- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.8-2.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯一行渡过科芬河来到倪萨山,探访了狄奥尼索斯的圣所。作者探讨了关于狄奥尼索斯起源的各种说法及亚历山大未曾登山的原由,并记述了阿奥尔诺斯岩峰的传说。
διαβάντες δὲ τὸν Κωφῆνα ποταμὸν αὐτοὶ μὲν ἐπὶ νεῶν, κάμηλοι δὲ πεζῇ τὸ ὕδωρ, ὁ γὰρ ποταμὸς οὔπω μέγας, ἐγένοντο ἐν τῇ βασιλευομένῃ ἠπείρῳ, ἐν ᾗ ἀνατεῖνον πεφύτευται Νῦσα ὄρος ἐς κορυφὴν ἄκραν, ὥσπερ ὁ ἐν Λυδίᾳ Τμῶλος, ἀναβαίνειν δʼ αὐτὸ ἔξεστιν, ὡδοποίηται γὰρ ὑπὸ τοῦ γεωργεῖσθαι. ἀνελθόντες οὖν ἱερῷ Διονύσου ἐντυχεῖν φασιν, ὃ δὴ Διόνυσον ἑαυτῷ φυτεῦσαι1 δάφναις περιεστηκυίαις κύκλῳ, τοσοῦτον περιεχούσαις τῆς γῆς, ὅσον ἀπόχρη νεῷ ξυμμέτρῳ, κιττόν τε περιβαλεῖν αὐτὸν καὶ ἀμπέλους ταῖς δάφναις, ἄγαλμά τε ἑαυτοῦ ἔνδον στήσασθαι γιγνώσκοντα ὡς ξυμφύσει τὰ δένδρα ὁ χρόνος καὶ δώσει τινὰ ἀπʼ αὐτῶν ὄροφον, ὃς οὕτω ξυμβέβληται νῦν, ὡς μήτε ὕεσθαι τὸ ἱερὸν μήτʼ ἀνέμῳ ἐσπνεῖσθαι. δρέπανα δὲ καὶ ἄρριχοι καὶ ληνοὶ καὶ τὰ ἀμφὶ ληνοὺς ἀνάκειται τῷ Διονύσῳ χρυσᾶ καὶ ἀργυρᾶ καθάπερ τρυγῶντι. τὸ δὲ ἄγαλμα εἴκασται μὲν ἐφήβῳ Ἰνδῷ, λίθου δὲ ἔξεσται λευκοῦ. ὀργιάζοντος δὲ αὐτοῦ καὶ σείοντος τὴν Νῦσαν ἀκούουσιν αἱ πόλεις αἱ ὑπὸ τῷ ὄρει καὶ ξυνεξαίρονται.
他们渡过了科芬河——他们自己乘船,骆驼则趟水而过,因为河水尚不算浩大——便进入了那由国王统治的本土大陆。在这里,倪萨山拔地而起,直至最高峰峦都植满了林木,正如吕底亚的特摩罗斯山一样;人们可以攀登此山,因为开垦耕作使得道路得以辟出。据说他们登上去后,偶遇了一座狄奥尼索斯的圣所,这正是狄奥尼索斯亲自为自己种植的:月桂树环绕成圈,所围之地恰好够建一座适度大小的殿堂;他亲自将常春藤和葡萄藤缠绕在月桂树上,并在内部树立起自己的塑像,因为他深知岁月会使这些树木合拢生长,并由此形成一层屋顶,如今这屋顶已然严丝合缝,以致圣所既不遭雨淋,亦不为风侵。金银制成的镰刀、柳条篮、压榨桶以及压榨器具都被奉献给狄奥尼索斯,犹如献给采摘葡萄者。那尊雕像形似一位印度青年,由白石雕琢而成。当神明举行狂欢秘仪并震动倪萨山时,山下的各城镇都能听见,并一同陷入狂热之中。
διαφέρονται δὲ περὶ τοῦ Διονύσου τούτου καὶ Ἕλληνες Ἰνδοῖς καὶ Ἰνδοὶ ἀλλήλοις· ἡμεῖς μὲν γὰρ τὸν Θηβαῖον ἐπʼ Ἰνδοὺς ἐλάσαι φαμὲν στρατεύοντά τε καὶ βακχεύοντα τεκμηρίοις χρώμενοι τοῖς τε ἄλλοις καὶ τῷ Πυθοῖ ἀναθήματι, ὃ δὴ ἀπόθετον οἱ ἐκεῖ θησαυροὶ ἴσχουσιν· ἔστι δὲ ἀργύρου Ἰνδικοῦ δίσκος, ᾧ ἐπιγέγραπται· ΔΙΟΝΥΣΟΣ Ο ΣΕΜΕΛΗΣ ΚΑΙ ΔΙΟΣ ΑΠΟ ΙΝΔΩΝ ΑΠΟΛΛΩΝΙ ΔΕΛΦΩΙ. Ἰνδῶν δὲ οἱ περὶ Καύκασον καὶ Κωφῆνα ποταμὸν ἐπηλύτην Ἀσσύριον αὐτόν φασιν ἐλθεῖν τὰ τοῦ Θηβαίου εἰδότα· οἱ δὲ τὴν Ἰνδοῦ τε καὶ Ὑδραώτου μέσην νεμόμενοι καὶ τὴν μετὰ ταῦτα ἤπειρον, ἣ δὴ ἐς ποταμὸν Γάγγην τελευτᾷ, Διόνυσον γενέσθαι ποταμοῦ παῖδα Ἰνδοῦ λέγουσιν, ᾧ φοιτήσαντα τὸν ἐκ Θηβῶν ἐκεῖνον θύρσου τε ἅψασθαι καὶ δοῦναι ὀργίοις, εἰπόντα δέ, ὡς εἴη Διὸς καὶ τῷ τοῦ πατρὸς ἐμβιῴη μηρῷ τόκου ἕνεκα, Μηρόν τε εὑρέσθαι παρʼ αὐτοῦ ὄρος, ᾧ προσβέβηκεν ἡ Νῦσα, καὶ τὴν Νῦσαν τῷ Διονύσῳ ἐκφυτεῦσαι ἀπάγοντα ἐκ Θηβῶν τὸ γόνυ τῆς ἀμπέλου, οὗ καὶ Ἀλέξανδρος ὀργιάσαι. οἱ δὲ τὴν Νῦσαν οἰκοῦντες οὔ φασι τὸν Ἀλέξανδρον ἀνελθεῖν ἐς τὸ ὄρος, ἀλλʼ ὁρμῆσαι μέν, ἐπειδὴ φιλότιμός τε ἦν καὶ ἀρχαιολογίας ἥττων, δείσαντα δὲ μὴ ἐς ἀμπέλους παρελθόντες οἱ Μακεδόνες, ἃς χρόνου ἤδη οὐχ ἑωράκεσαν, ἐς πόθον τῶν οἴκοι ἀπενεχθῶσιν ἢ ἐπιθυμίαν τινὰ οἴνου ἀναλάβωσιν εἰθισμένοι ἤδη τῷ ὕδατι, παρελάσαι τὴν Νῦσαν, εὐξάμενον τῷ Διονύσῳ καὶ θύσαντα ἐν τῇ ὑπωρείᾳ. καὶ γιγνώσκω μὲν οὐκ ἐς χάριν ταῦτα ἐνίοις γράφων, ἐπειδὴ οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες οὐδὲ ταῦτα ἐς τὸ ἀληθὲς ἀνέγραψαν, δεῖ δὲ ἀληθείας ἐμοὶ γοῦν, ἣν εἰ κἀκεῖνοι ἐπῄνεσαν, οὐκ ἂν ἀφείλοντο καὶ τοῦδε τοῦ ἐγκωμίου τὸν Ἀλέξανδρον·2 τοῦ γὰρ ἀνελθεῖν ἐς τὸ ὄρος καὶ βακχεῦσαι αὐτόν, ἃ ἐκεῖνοι λέγουσι, μεῖζον, οἶμαι, τὸ ὑπὲρ καρτερίας τοῦ στρατοῦ μηδὲ ἀναβῆναι.3
关于这位狄奥尼索斯,希腊人与印度人意见相左,印度人之间也互有分歧。因为我们主张是那位底比斯的狄奥尼索斯进军印度,一路征伐并举行酒神狂欢,我们所依据的证据除了其他事物之外,还包括在皮托的奉纳物,那里的宝库珍藏着它:那是一个印度纯银制作的圆盘,上面铭刻着:“塞墨勒与宙斯之子狄奥尼索斯,自印度献予德尔斐的阿波罗。”而居住在高加索山和科芬河周围的印度人则声称,他是一位熟知底比斯人事迹的亚述异乡人;而那些居住在印度河与许德拉奥特斯河之间、以及其后直至恒河为止的大片土地上的人们却说,狄奥尼索斯本是印度河的儿子,那位来自底比斯的人曾拜访他,手执权杖,献身于秘仪;底比斯人声称自己是宙斯之子,为了出生的缘故曾寄生于父亲的大腿之中,于是从他那里获得了邻接倪萨山的梅罗斯山,并把葡萄藤的节株从底比斯带来,为狄奥尼索斯种植了倪萨山,亚历山大也曾在此举行狂欢秘仪。但倪萨的居民却说亚历山大并未登上此山;他虽然一心想去——因为他野心勃勃且易受远古传说的吸引——但唯恐马其顿人一旦来到久未见过的葡萄树前,会陷入对家乡的思念,或者在已经习惯饮水之后又重燃对葡萄酒的渴望,于是在向狄奥尼索斯祈祷并在山脚献祭之后,便从倪萨山旁策马而过。我也知道我写下这些并不能讨好某些人,因为随亚历山大出征的人甚至在这些事上也未按事实据实记录;但至少对我而言必须秉持真实,假若他们也尊崇真实,就不会剥夺亚历山大的这一赞誉了:因为依我看来,为了军队的坚忍克制而根本不登山,比起如他们所说的那样登山狂欢,乃是更为伟大的功绩。
τὴν δὲ Ἄορνον πέτραν οὐ πολὺ ἀπέχουσαν τῆς Νύσης ἰδεῖν μὲν οὔ φησιν ὁ Δάμις, ἐν ἐκβολῇ γὰρ κεῖσθαι τῆς ὁδοῦ καὶ δεδιέναι τὸν ἡγεμόνα ἐκτρέπεσθαί ποι παρὰ τὸ εὐθύ, ἀκοῦσαι δέ, ὡς ἁλωτὸς μὲν Ἀλεξάνδρῳ γένοιτο, Ἄορνος δὲ ὀνομάζοιτο οὐκ ἐπειδὴ στάδια πεντεκαίδεκα ἀνέστηκε, πέτονται γὰρ καὶ ὑπὲρ τοῦτο οἱ ἱεροὶ ὄρνιθες, ἀλλʼ ἐν κορυφῇ τῆς πέτρας ῥῆγμα εἶναί φασι τοὺς ὑπερπετομένους τῶν ὀρνίθων ἐπισπώμενον, ὡς Ἀθήνησί τε ἰδεῖν ἐστιν ἐν προδόμῳ τοῦ Παρθενῶνος καὶ πολλαχοῦ τῆς Φρυγῶν καὶ Λυδῶν γῆς, ὑφʼ οὗ τὴν πέτραν Ἄορνον κεκλῆσθαί τε καὶ εἶναι.
达米斯说他并未亲眼见到离倪萨不远的阿奥尔诺斯岩峰,因为该处偏离了大道,向导害怕偏离直行的道路;但他听说此地曾被亚历山大攻克,而被称为“阿奥尔诺斯”并非因为它高耸达十五斯塔德——因为神鸟甚至能飞得比这更高——而是据说岩峰顶上有一处裂隙,能将飞掠其上的飞鸟吸扯进去,正如在雅典帕特农神庙的前廊以及弗里吉亚和吕底亚的许多地方所见到的那样;正因如此,这座岩峰才被称为且实为“无鸟之峰”。
- 2.8ὃ δὴ Διόνυσον ἑαυτῷ φυτεῦσαι
在由关系代词 ὃ(先行词为 ἱερῷ)引导的关系从句中,承接了前文间接引语(φασίν)的句构,因而使用“宾格加不定式”结构(Διόνυσον φυτεῦσαι)而非限定动词(间接引语同化现象)。
- 2.9οὐκ ἂν ἀφείλοντο καὶ τοῦδε τοῦ ἐγκωμίου τὸν Ἀλέξανδρον
动词 ἀφαιρέομαι 可带夺格属格与宾格构成“剥夺某人某物”的结构。此处 τὸν Ἀλέξανδρον 为受格(被剥夺之人),καὶ τοῦδε τοῦ ἐγκωμίου 为分离属格(被剥夺之事),意为“就不会从亚历山大身上剥夺这一赞誉了”。
- 2.9τοῦ γὰρ ἀνελθεῖν ἐς τὸ ὄρος καὶ βακχεῦσαι αὐτόν, ἃ ἐκεῖνοι λέγουσι, μεῖζον, οἶμαι, τὸ ὑπὲρ καρτερίας τοῦ στρατοῦ μηδὲ ἀναβῆναι
此句为比较句构。带冠词的不定式短语 τὸ ὑπὲρ καρτερίας τοῦ στρατοῦ μηδὲ ἀναβῆναι 作表语形容词 μεῖζον 的主语,而属格短语 τοῦ ... ἀνελθεῖν ... καὶ βακχεῦσαι αὐτόν 则作为比较属格,句意骨架为:“为了军队的坚忍克制而根本不登山,比起如他们所说的那样登山狂欢,乃是更为伟大的功绩”。
