← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.40-2.43

辞别弗拉欧特斯王与亚历山大祭坛

阿波罗尼奥斯一行结束了印度国王弗拉欧特斯的款待,获得新骆驼、向导及写给雅尔卡斯的引荐信,随后离开塔克西拉,途经亚历山大的战役遗迹与纪功祭坛继续前行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.40

ἐπεὶ δὲ τὰ τῆς δίκης ὧδε ἔσχε, προσελθὼν ὁ Ἀπολλώνιος τῷ Ἰνδῷ τήμερον εἶπεν ἡ τρίτη τῶν ἡμερῶν, ἐν αἷς ἐποιοῦ με, ὦ βασιλεῦ, ξένον, τῆς δʼ ἐπιούσης ἕω χρὴ ἐξελαύνειν ἑπόμενον τῷ νόμῳ. ἀλλʼ οὐδὲ ὁ νόμος εἶπεν ἤδη διαλέγεταί σοι, καὶ γὰρ τῇ αὔριον μένειν ἔξεστιν, ἐπειδὴ μετὰ μεσημβρίαν ἀφίκου. χαίρω ἔφη τῷ ξενίῳ, καὶ γάρ μοι δοκεῖς καὶ σοφίζεσθαι τὸν νόμον διʼ ἐμέ. εἰ γὰρ καὶ λῦσαι αὐτὸν ἠδυνάμην εἶπε τό γε ὑπὲρ σοῦ.1 ἀλλʼ ἐκεῖνό μοι εἰπέ, Ἀπολλώνιε, αἱ κάμηλοι, ἐφʼ ὧν ὀχεῖσθαί σέ φασιν, οὐκ ἐκ Βαβυλῶνος ἄγουσιν ὑμᾶς; ἐκεῖθεν ἔφη δόντος γε αὐτὰς Οὐαρδάνου. ἔτʼ οὖν ὑμᾶς ἀπάγειν δυνήσονται, τοσαῦτα ἤδη στάδια ἐκ Βαβυλῶνος ἥκουσαι; ἐσιώπησε μὲν ὁ Ἀπολλώνιος, ὁ δὲ Δάμις οὔπω συνίησιν, ἔφη ὦ βασιλεῦ, τῆς ἀποδημίας ὁ ἀνὴρ οὗτος, οὐδὲ τῶν ἐθνῶν, ἐν οἷς λοιπόν ἐσμεν, ἀλλʼ ὡς πανταχοῦ σέ τε καὶ Οὐαρδάνην ἕξων παιδιὰν ἡγεῖται τὸ ἐς Ἰνδοὺς παρελθεῖν. τό τοι τῶν καμήλων οὐ διομολογεῖται πρὸς σέ, ὃν ἔχει τρόπον· διάκεινται γὰρ οὕτω κακῶς, ὡς αὐταὶ μᾶλλον ὑφʼ ἡμῶν φέρεσθαι, καὶ δεῖ ἑτέρων. ἂν γὰρ ὀκλάσωσιν ἐν ἐρήμῳ που τῆς Ἰνδικῆς, ἡμεῖς μὲν ἔφη καθεδούμεθα τοὺς γῦπάς τε καὶ τοὺς λύκους ἀποσοβοῦντες τῶν καμήλων, ἡμῶν δὲ οὐδεὶς ἀποσοβήσει, προσαπολούμεθα γάρ. ὑπολαβὼν οὖν ὁ βασιλεὺς ἐγὼ ἔφη τοῦτο ἰάσομαι, ὑμῖν τε γὰρ ἑτέρας δώσω — τεττάρων, οἶμαι, δεῖσθε — καὶ ὁ σατράπης δὲ ὁ ἐπὶ τοῦ Ἰνδοῦ πέμψει ἐς Βαβυλῶνα ἑτέρας τέτταρας. ἔστι δέ μοι ἀγέλη καμήλων ἐπὶ τῷ Ἰνδῷ, λευκαὶ πᾶσαι. ἡγεμόνα δὲ εἶπεν ὁ Δάμις οὐκ ἄν, ὦ βασιλεῦ, δοίης; καὶ κάμηλόν γε ἔφη τῷ ἡγεμόνι δώσω καὶ ἐφόδια, ἐπιστελῶ δὲ καὶ Ἰάρχᾳ τῷ πρεσβυτάτῳ τῶν σοφῶν, ἵνʼ Ἀπολλώνιον μὲν ὡς μηδὲν κακίω ἑαυτοῦ δέξηται, ὑμᾶς δὲ ὡς φιλοσόφους τε καὶ ὀπαδοὺς ἀνδρὸς θείου. καὶ χρυσίον δὲ ἐδίδου ὁ Ἰνδὸς καὶ ψήφους καὶ ὀθόνας καὶ μυρία τοιαῦτα· ὁ δὲ Ἀπολλώνιος χρυσίον μὲν ἔφη ἱκανὸν ἑαυτῷ εἶναι δόντος γε Οὐαρδάνου τῷ ἡγεμόνι ἀφανῶς αὐτό, τὰς δὲ ὀθόνας λαμβάνειν, ἐπειδὴ ἐοίκασι τρίβωνι τῶν ἀρχαίων τε καὶ πάνυ Ἀττικῶν. μίαν δέ τινα τῶν ψήφων ἀνελόμενος ὦ βελτίστη εἶπεν ὡς ἐς καιρόν σε καὶ οὐκ ἀθεεὶ εὕρηκα ἰσχύν, οἶμαί, τινα ἐν αὐτῇ καθεωρακὼς ἀπόρρητόν τε καὶ θείαν. οἱ δὲ ἀμφὶ τὸν Δάμιν χρυσίον μὲν οὐδʼ αὐτοὶ προσίεντο, τῶν ψήφων δὲ ἱκανῶς ἐδράττοντο, ὡς θεοῖς ἀναθήσοντες, ὅτε ἐπανέλθοιεν ἐς τὰ ἑαυτῶν ἤθη.

当诉讼之事以此种方式了结后,阿波罗尼奥斯走到印度国王面前说:“国王啊,在您接纳我为客人的日子里,今天已是第三天;根据法律,明天黎明时我必须启程。” “然而法律,”国王说,“尚未对你发话;因为既然你是在午后抵达的,你明天也被允许停留。” “我很高兴领受这份好客,”阿波罗尼奥斯说,“因为在我看来,您为了我甚至巧妙地通融了法律。” “如果我也能为了你的缘故而废除它就好了,”国王说。“但请告诉我这件事,阿波罗尼奥斯:人们说你所骑乘的骆驼,难道不是从巴比伦把你们带过来的吗?” “是从那里,”他说,“是瓦尔达内斯赠予的。” “既然已经从巴比伦跋涉了这么多的里数,它们还能继续驮运你们吗?” 阿波罗尼奥斯默不作声,达米斯却说道:“国王啊,这个人还不明白此番远行是怎么回事,也不了解我们今后将置身于其中的部族;他以为到处都能遇到您和瓦尔达内斯这样的人,把前往印度人那里视同儿戏。关于骆驼,他根本没有向您坦白它们的真实境况。因为它们虚弱不堪,倒不如说是我们在驮着它们,我们还需要别的骆驼。因为如果它们倒在印度的某处荒漠中,我们,”他说,“就只能坐在那里,替骆驼驱赶秃鹰和野狼,却没有人替我们驱赶,因为我们将与它们一同丧命。” 国王于是接过话头说:“这事我来解决。我给你们另备几匹骆驼——我想你们需要四匹——而驻守在印度河的行省总督则会把另外四匹送回巴比伦。我在印度河畔有一群骆驼,全部都是白色的。” “国王啊,”达米斯说,“您能不能再给我们派一位向导呢?” “我也会给向导一匹骆驼和旅费,”国王说,“而且我还会写信给智者中最年长的雅尔卡斯,让他把阿波罗尼奥斯当作毫不逊于自己的人来接待,而把你们当作哲学家和一位神圣之人的随从。” 印度国王还赠送黄金、宝石、细麻布料和无数此类财物。阿波罗尼奥斯说,至于黄金,既然瓦尔达内斯已暗中付给向导,于他自己便已足够;但他收下了细麻布,因为它们很像古昔纯正的雅典式粗斗篷。他拾起其中一颗宝石说:“至善之物啊,我找到你何其合时,且并非没有神意!”——我想这是因为他在其中察觉到了某种隐秘的神圣力量。达米斯一行人虽然同样没有接受黄金,却大量拿取了宝石,打算在回到故土时奉献给神明。

§2.41

Καταμείνασι δὲ αὐτοῖς καὶ τὴν ἐπιοῦσαν, οὐ γὰρ μεθίετο σφῶν ὁ Ἰνδός, δίδωσι τὴν πρὸς τὸν Ἰάρχαν ἐπιστολὴν γεγραμμένην ὧδε· βασιλεὺς Φραώτης Ἰάρχᾳ διδασκάλῳ καὶ τοῖς περὶ αὐτὸν χαίρειν. Ἀπολλώνιος ἀνὴρ σοφώτατος σοφωτέρους ὑμᾶς ἑαυτοῦ ἡγεῖται καὶ μαθησόμενος ἥκει τὰ ὑμέτερα πέμπετε οὖν αὐτὸν εἰδότα ὁπόσα ἴστε· ὡς ἀπολεῖται οὐδὲν τῶν μαθημάτων ὑμῖν,2 καὶ γὰρ λέγει ἄριστα ἀνθρώπων καὶ μέμνηται. ἰδέτω δὲ καὶ τὸν θρόνον, ἐφʼ οὗ καθίσαντί μοι τὴν βασιλείαν ἔδωκας, Ἰάρχα πάτερ. καὶ οἱ ἑπόμενοι δὲ αὐτῷ ἄξιοι ἐπαίνου, ὅτι τοιοῦδε ἀνδρὸς ἥττηνται. εὐτύχει καὶ εὐτυχεῖτε.

由于印度国王不肯放他们离去,他们在次日也留了下来;国王便把写给雅尔卡斯的信交给他们,信文如下: “弗拉欧特斯国王向导师雅尔卡斯及其门人致意。智慧绝顶之人阿波罗尼奥斯认为你们比他自己更聪慧,因而前来学习你们的学问。因此,请在他通晓你们所知的一切之后将他送回;对你们而言,没有一样学问会荒废,因为在众人之中他最善言谈且记忆超群。雅尔卡斯父亲啊,也请让他看一看你曾让我坐在其上并将王位赐予我的宝座。跟随他的人同样值得赞赏,因为他们折服于如此非凡的人物。祝你及诸位安好。”

§2.42

ἐξελάσαντες δὲ τῶν Ταξίλων καὶ δύο ἡμερῶν ὁδὸν διελθόντες ἀφίκοντο ἐς τὸ πεδίον, ἐν ᾧ λέγεται πρὸς Ἀλέξανδρον ἀγωνίσασθαι Πῶρος, καὶ πύλας ἐν αὐτῷ ἰδεῖν φασι ξυγκλειούσας οὐδέν, ἀλλὰ τροπαίων ἕνεκα ᾠκοδομημένας. ἀνακεῖσθαι γὰρ ἐπʼ αὐτῶν τὸν Ἀλέξανδρον ἐφεστηκότα τετραρρύμοις ἅρμασιν, οἷος ἐπὶ τοῖς Δαρείου σατράπαις ἐν Ἰσσοῖς ἕστηκε. διαλείπουσαι δʼ οὐ πολὺ ἀλλήλων δύο ἐξῳκοδομῆσθαι λέγονται πύλαι, καὶ φέρειν ἡ μὲν Πῶρον, ἡ δὲ Ἀλέξανδρον, ξυμβεβηκότε, οἶμαι, μετὰ τὴν μάχην,3 ὁ μὲν γὰρ ἀσπαζομένῳ ἔοικεν, ὁ δὲ προσκυνοῦντι.

他们离开塔克西拉,走了两天的路程,抵达了传说中波鲁斯与亚历山大交战的平原。据说在平原上可以看到并未围拢任何建筑的城门,而是纯粹为了纪念战功而建的。因为门上安放着亚历山大的雕像,他站在四辕战车上,正如他在伊苏斯面对大流士的行省总督们时站立的姿态。据说两座门相距不远而建,一座载有波鲁斯,另一座载有亚历山大,我想是表现战后和解的情景,因为一人看似在致意,另一人看似在俯首行礼。

§2.43

ποταμὸν δὲ Ὑδραώτην ὑπερβάντες καὶ πλείω ἔθνη ἀμείψαντες ἐγένοντο πρὸς τῷ Ὑφάσιδι, στάδια δὲ ἀπέχοντες τούτου τριάκοντα βωμοῖς τε ἐνέτυχον, οἷς ἐπεγέγραπτο ΠΑΤΡΙ ΑΜΜΩΝΙ ΚΑΙ ΗΡΑΚΛΕΙ ΑΔΕΛΦΩΙ ΚΑΙ ΑΘΗΝΑΙ ΠΡΟΝΟΙΑΙ ΚΑΙ ΔΙΙ ΟΛΥΜΠΙΩΙ ΚΑΙ ΣΑΜΟΘΡΑΙΞΙ ΚΑΒΕΙΡΟΙΣ ΚΑΙ ΙΝΔΩΙ ΗΛΙΩΙ ΚΑΙ ΔΕΛΦΩΙ ΑΠΟΛΛΩΝΙ, φασὶ δὲ καὶ στήλην ἀνακεῖσθαι χαλκῆν, ᾗ ἐπιγεγράφθαι ΑΛΕΞΑΝΔΡΟΣ ΕΝΤΑΥΘΑ ΕΣΤΗ. τοὺς μὲν δὴ βωμοὺς Ἀλεξάνδρου ἡγώμεθα τὸ τῆς ἑαυτοῦ ἀρχῆς τέρμα τιμῶντος, τὴν δὲ στήλην τοὺς μετὰ τὸν Ὕφασιν Ἰνδοὺς ἀναθεῖναι δοκῶ μοι λαμπρυνομένους ἐπὶ τῷ Ἀλέξανδρον μὴ προελθεῖν πρόσω.

他们渡过许德拉欧忒斯河,经过了更多的部族,抵达了许法西斯河;在距离该河三十斯塔德的地方,他们遇到了一些祭坛,上面刻着:“献给父神阿蒙、兄弟赫拉克勒斯、先见雅典娜、奥林匹亚宙斯、萨莫色雷斯卡贝罗伊诸神、印度赫利俄斯和德尔斐阿波罗。”据说还立有一根青铜柱,上面刻着:“亚历山大止步于此。”我们可以认为那些祭坛属于亚历山大,用来尊奉他自身统治的极限;至于那根铜柱,在我看来,则是许法西斯河对岸的印度人所立,旨在夸耀亚历山大未能更向前进。

语法注3 条
  1. 2.40εἰ γὰρ καὶ λῦσαι αὐτὸν ἠδυνάμην τό γε ὑπὲρ σοῦ

    由 εἰ γάρ 接直陈式过去时(ἠδυνάμην)构成的无法实现的愿望表达(“要是能够废除它就好了”)。句末的 τό γε ὑπὲρ σοῦ 作副词性宾格,意为“至少为了你的缘故”或“就你而言”,对愿望施加限制。

  2. 2.41ὡς ἀπολεῖται οὐδὲν τῶν μαθημάτων ὑμῖν

    紧随祈使句(πέμπετε...)之后的因果从句,连词 ὡς 在此相当于 γάρ,引出原因(“因为……”)。ὑμῖν 为损益或关涉与格,意为“对你们而言,学问绝不会有丝毫损失”。

  3. 2.42ξυμβεβηκότε, οἶμαι, μετὰ τὴν μάχην

    ξυμβεβηκότε 是完成时分词 συμβεβηκώς 的阳性双数主格/宾格形式。它与前文门上的两个人像(波鲁斯与亚历山大)相一致,充当述语性分词,表“在战后已然和解的两尊雕像”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.40-2.43