺς ᾤκει. βούλοιο ἂν οὖν ἤροντό με γενέσθαι σοι γῆν μὲν ἀντὶ θαλάττης, οἰκίαν δὲ ἀντὶ τῆς καλύβης, τὸ δὲ ναῦλον δεκάκις τοῦτο κακῶν τε ἐξελθεῖν μυρίων, ἃ ἀπὸ τῆς θαλάττης ἀνοιδούσης ἐγχρίπτει τοῖς κυβερνῶσιν; βούλεσθαι μὲν εἶπον, οὐ μὴν ἁρπαγῶν γε ἐμαυτὸν ἀξιοῦν, ὁπότε σοφώτερος ἐμαυτοῦ γέγονα καὶ στεφάνων ἠξίωμαι παρὰ τῆς τέχνης. προϊόντων δʼ αὐτῶν καὶ βαλάντιά μοι δραχμῶν μυρίων δώσειν φασκόντων, εἰ γενοίμην αὐτοῖς, ὃ ἐβούλοντο, λέγειν ἤδη παρεκελευσάμην ὡς μηδὲν ἐλλείψων τοῦ πᾶς ἀνὴρ γενέσθαι σφίσι·2 λέγουσι δὴ μελεδωνοὶ μὲν εἶναι λῃστῶν, δεῖσθαι δέ μου μὴ ἀφελέσθαι αὐτοὺς τὸ τὴν ναῦν ἑλεῖν, μηδὲ ἐς ἄστυ ἐκπλεῦσαι, ὁπότε ἐκεῖθεν ἄραιμι, ἀλλʼ ὑφορμίσασθαι τῷ ἀκρωτηρίῳ, τὰς ναῦς γὰρ τὰς λῃστρικὰς ἐν περιβολῇ ἑστάναι, καὶ ὀμνύναι μοι ἐβούλοντο μήτʼ αὐτόν με ἀποκτενεῖν καὶ ἀνήσειν δὲ τὸν θάνατον οἷς ἂν ἐγὼ παραιτῶμαι. ἐγὼ δὲ νουθετεῖν μὲν αὐτοὺς οὐκ ἀσφαλὲς ἐμαυτῷ ἡγούμην δείσας μὴ ἀπογνόντες ἐμβάλωσι μετεώρῳ τῇ νηὶ καὶ ἀπολώμεθά που τοῦ πελάγους, ὡς δὲ ὑπουργῆσαι ʽὑπεσχόμηνʼ, ἃ ἐβούλοντο, ὀμνύναι ἔφην αὐτοὺς δεῖν ἦ μὴν ἀληθεύσειν ταῦτα. ὀμοσάντων τοίνυν, καὶ γὰρ ἐν ἱερῷ διελέγοντο, χωρεῖτε ἔφην ἐπὶ τὰ τῶν λῃστῶν πλοῖα, ἡμεῖς γὰρ νύκτωρ ἀφήσομεν. καὶ πιθανώτερος ἐδόκουν ἔτι περὶ τοῦ νομίσματος διαλεγόμενος, ὡς δόκιμον ἀπαριθμηθείη μοι καὶ μὴ πρότερον ἢ τὴν ναῦν ἕλωσιν. οἱ μὲν δὴ ἐχώρουν, ἐγὼ δὲ ἧκα ἐς τὸ πέλαγος ὑπεράρας τοῦ ἀκρωτηρίου. ταῦτʼ οὖν, εἶπεν ὁ Ἰάρχας Ἀπολλώνιε, δικαιοσύνης ἡγῇ ἔργα; καὶ πρός γε ἔφη φιλανθρωπίας, τὸ γὰρ μὴ ἀποδόσθαι ψυχὰς ἀνθρώπων, μηδʼ ἀπεμπολῆσαι τὰ τῶν ἐμπόρων, χρημάτων τε κρείττω γενέσθαι ναύτην ὄντα πολλὰς ἀρετὰς οἶμαι ξυνειληφέναι.3

阿波罗尼奥斯便说: “既然你将我引向航海的论题,且听听当时我认为自己行之端正的事吧。昔日腓尼基的海盗潜伏在海上,并在各城市间穿梭,打探何人运载何物。海盗的代理人看到我们船上载有华丽的货物,便把我拉到一旁,询问我能分得多少运费;我说是一千德拉克马,因为我们有四个人操纵这艘船。 ‘你有房屋吗?’ 他们问。 ‘在法洛斯岛附近有一座破烂的小屋,’ 我说, ‘昔日普罗透斯曾居住在那里。’ ‘那么,你是否愿意,’ 他们问我, ‘获得土地以取代大海,获得房屋以取代小屋,获得这笔运费的十倍,并摆脱汹涌的大海加诸舵手身上的万般苦难?’ 我说我固然愿意,但我绝不认为自己配去行抢劫之事,尤其是我比过去更为明智,且凭借此项技艺已蒙受冠冕的荣耀。然而当他们进一步说,如果我答应他们所愿,便将付给我装有一万德拉克马的钱袋时,我便催促他们立刻说明,就仿佛我绝不会在做他们全心信赖之人方面有丝毫欠缺一般。于是他们说明自己是海盗的照管者,请求我不要剥夺他们夺取该船的机会,并在我从那里起航时,不要向着城镇驶去,而是抛锚在海角之下;因为他们说,海盗的船只正停泊在海湾的屏障处,并且他们愿意向我起誓既不杀害我本人,亦免除我所代求之人的死罪。但我认为劝诫他们对我自己并不安全,唯恐他们陷入绝望后在开阔海域袭击船只,使我们丧命于茫茫大海之中;于是我答应效力于他们所愿之事,并说他们必须起誓保证这绝无虚言。待他们起誓之后——因为他们是在圣所之中商谈——我说道: ‘去海盗的船上吧,我们将在夜间起航。’ 而当我进一步就钱币进行商讨,要求必须以成色优良的钱币点数给我,且不能在他们夺船之前交付时,我显得更加可信了。他们于是离去,而我则越过海角,驶入了外海。” “那么,阿波罗尼奥斯啊,”亚尔卡斯说,“你认为这些是正义的作为吗?” “不仅如此,”他说,“更是仁爱的作为;因为不出卖人的性命,不出卖商人的货物,身为水手却能不受金钱所动,我认为这融合了诸多美德。”

语法注3 条
  1. 3.23τοιαῦτα διαλεγομένων

    属格独立结构,其逻辑主语因语境中显而易见(亚尔卡斯与阿波罗尼奥斯等人)而被省略。

  2. 3.24ὡς μηδὲν ἐλλείψων τοῦ πᾶς ἀνὴρ γενέσθαι σφίσι

    连词 ὡς 搭配将来分词 ἐλλείψων 表示伪装的主观意图(“仿佛绝不会欠缺”),并支配带属格冠词的不定式 τοῦ ... γενέσθαι 作为宾语。短语 πᾶς ἀνὴρ γίγνομαί τινι 是固定习语,意为“全心全意做某人的人/全力支持某人”。

  3. 3.24χρημάτων τε κρείττω γενέσθαι ναύτην ὄντα πολλὰς ἀρετὰς οἶμαι ξυνειληφέναι

    由 οἶμαι 支配的带对格的不定式结构。一连串带冠词的不定式(τὸ μὴ ἀποδόσθαι ... μηδʼ ἀπεμπολῆσαι ... χρημάτων τε κρείττω γενέσθαι)构成不定式的主语,πολλὰς ἀρετάς 是不定式 ξυνειληφέναι 的宾语。κρείττων χρημάτων 是习语,意为“不受金钱诱惑/战胜金钱”。分词短语 ναύτην ὄντα 带有让步意味,表示“即便身为(地位低下的)水手”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.23-3.24