- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.17-3.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚尔卡斯等哲人举行了伴有悬空奇迹的沐浴与祈祷圣仪,随后与阿波罗尼乌斯对坐,就认识自我、善人的神性以及灵魂转世展开讨论。
ἐμφοροῦ ἔφη καὶ ἴωμεν. ἐλθόντες οὖν ἐπὶ πηγήν τινα ὕδατος, ἥν φησιν ὁ Δάμις ἰδὼν ὕστερον ἐοικέναι τῇ ἐν Βοιωτοῖς Δίρκῃ, πρῶτα μὲν ἐγυμνώθησαν, εἶτα ἐχρίσαντο τὰς κεφαλὰς ἠλεκτρώδει φαρμάκῳ, τὸ δὲ οὕτω τι τοὺς Ἰνδοὺς ἔθαλπεν, ὡς ἀτμίζειν τὸ σῶμα καὶ τὸν ἱδρῶτα χωρεῖν ἀστακτί, καθάπερ τῶν πυρὶ λουομένων,1 εἶτα ἔρριψαν ἑαυτοὺς ἐς τὸ ὕδωρ καὶ λουσάμενοι ὧδε πρὸς τὸ ἱερὸν ἐβάδιζον ἐστεφανωμένοι καὶ μεστοὶ τοῦ ὕμνου. περιστάντες δὲ ἐν χοροῦ σχήματι καὶ κορυφαῖον ποιησάμενοι τὸν Ἰάρχαν ὀρθαῖς ταῖς ῥάβδοις τὴν γῆν ἔπληξαν, ἡ δὲ κυρτωθεῖσα δίκην κύματος ἀνέπεμψεν αὐτοὺς ἐς δίπηχυ τοῦ ἀέρος. οἱ δὲ ᾖδον ᾠδήν, ὁποῖος ὁ παιὰν ὁ τοῦ Σοφοκλέους, ὃν Ἀθήνησι τῷ Ἀσκληπιῷ ᾅδουσιν. ἐπεὶ δὲ ἐς τὴν γῆν κατῆραν, καλέσας ὁ Ἰάρχας τὸ μειράκιον τὸ τὴν ἄγκυραν φέρον ἐπιμελήθητι ἔφη τῶν Ἀπολλωνίου ἑταίρων. ὁ δὲ πολλῷ θᾶττον ἢ οἱ ταχεῖς τῶν ὀρνίθων πορευθείς τε καὶ ἐπανελθὼν ἐπιμεμέλημαι ἔφη. θεραπεύσαντες οὖν τὰ πολλὰ τῶν ἱερῶν ἀνεπαύοντο ἐν τοῖς θάκοις, ὁ δὲ Ἰάρχας πρὸς τὸ μειράκιον ἔκφερε εἶπε τῷ σοφῷ Ἀπολλωνίῳ τὸν Φραώτου θρόνον, ἵνʼ ἐπʼ αὐτοῦ διαλέγοιτο.
“尽情饱览吧,”他说,“我们走吧。” 于是他们来到一处泉水旁——达米斯说后来见之,觉得它颇似玻俄提亚的狄耳刻泉——他们先是脱去衣服,接着用一种琥珀色的药膏涂抹头部。这药膏使印度人体内如此温热,以致身躯冒出蒸气,汗水如注而下,正如在火中沐浴之人一般;随后他们纵身跃入水中,如此沐浴之后,便头戴花冠、满怀颂歌之情走向神殿。他们排成歌队的阵势环立,以亚尔卡斯为领队,用竖立的杖击打地面;大地便如波涛般隆起,将他们托至空中约两肘之高。他们唱起一支歌,宛如雅典人在雅典献给阿斯克勒庇俄斯的那首索福克勒斯的佩安赞歌。待他们落回地面,亚尔卡斯唤来那名手持锚标的少年,说道: “去照应阿波罗尼乌斯的同伴们。” 那少年去而复返,其速远胜疾飞之鸟,说道: “已照应妥当。”料理了大部分圣仪之后,他们便在座椅上歇息。亚尔卡斯对那少年说: “去为智者阿波罗尼乌斯搬来弗拉欧忒斯的宝座,好让他坐于其上与我们交谈。”
ὡς δὲ ἐκάθισεν ἐρώτα, ἔφη ὅ τι βούλει, παρʼ ἄνδρας γὰρ ἥκεις πάντα εἰδότας. ἤρετο οὖν ὁ Ἀπολλώνιος, εἰ καὶ αὑτοὺς ἴσασιν, οἰόμενος αὐτόν, ὥσπερ Ἕλληνες, χαλεπὸν ἡγεῖσθαι τὸ ἑαυτὸν γνῶναι, ὁ δὲ ἐπιστρέψας παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν ἡμεῖς ἔφη πάντα γιγνώσκομεν, ἐπειδὴ πρώτους ἑαυτοὺς γιγνώσκομεν, οὐ γὰρ ἂν προσέλθοι τις ἡμῶν τῇ φιλοσοφίᾳ ταύτῃ μὴ πρῶτον εἰδὼς ἑαυτόν. ὁ δὲ Ἀπολλώνιος ἀναμνησθεὶς ὧν τοῦ Φραώτου ἤκουσε καὶ ὅπως ὁ φιλοσοφήσειν μέλλων ἑαυτὸν βασανίσας ἐπιχειρεῖ, τούτῳ ξυνεχώρησε τῷ λόγῳ, τουτὶ γὰρ καὶ περὶ ἑαυτοῦ ἐπέπειστο. πάλιν οὖν ἤρετο, τίνας αὑτοὺς ἡγοῖντο, ὁ δὲ θεοὺς εἶπεν, ἐπερομένου δὲ αὐτοῦ, διὰ τί, ὅτι ἔφη ἀγαθοί ἐσμεν ἄνθρωποι. τοῦτο τῷ Ἀπολλωνίῳ τοσαύτης ἔδοξεν εὐπαιδευσίας εἶναι μεστόν, ὡς εἰπεῖν αὐτὸ καὶ πρὸς Δομετιανὸν ὕστερον ἐν τοῖς ὑπὲρ ἑαυτοῦ λόγοις.
待他坐定,亚尔卡斯说道: “凡你所愿,尽可发问;因你所造访之人乃是无所不知的。” 于是阿波罗尼乌斯询问他们是否亦认识自身,他以为亚尔卡斯也会如希腊人一般,认为认识自己乃是一件难事;然而亚尔卡斯出乎阿波罗尼乌斯预料地转过身来,“我们”他说,“洞晓万物,乃因我们首先认识了自身;因我们之中若有人不先认清自己,绝不会投身于这一哲学。” 阿波罗尼乌斯忆及从弗拉欧忒斯那里听来的教益,以及将要从事哲学之人如何唯有在审验过自己之后方始着手,便赞同了这一见解,因他对自己亦向来深信此道。于是他又问,他们自视为何等人物;亚尔卡斯答道: “神明。” 在阿波罗尼乌斯追问何以如此时,“因为”他说,“我们是善人。” 此言在阿波罗尼乌斯看来充盈着何等高贵的修养,以致他日后在针对图密善皇帝的辩护辞中亦提及此事。
ἀναλαβὼν οὖν τὴν ἐρώτησιν περὶ ψυχῆς δὲ εἶπε πῶς φρονεῖτε; ὥς γε εἶπε Πυθαγόρας μὲν ὑμῖν, ἡμεῖς δὲ Αἰγυπτίοις παρεδώκαμεν. εἴποις ἂν οὖν, ἔφη καθάπερ ὁ Πυθαγόρας Εὔφορβον ἑαυτὸν ἀπέφηνεν, ὅτι καὶ σύ, πρὶν ἐς τοῦθʼ ἥκειν τὸ σῶμα, Τρώων τις ἢ Ἀχαιῶν ἦσθα ἢ ὁ δεῖνα; ὁ δὲ Ἰνδὸς Τροία μὲν ἀπώλετο εἶπεν ὑπὸ τῶν πλευσάντων Ἀχαιῶν τότε, ὑμᾶς δὲ ἀπολωλέκασιν οἱ ἐπʼ αὐτῇ λόγοι· μόνους γὰρ ἄνδρας ἡγούμενοι τοὺς ἐς Τροίαν στρατεύσαντας ἀμελεῖτε πλειόνων τε καὶ θειοτέρων ἀνδρῶν, οὓς ἥ τε ὑμετέρα γῆ καὶ ἡ Αἰγυπτίων καὶ ἡ Ἰνδῶν ἤνεγκεν. ἐπεὶ τοίνυν ἤρου με περὶ τοῦ προτέρου σώματος, εἰπέ μοι, τίνα θαυμασιώτερον ἡγῇ τῶν ἐπὶ Τροίαν τε καὶ ὑπὲρ Τροίας ἐλθόντων; ἐγὼ ἔφη Ἀχιλλέα τὸν Πηλέως τε καὶ Θέτιδος, οὗτος γὰρ δὴ κάλλιστός τε εἶναι τῷ Ὁμήρῳ ὕμνηται καὶ παρὰ πάντας τοὺς Ἀχαιοὺς μέγας ἔργα τε αὐτοῦ μεγάλα οἶδε.2 καὶ μεγάλων ἀξιοῖ τοὺς Αἴαντάς τε καὶ Νιρέας, οἳ μετʼ ἐκεῖνον καλοί τε αὐτῷ καὶ γενναῖοι ᾅδονται. πρὸς τοῦτον,3 ἔφη Ἀπολλώνιε, καὶ τὸν πρόγονον θεώρει τὸν ἐμόν, μᾶλλον δὲ τὸ πρόγονον σῶμα, τουτὶ γὰρ καὶ Πυθαγόρας Εὔφορβον ἡγεῖτο.
于是他重拾提问,“那么关于灵魂,”他说,“你们作何看法?” “正如”亚尔卡斯说,“毕达哥拉斯传授给你们,而我们传授给埃及人的一样。” “那么你能否说出,”阿波罗尼乌斯道,“正如毕达哥拉斯表明自己曾是欧福耳玻斯一样,在来到这个肉体之前,你也曾是特洛伊人或阿开奥斯人中的一员,抑或是某某特定之人?” 那印度人说道: “特洛伊当年固然为渡海而来的阿开奥斯人所毁,但关于它的那些传说却毁了你们;因你们仅将在特洛伊征战之人视为大丈夫,却漠视了你们的土地、埃及人的土地以及印度人的土地所育养出的更为众多、更为神圣的人物。既然你询问了我前世的肉躯,那么请告诉我,在进犯特洛伊与保卫特洛伊的群雄之中,你认为谁最为令人赞叹?” “就我而言,”阿波罗尼乌斯道,“当推珀琉斯与忒提斯之子阿喀琉斯;因为在荷马笔下,他被颂扬为容貌至美、功业超越一切阿开奥斯人的伟丈夫,荷马亦深知其丰功伟绩。荷马同样高度推重埃阿斯与尼柔斯等人,在阿喀琉斯之后,他们被荷马歌咏为健美英豪之士。” “阿波罗尼乌斯啊,”他说,“不妨以他为标尺来审视我的先祖,更确切地说是先祖之躯;因为毕达哥拉斯当年亦是如此看待欧福耳玻斯的。”
- 3.17καθάπερ τῶν πυρὶ λουομένων
属格 τῶν λουομένων 既可视为与前文主语 ὁ ἱδρώς(汗水)形成对照并在比较句中省略了中心词的所有格属格(“正如在火中沐浴者[的汗水]一般”),亦可视为省略了逻辑主语的独立属格的压缩结构。语境指借助火热进行蒸汽浴或干热浴之人汗如雨下的情态。
- 3.19ἔργα τε αὐτοῦ μεγάλα οἶδε
动词 οἶδε 的语法主语为荷马(Ὅμηρος),承接自前一被动语态分句中充当行为者与格(或评价与格)的 τῷ Ὁμήρῳ。接续其后的 καὶ μεγάλων ἀξιοῖ 的主语同样是荷马。
- 3.19πρὸς τοῦτον
介词 πρός 接宾格在此并非表示处所或运动方向,而是表示比照或评判的基准(“与他相比”、“对照于他”)。亚尔卡斯以此引导阿波罗尼乌斯将他方才盛赞的阿喀琉斯(τοῦτον)作为对照标杆,来衡量自己前世的肉身。
