- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.20-3.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚尔卡斯透露自己前世曾是印度国王恒河,其功德远迈阿喀琉斯在特洛伊的战绩,并以幼年的往事为证。接着他说明在场一位厌弃哲学的青年正是特洛伊战争中冤死的帕拉墨得斯转世,因过去的遭遇而心怀愤懑。
ἦν τοίνυν ἔφη χρόνος, ὅτʼ Αἰθίοπες μὲν ᾤκουν ἐνταῦθα, γένος Ἰνδικόν, Αἰθιοπία δʼ οὔπω ἦν, ἀλλʼ ὑπὲρ Μερόην τε καὶ Καταδούπους ὥριστο Αἴγυπτος, αὐτὴ καὶ τὰς πηγὰς τοῦ Νείλου παρεχομένη καὶ ταῖς ἐκβολαῖς ξυναπολήγουσα. ὃν μὲν δὴ χρόνον ᾤκουν ἐνταῦθα οἱ Αἰθίοπες ὑποκείμενοι βασιλεῖ Γάγγῃ, ἥ τε γῆ αὐτοὺς ἱκανῶς ἔφερβε καὶ οἱ θεοὶ σφῶν ἐπεμελοῦντο, ἐπεὶ δὲ ἀπέκτειναν τὸν βασιλέα τοῦτον, οὔτε τοῖς ἄλλοις Ἰνδοῖς καθαροὶ ἔδοξαν, οὔτε ἡ γῆ ξυνεχώρει αὐτοῖς ἵστασθαι, τήν τε γὰρ σποράν, ἣν ἐς αὐτὴν ἐποιοῦντο, πρὶν ἐς κάλυκα ἥκειν, ἔφθειρε τούς τε τῶν γυναικῶν τόκους ἀτελεῖς ἐποίει καὶ τὰς ἀγέλας πονήρως ἔβοσκε, πόλιν τε ὅποι βάλοιντο, ὑπεδίδου ἡ γῆ καὶ ὑπεχώρει κάτω. καὶ γάρ τι καὶ φάσμα τοῦ Γάγγου προϊόντας αὐτοὺς ἤλαυνεν ἐνταραττόμενον τῷ ὁμίλῳ, ὃ οὐ πρότερον ἀνῆκε, πρίν γε δὴ τοὺς αὐθέντας καὶ τοὺς τὸ αἷμα χερσὶ πράξαντας τῇ γῇ καθιέρευσαν.1 ἦν δὲ ἄρα ὁ Γάγγης οὗτος δεκάπηχυς μὲν τὸ μῆκος, τὴν δὲ ὥραν οἷος οὔπω τις ἀνθρώπων, ποταμοῦ δὲ Γάγγου παῖς· τὸν δὲ πατέρα τὸν ἑαυτοῦ τὴν Ἰνδικὴν ἐπικλύζοντα αὐτὸς ἐς τὴν Ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῇ γῇ, ὅθεν ἡ γῆ ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀποθανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα Ὅμηρος ἄγει μὲν ὑπὲρ Ἑλένης ἐς Τροίαν, φησὶ δὲ αὐτὸν δώδεκα μὲν πόλεις ἐκ θαλάττης ᾑρηκέναι, πεζῇ δὲ ἕνδεκα, γυναῖκά τε ὑπὸ τοῦ βασιλέως ἀφαιρεθέντα ἐς μῆνιν ἀπενεχθῆναι, ὅτε δὴ ἀτεράμονα καὶ ὠμὸν δόξαι,2 σκεψώμεθα τὸν Ἰνδὸν πρὸς ταῦτα· πόλεων μὲν τοίνυν ἑξήκοντα οἰκιστὴς ἐγένετο, αἵπερ εἰσὶ δοκιμώτατοι τῶν τῇδε — τὸ δὲ πορθεῖν πόλεις ὅστις εὐκλεέστερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν οὐκ ἔστι3 — Σκύθας δὲ τοὺς ὑπὲρ Καύκασόν ποτε στρατεύσαντας ἐπὶ τήνδε τὴν γῆν ἀπεώσατο. τὸ δὲ ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεσθαι πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν πόλει καὶ ταῦθʼ ὑπὲρ γυναικός, ἣν εἰκὸς μηδὲ ἄκουσαν ἡρπάσθαι. ξυμμαχίας δὲ αὐτῷ γενομένης πρὸς τὸν ἄρχοντα τῆς χώρας, ἧς νῦν Φραώτης ἄρχει, κἀκείνου παρανομώτατά τε καὶ ἀσελγέστατα γυναῖκα ἀφελομένου αὐτὸν οὐ παρέλυσε τοὺς ὅρκους, οὕτω βεβαίως ὀμωμοκέναι φήσας, ὡς μηδὲ ὁπότε ἠδικεῖτο λυπεῖν αὐτόν.
“曾经有”他说,“一个时期,埃塞俄比亚人——一个印度族群——居住在这里,而埃塞俄比亚当时尚不存在,埃及的疆界则划定在麦罗埃和喀达督帕瀑布之外,它自身既孕育了尼罗河的源头,又与其入海口一同终止。在埃塞俄比亚人臣服于恒河王居住于此的时期,大地丰足地哺育着他们,诸神亦眷顾着他们;但当他们弑杀了这位国王之后,他们在其余印度人眼中便不再算作洁净之人,大地亦不再容许他们立足。因为他们播撒于大地的种子,尚未抽芽便告枯死;妇人的胎儿流产,牲畜群亦难以饱食;无论他们在何处筑城,大地便下陷坍塌。此外,恒河王的幽灵亦驱赶着前行的他们,使人群陷入惶乱之中,直至他们将元凶以及亲自动手嗜血之人献祭给大地,这幽灵才告平息。原来这位恒河王身长十肘,容貌之美为此前凡人所未有,乃是恒河之子;他亲自将泛滥印度大地的父亲导向红海,使之与大地修好,因此大地在他生前赐予丰饶的出产,在他死后亦为之复仇。荷马固然为了海伦将阿喀琉斯引向特洛伊,并称他从海上攻取了十二座城池,陆路攻取了十一座,又因被国王夺走女子而陷入狂怒,在此际显得顽固而残暴;那么让我们对照这些来看看这位印度人吧:他是六十座城池的奠基者,这些城池皆是此地最为著名的——没有人认为摧毁城池比重建城池更为荣耀——并且他击退了曾跨越卡乌卡索斯侵略这片土地的斯基泰人。一个人通过解放自己的乡土而展现出大丈夫的英姿,远胜于将奴役带给一座城邦,更何况是为了一个很可能并非违背己愿而被掳走的妇人。当他与如今弗拉欧忒斯所统辖之地的统治者结成盟约,而对方极其不法且放荡地夺走了他的妻子时,他亦未曾废除誓言,宣称自己起誓如此坚定,以至于即便遭受不义亦不加害于对方。
καὶ πλείω διῄειν ἂν τοῦ ἀνδρός, εἰ μὴ ἐς ἔπαινον ὤκνουν ἑαυτοῦ καθίστασθαι, εἰμὶ γάρ σοι ἐκεῖνος, τουτὶ δὲ ἐδήλωσα γεγονὼς ἔτη τέτταρα· ἑπτὰ γάρ ποτε ἀδαμάντινα τοῦ Γάγγου τούτου ξίφη ἐς γῆν πήξαντος ὑπὲρ τοῦ μηδὲν δεῖμα ἐμπελάζειν τῇ χώρᾳ καὶ τῶν θεῶν θύειν μὲν κελευόντων ἥκοντας, οὗ πέπηγε ταῦτα, τὸ δὲ χωρίον οὐκ ἐξηγουμένων, ἐν ᾧ ἐπεπήγει, παῖς ἐγὼ κομιδῇ τυγχάνων ἤγαγον τοὺς ἐξηγητὰς ἐπὶ τάφρον καὶ ὀρύττειν προσέταξα ἐκεῖ φήσας κατατεθεῖσθαι αὐτά.
若不是我唯恐陷入自夸,我本可以详述此人更多之事迹;因为我告诉你,我便是那个人,而我在四岁时便显明了这一点:昔日这位恒河王曾将七把金刚石之剑刺入地下,以免任何恐惧临近这片土地;后来诸神命人们前去剑刺入之处献祭,却没有指明剑所刺入的地点,当时我尚是幼童,便带领释义者们来到一道壕沟前,吩咐他们挖掘,指出剑正埋藏于彼处。
καὶ μήπω θαυμάσῃς τοὐμόν, εἰ ἐξ Ἰνδοῦ ἐς Ἰνδὸν διεδόθην· οὗτος γὰρ δείξας τι μειράκιον εἴκοσί που γεγονὸς ἔτη πέφυκε μὲν πρὸς φιλοσοφίαν ὑπὲρ πάντας ἀνθρώπους, ἔρρωται δέ, ὡς ὁρᾷς, καὶ κατεσκεύασται γενναίως τὸ σῶμα, καρτερεῖ δὲ πῦρ καὶ τομὴν πᾶσαν, καὶ τοιόσδε ὢν ἀπεχθάνεται τῇ φιλοσοφίᾳ. τί οὖν, εἶπεν ὦ Ἰάρχα, τὸ μειρακίου πάθος; δεινὸν γὰρ λέγεις, εἰ ξυντεταγμένος οὕτως ὑπὸ τῆς φύσεως μὴ ἀσπάζεται τὴν φιλοσοφίαν, μηδὲ ἐρᾷ τοῦ μανθάνειν καὶ ταῦτα ὑμῖν ξυνών. οὐ ξύνεστιν, εἶπεν ἀλλʼ ὥσπερ οἱ λέοντες, ἄκων εἴληπται, καὶ καθεῖρκται μέν, ὑποβλέπει δὲ ἡμῶν τιθασευόντων αὐτὸν καὶ καταψώντων. γέγονε μὲν οὖν τὸ μειράκιον τοῦτο Παλαμήδης ὁ ἐν Τροίᾳ, κέχρηται δὲ ἐναντιωτάτοις Ὀδυσσεῖ καὶ Ὁμήρῳ, τῷ μὲν ξυνθέντι ἐπʼ αὐτὸν τέχνας, ὑφʼ ὧν κατελιθώθη, τῷ δὲ οὐδὲ ἔπους αὐτὸν ἀξιώσαντι. καὶ ἐπειδὴ μήθʼ ἡ σοφία αὐτόν τι, ἣν εἶχεν, ὤνησε. μήτε Ὁμήρου ἐπαινέτου ἔτυχεν, ὑφʼ οὗ πολλοὶ καὶ τῶν μὴ πάνυ σπουδαίων ἐς ὄνομα ἤχθησαν, Ὀδυσσέως τε ἥττητο ἀδικῶν οὐδέν, διαβέβληται πρὸς φιλοσοφίαν καὶ ὀλοφύρεται τὸ ἑαυτοῦ πάθος. ἔστι δὲ οὗτος Παλαμήδης, ὃς καὶ γράφει μὴ μαθὼν γράμματα.
若我从一个印度人转生为另一个印度人,你尚且不必为此称奇;因为此人——”他指着一个约莫二十岁的青年说道: “——生来比所有人皆更宜于哲学,且如你所见,体魄健壮,筋骨英武,能忍耐烈火与诸般割截,然而如此之人却厌恶哲学。” “那么,”他说,“亚尔卡斯啊,这少年的苦衷何在?你说他既然蒙天性如此赋形,却不热爱哲学,亦无求知之欲,况且还是与你们相伴,这实在是一件奇事。” “他并未与我们相伴,”他说,“而是如同雄狮一般违背心愿而被捕获,虽被囚禁,但在我们驯抚摩挲他时,他仍怒目而视。原来这少年便是特洛伊时期的帕拉墨得斯,他遭遇了奥德修斯与荷马这两个最大的仇家:前者向他施加诡计使他惨遭乱石砸死,后者则甚至认为他连一行诗都不配得到。既然他所拥有的智慧未曾带给他丝毫益处,亦未能得到荷马这位颂扬者——荷马曾使许多并不真正出众之人留名青史——而他未犯任何过错却败于奥德修斯,于是便对哲学产生了反感,并哀叹自身的际遇。这便是帕拉墨得斯,他甚至未曾学习文字便会书写。”
- 3.20πρίν γε δὴ τοὺς αὐθέντας καὶ τοὺς τὸ αἷμα χερσὶ πράξαντας τῇ γῇ καθιέρευσαν
在带有否定意义的主句 οὐ πρότερον ἀνῆκε(“未曾停歇”)之后,时间连词 πρίν 引导了不定过去时直陈语气动词 καθιέρευσαν。根据古典希腊语语法,在否定主句之后,当 πρίν 表示过去某一确定的历史事实或终点时使用直陈语气过去时,意为“直至他们真正将……献祭为止”。
- 3.20ὅτε δὴ ἀτεράμονα καὶ ὠμὸν δόξαι
δόξαι 既可分析为 δοκέω 的不定过去时主动不定式,亦可视为不定过去时祈愿语气第三人称单数。若取前者,则是由前文主动词 φησί(“他说”)所统辖的间接引语扩展同化至 ὅτε 引导的时间从句中,意为“(阿喀琉斯)在当时显得顽固而残暴”;若取后者,则是历史叙述中的间接引语祈愿语气。结合上下文,作为延续 φησί 所转述之荷马叙述的不定式更为自然。
- 3.20τὸ δὲ πορθεῖν πόλεις ὅστις εὐκλεέστερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν οὐκ ἔστι
句首的带冠词不定式短语 τὸ δὲ πορθεῖν πόλεις(“至于摧毁城池”)置于句首以作主题化,与后面的比较成分 τοῦ ἀνοικίζειν πόλιν(“比之重建城池”)形成对照。其后的 ὅστις ... οὐκ ἔστι 是将惯用语 οὐκ ἔστιν ὅστις ἡγεῖται(“没有人认为……”)中的关系从句 ὅστις ... ἡγεῖται 前置于主动词 οὐκ ἔστι 之前的倒装句式,强力断言毁灭城邦绝不可能比兴建城邦更为荣耀。
