- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼乌斯与印度智者之首亚尔卡斯相见,对方展现出惊人的透视与预知能力,允诺倾囊相授其智慧,并邀请他列席正午的祭神仪式。
προσιόντα δὲ τὸν Ἀπολλώνιον οἱ μὲν ἄλλοι σοφοὶ προσήγοντο ἀσπαζόμενοι ταῖς χερσίν, ὁ δὲ Ἰάρχας ἐκάθητο μὲν ἐπὶ δίφρου ὑψηλοῦ — χαλκοῦ δὲ μέλανος ἦν καὶ πεποίκιλτο χρυσοῖς ἀγάλμασιν, οἱ δὲ τῶν ἄλλων δίφροι χαλκοῖ μέν, ἄσημοι δὲ ἦσαν, ὑψηλοὶ δὲ ἧττον, ὑπεκάθηντο γὰρ τῷ Ἰάρχᾳ — τὸν δὲ Ἀπολλώνιον ἰδὼν φωνῇ τε ἠσπάσατο Ἑλλάδι καὶ τὰ τοῦ Ἰνδοῦ γράμματα ἀπῄτει. θαυμάσαντος δὲ τοῦ Ἀπολλωνίου τὴν πρόγνωσιν καὶ γράμμα γε ἓν ἔφη λείπειν τῇ ἐπιστολῇ, δέλτα εἰπών, παρῆλθε γὰρ αὐτὸν γράφοντα.1 καὶ ἐφάνη τοῦτο ὧδε ἔχον· ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν πῶς, ἔφη ὦ Ἀπολλώνιε, περὶ ἡμῶν φρονεῖτε; πῶς εἶπεν ἢ ὡς δηλοῖ2 τὸ ὑμῶν ἕνεκα ἥκειν με ὁδόν, ἣν μήπω τις τῶν ὅθεν περ ἐγὼ ἀνθρώπων; τί δὲ ἡμᾶς πλέον οἴει σαυτοῦ γιγνώσκειν; ἐγὼ μὲν εἶπε σοφώτερά τε ἡγοῦμαι τὰ ὑμέτερα καὶ πολλῷ θειότερα. εἰ δὲ μηδὲν πλέον ὧν οἶδα παρʼ ὑμῖν εὕροιμι, μεμαθηκὼς ἂν εἴην καὶ τὸ μηκέτʼ ἔχειν ὅ τι μάθοιμι.3 ὑπολαβὼν οὖν ὁ Ἰνδὸς οἱ μὲν ἄλλοι ἔφη τοὺς ἀφικνουμένους ἐρωτῶσι, ποταποί τε ἥκουσι καὶ ἐφʼ ὅ τι, ἡμῖν δὲ σοφίας ἐπίδειξιν πρώτην ἔχει τὸ μὴ ἀγνοῆσαι τὸν ἥκοντα. ἔλεγχε δὲ πρῶτον τοῦτο. καὶ εἰπὼν ταῦτα πατρόθεν τε διῄει τὸν Ἀπολλώνιον καὶ μητρόθεν καὶ τὰ ἐν Αἰγαῖς πάντα καὶ ὡς προσῆλθεν αὐτῷ ὁ Δάμις καὶ εἰ δή τι ἐσπούδασαν ὁδοιποροῦντες ἢ σπουδάζοντος ἑτέρου εἶδον, πάντα ταῦθʼ ὥσπερ κοινωνήσας αὐτοῖς τῆς ἀποδημίας ὁ Ἰνδὸς ἀπνευστί τε καὶ σαφῶς εἶρεν. ἐκπλαγέντος δὲ τοῦ Ἀπολλωνίου καὶ ὁπόθεν εἰδείη, ἐπερομένου καὶ σὺ μέτοχος ἔφη τῆς σοφίας ταύτης ἥκεις, ἀλλʼ οὔπω πάσης. διδάξῃ οὖν με ἔφη τὴν σοφίαν πᾶσαν; καὶ ἀφθόνως γε, εἶπε τουτὶ γὰρ σοφώτερον τοῦ βασκαίνειν τε καὶ κρύπτειν τὰ σπουδῆς ἄξια, καὶ ἄλλως, Ἀπολλώνιε, μεστόν σε ὁρῶ τῆς μνημοσύνης, ἣν ἡμεῖς μάλιστα θεῶν ἀγαπῶμεν. ἦ γὰρ καθεώρακας, εἶπεν ὅπως πέφυκα; ἡμεῖς, ἔφη ὦ Ἀπολλώνιε, πάντα ὁρῶμεν τὰ τῆς ψυχῆς εἴδη ξυμβόλοις αὐτὰ μυρίοις ἐξιχνεύοντες. ἀλλʼ ἐπεὶ μεσημβρία πλησίον καὶ τὰ πρόσφορα τοῖς θεοῖς χρὴ παρασκευάσαι, νῦν μὲν ταῦτʼ ἐκπονῶμεν, μετὰ ταῦτα δέ, ὁπόσα βούλει, διαλεγώμεθα, παρατύγχανε δὲ πᾶσι τοῖς δρωμένοις. νὴ Δίʼ, εἶπεν ἀδικοίην ἂν τὸν Καύκασον καὶ τὸν Ἰνδόν, οὓς ὑπερβὰς διʼ ὑμᾶς ἥκω, εἰ μὴ πάντων ἐμφοροίμην ὧν δρῴητε.4
当阿波罗尼乌斯走近时,其余的智者们用手势致意欢迎他,而亚尔卡斯则端坐于一张高座之上——那座椅由黑铜制成,饰有黄金雕像;其余人的座椅虽也是青铜所造,却无纹饰,且更为低矮,因他们位居亚尔卡斯之下。他一见到阿波罗尼乌斯,便用希腊语向他致候,并索要那位印度国王的书信。在阿波罗尼乌斯为其预知能力感到惊叹时,亚尔卡斯又指出信中漏掉了一个字母,且言明是个德尔塔字母,因为写信者在落笔时遗漏了它;事实果真如此。读完信后,他问道: “阿波罗尼乌斯,你们对我们作何看法?” 阿波罗尼乌斯答道: “除了我为了你们而走了一条自我故土之人从未走过的路这一事实所表明的之外,还能作何看法呢?” “那么,你认为我们所知有何胜过你自己之处?” “就我而言,”他回答说,“我认为你们的学问更具智慧,且远为神圣。但即便我在你们这里未能发现任何超出我所知的事物,我也至少学到了我已无甚可学这一件事。” 于是那位印度哲人接话道: “其他人总会询问来客是何方人士、因何而来,但对我们而言,智慧的首要展示乃是不对来客茫然不知。你且先检验这一点。” 说毕,他便从父系到母系列举阿波罗尼乌斯的世系,讲述他在埃盖经历的一切,达米斯是如何归附于他,以及他们在旅途中悉心探讨过何事、抑或见过他人专心致志于何事;这一切,那印度人宛如与他们一同游历过一般,一口气而又清晰准确地娓娓道来。阿波罗尼乌斯惊异莫名,探询他从何得知这一切,他便说道: “你来到此处,亦已分享了这种智慧,只是尚未得其全貌。” “那么,你会将全部的智慧传授给我吗?”他问道。 “自然是毫无保留地传授,”他说,“因为这比起嫉妒并隐匿值得研求的事物更为睿智;况且,阿波罗尼乌斯,我见你充盈着记忆女神的力量,而她正是我们在诸神中最钟爱的一位。” “难道你已经看透,”他说,“我是何种天性了吗?” “阿波罗尼乌斯,”他说,“我们能照见灵魂的所有形态,通过无数微征将其探求穷尽。然而,时近正午,理当为诸神备妥合宜的祭礼,我们此刻且先料理这些,稍后随你意愿尽情交谈;你也来列席所行的一切仪式吧。” “凭宙斯起誓,”他说,“若我不饱览你们所行的一切,那我便愧对了为了见你们而越过的高加索与印度河了。”
- 3.16παρῆλθε γὰρ αὐτὸν γράφοντα
动词 παρέρχομαι 与宾格代词(αὐτόν)以及同位修饰的现在分词(γράφοντα)连用,表示“当他书写时,该字母从他注意中漏掉了”。其语法主语为前句提及的字母(γράμμα / δέλτα),αὐτόν 指代写信者。
- 3.16πῶς ἢ ὡς δηλοῖ
疑问词 πῶς 紧接连词 ἤ,构成一种表示反诘强调的惯用句式,意为“除了……之外,还能怎样”。随后的 ὡς 引出谓语动词 δηλοῖ,整句意为“除了……所表明的之外,还能怎样认为呢”。
- 3.16μεμαθηκὼς ἂν εἴην καὶ τὸ μηκέτʼ ἔχειν ὅ τι μάθοιμι
由完成时分词 μεμαθηκώς、愿望语气动词 εἴην 与 ἄν 构成的复合完成时愿望语气(表潜在),充当前面条件从句 εἰ ... εὕροιμι 的主句结论。从属从句 ὅ τι μάθοιμι 中的愿望语气属于间接引语从属性质或潜在愿望语气,意为“何等可学之物/还能够学到的东西”。
- 3.16ὧν δρῴητε
关系代词的引缩现象(attractio relativi),宾格关系代词(ἃ)受到其先行词 πάντων 的属格影响而被同化为 ὧν。动词 δρῴητε 是因处于愿望语气条件从句(εἰ μὴ ... ἐμφοροίμην)内部而采用的从属愿望语气(同化)。
