← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.11

关于乘象少年与大象顺服本性的对话

阿波罗尼奥斯与达米斯目睹一名少年骑御大象,由此就优秀骑手的品质展开辩论。阿波罗尼奥斯阐明,大象听命顺从并非归功于少年的驭术,而是出于大象自身温顺懂事的本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11

ἐλαύνοντες δὲ ἐπὶ τὸν Ἰνδὸν παιδὶ ἐντυγχάνουσι τρισκαίδεκά που ἔτη γεγονότι ἐπʼ ἐλέφαντος ὀχουμένῳ καὶ παίοντι τὸ θηρίον. ἐπεὶ δὲ ἐθαύμασαν ὁρῶντες τί ἔργον, ἔφη ὦ Δάμι, ἀγαθοῦ ἱππέως; τί δʼ ἄλλο γε, εἶπεν, ἢ ἱζήσαντα ἐπὶ τοῦ ἵππου ἄρχειν τε αὐτοῦ καὶ τῷ χαλινῷ στρέφειν καὶ κολάζειν ἀτακτοῦντα καὶ προορᾶν, ὡς μὴ ἐς βόθρον ἢ τάφρον ἢ χάσμα κατενεχθείη ὁ ἵππος, ὅτε γε διʼ ἕλους ἢ πηλοῦ χωροίη; ἄλλο δὲ οὐδέν, ὦ Δάμι, ἀπαιτήσομεν ἔφη τὸν ἀγαθὸν ἱππέα; νὴ Δίʼ, εἶπε τό τε ἀναπηδῶντι μὲν τῷ ἵππῳ πρὸς τὸ σιμὸν ἐφεῖναι τὸν χαλινόν, κατὰ πρανοῦς δὲ ἰόντι οἱ μὴ ξυγχωρεῖν, ἀλλʼ ἀνθέλκειν, καὶ τὸ καταψῆσαι δὲ τὰ ὦτα ἢ τὴν χαίτην, καὶ μὴ ἀεὶ ἡ μάστιξ σοφοῦ ἔμοιγε δοκεῖ ἱππέως,1 καὶ ἐπαινοίην ἂν τὸν ὧδε ὀχούμενον. τῷ δὲ δὴ μαχίμῳ τε καὶ πολεμιστηρίῳ τίνων δεῖ; τῶν γε αὐτῶν, ἔφη ὦ Ἀπολλώνιε, καὶ πρός γε τούτοις τοῦ βάλλειν τε καὶ φυλάττεσθαι, καὶ τὸ ἐπελάσαι δὲ καὶ τὸ ἀπελάσαι καὶ τὸ ἀνειλῆσαι πολεμίους καὶ μὴ ἐᾶν ἐκπλήττεσθαι τὸν ἵππον, ὅτε δουπήσειεν ἀσπὶς ἢ ἀστράψειαν αἱ κόρυθες ἢ παιανιζόντων τε καὶ ἀλαλαζόντων βοὴ γένοιτο, σοφίᾳ, οἶμαι, ἱππικῇ πρόσκειται. τοῦτον οὖν ἔφη τὸν ἐπὶ τοῦ ἐλέφαντος ἱππέα τί φήσεις; πολλῷ ἔφη θαυμασιώτερον, Ἀπολλώνιε, τὸ γὰρ θηρίῳ τηλικούτῳ ἐπιτετάχθαι τηλικόνδε ὄντα καὶ εὐθύνειν αὐτὸ καλαύροπι, ἣν ὁρᾷς αὐτὸν ἐμβαλόντα τῷ ἐλέφαντι, ὥσπερ ἄγκυραν, καὶ μήτε τὴν ὄψιν τοῦ θηρίου δεδιέναι μήτε τὸ ὕψος μήτε τὴν ῥώμην τοσαύτην οὖσαν, δαιμόνιον ἔμοιγε δοκεῖ, καὶ οὐδʼ ἂν ἐπίστευσα, μὰ τὴν Ἀθηνᾶν, εἰ ἑτέρου ἤκουσα. τί οὖν, ἔφη εἰ ἀποδόσθαι τις ἡμῖν τὸν παῖδα βούλοιτο, ὠνήσῃ αὐτόν, ὦ Δάμι; νὴ Δίʼ, εἶπε τῶν γε ἐμαυτοῦ πάντων.2 τὸ γὰρ ὥσπερ ἀκρόπολιν κατειληφότα δεσπόζειν θηρίου μεγίστου ὧν ἡ γῆ βόσκει, ἐλευθέρας ἔμοιγε δοκεῖ φύσεως καὶ λαμπρᾶς εἶναι. τί οὖν χρήσῃ τῷ παιδί, ἔφη εἰ μὴ καὶ τὸν ἐλέφαντα ὠνήσῃ; τῇ τε οἰκίᾳ ἔφη ἐπιστήσω τῇ ἐμαυτοῦ καὶ τοῖς οἰκέταις καὶ πολλῷ βέλτιον τούτων ἢ ἐγὼ ἄρξει. σὺ δὲ οὐχ ἱκανὸς ἔφη τῶν σεαυτοῦ ἄρχειν; ὅν γε εἶπε καὶ σὺ τρόπον, ὦ Ἀπολλώνιε· καταλιπὼν γὰρ τἀμὰ περίειμι, ὥσπερ σύ, φιλομαθῶν καὶ περιφρονῶν τὰ ἐν τῇ ξένῃ. εἰ δὲ δὴ πρίαιο τὸν παῖδα, καὶ ἵππω σοι γενοίσθην ὁ μὲν ἁμιλλητήριος, ὁ δὲ πολεμικός, ἀναθήσῃ αὐτόν, ὦ Δάμι, ἐπὶ τοὺς ἵππους; ἐπὶ μὲν τὸν ἁμιλλητήριον εἶπεν ἴσως ἄν, ἐπειδὴ καὶ ἑτέρους ὁρῶ, τὸν δὲ μάχιμόν τε καὶ ὁπλιτεύοντα πῶς ἂν ἀναβαίνοι οὗτος; οὔτε γὰρ ἀσπίδα δύναιτʼ ἂν φέρειν, ἧς δεῖ τοῖς ἱππεύουσιν, οὔτʼ ἂν θώρακα ἢ κράνος, αἰχμὴν δὲ πῶς οὗτος, ὃς οὐδὲ ἄτρακτον βέλους ἢ τοξεύματος κραδαίνοι ἂν ψελλιζομένῳ ʽἐς τὰ πολεμικὰʼ ἐοικὼς ἔτι;3 ἕτερον οὖν τι, ἔφη ὦ Δάμι, ἐστίν, ὃ τὸν ἐλέφαντα τοῦτον ἡνιοχεῖ καὶ πέμπει, καὶ οὐχ ὁ ἡνίοχος οὗτος, ὃν σὺ μονονοὺ προσκυνεῖς ὑπὸ θαύματος. τοῦ δὲ εἰπόντος τί ἂν εἴη τοῦτο, Ἀπολλώνιε; ὁρῶ γὰρ ἐπὶ τοῦ θηρίου πλὴν τοῦ παιδὸς οὐδὲν ἕτερον. τὸ θηρίον ἔφη τοῦτο εὐπαίδευτόν τε παρὰ πάντα ἐστί, κἀπειδὰν ἅπαξ ἀναγκασθῇ ὑπὸ ἀνθρώπῳ ζῆν, ἀνέχεται τὰ ἐκ τοῦ ἀνθρώπου πάντα καὶ ὁμοήθειαν ἐπιτηδεύει τὴν πρὸς αὐτόν, χαίρει τε σιτούμενον ἀπὸ τῆς χειρός, ὥσπερ οἱ μικροὶ τῶν κυνῶν, προσιόντα τε τῇ προνομαίᾳ αἰκάλλει καὶ τὴν κεφαλὴν ἐς τὴν φάρυγγα ἐσωθοῦντα ἀνέχεται καὶ κέχηνεν ἐφʼ ὅσον τῷ ἀνθρώπῳ δοκεῖ, καθάπερ ἐν τοῖς νομάσιν ἑωρῶμεν. νύκτωρ δὲ λέγεται τὴν δουλείαν ὀλοφύρεσθαι, μὰ Δίʼ, οὐ τετριγός, ὁποῖον εἴωθεν, ἀλλʼ οἰκτρόν τε καὶ ἐλεεινὸν ἀνακλᾶον,4 εἰ δὲ ἄνθρωπος ἐπισταίη ὀδυρομένῳ ταῦτα, ἴσχει τὸν θρῆνον ὁ ἐλέφας, ὥσπερ αἰδούμενος. αὐτὸς δὴ ἑαυτοῦ, ὦ Δάμι, ἄρχει καὶ ἡ πειθὼ αὐτὸν ἡ τῆς φύσεως ἄγει μᾶλλον ἢ ὁ ἐπικείμενός τε καὶ ἀπευθύνων.

当他们向印度河行进时,遇见了一位大约十三岁的少年,骑在一头大象上抽打着巨兽。当他们目睹这番景象而惊叹不已时,阿波罗尼奥斯开口问道: “达米斯啊,一个优秀的骑手的职责是什么?” “除了跨坐在马背上驾驭它、用缰绳引导方向、在它骚动不服时惩诫它,并在经过沼泽或泥泞时预先看清道路,以免马匹跌入深坑、壕沟或裂隙之外,还能是什么呢?”达米斯答道。 “达米斯啊,难道对于一个优秀的骑手,我们就不要求别的了吗?”他问。 “凭宙斯起誓,当然还要,”达米斯说: “当马匹跃向陡峭的上坡时放宽缰绳,在它下坡时则不任其奔行而是往后勒住,抚摸它的耳朵或鬃毛,以及不总是动用鞭子,依我看这都是高明骑手的表征,这样骑行的人我也会大加赞赏。” “那么对于能征善战的战阵骑兵来说,又需要具备什么呢?” “同样的本领,阿波罗尼奥斯,”他说,“此外还必须能投掷武器并防身御敌,进退驰骋,包围敌军,并在盾牌轰鸣、头盔反光、或者唱赞美诗与高呼战号的喧声四起时不让马匹受惊:依我看,这些都属于骑术的智慧。” “那么,”他说,“你对这位骑在象背上的驭手又有何评价呢?” “要奇妙得多,阿波罗尼奥斯,”他说,“因为以如此稚嫩的年纪被置于如此庞然的巨兽之上,用你看见他如同投锚般扎入象身的那把曲杖来引导它,既不畏惧巨兽的面目,也不惧怕它的高度和如此巨大的力气——这在我看来简直是神乎其技,凭雅典娜起誓,若是听别人所言,我甚至都不会相信。” “那么,”他说,“如果有人想把这少年卖给我们,达米斯啊,你会买下他吗?” “凭宙斯起誓,”他说,“哪怕用尽我的一切家当!因为像占领卫城一般支配大地所哺育的最大巨兽,在我看来正是自由而卓越的天性之体现。” “那么如果你不连同大象一起买下,”他说,“你打算用这少年做什么呢?” “我将让他掌管我的住宅,”他说,“以及仆从们,他治理这些事物定会比我好得多。” “难道你,”他说,“没有能力治理你自己的产业吗?” “正如你治理你的方式一样,阿波罗尼奥斯,”他说,“因为我抛下了自己的所有,正如你一样四处游历,好学求知,探究异乡的风物。” “但假使你真买下了这少年,并且拥有了两匹马,一匹用于竞逐,一匹用于战阵,达米斯啊,你会让他骑上这些马吗?” “至于那匹竞逐的赛马,”他说,“也许会吧,因为我也见过别人这样做;但他怎么能骑上那匹善战且全副武装的战马呢?因为他既不能扛起骑手所需的盾牌,也不能穿戴胸甲或头盔;而且他在战事方面宛如牙牙学语的幼童,连标枪或箭矢的木杆都挥动不了,又怎能挥舞长矛呢?” “那么,达米斯啊,”他说,“驾驭并驱使这头大象的乃是另有其物,而不是这位你因惊叹而几乎要伏地敬拜的驭手。” 达米斯问道:“阿波罗尼奥斯,那会是什么呢?因为除了那少年,在巨兽背上我什么也没看到。” “这头巨兽,”他说,“比所有动物都更容易受训,一旦被迫生活在人类的治下,它就忍受人类强加的一切,并培养出对人的依恋熟稔。它喜欢像小狗一样从人手中取食,用鼻子抚弄走近它的人,容忍人把头塞进它的喉咙里,并在人意欲的时间里一直张着嘴,正如我们在游牧民那里所见到的那样。据说在夜里它会为自己的奴役而哀恸——凭宙斯起誓,不是像往常那样发出尖啸,而是发出凄切而可怜的哀鸣;然而若有人撞见它如此哀哭,大象便会止住悲鸣,宛如感到羞惭一般。达米斯啊,实际上是这巨兽自己在治理自己,是它天性中的顺服在引导它,而非骑在它身上引导它的那个人。”

语法注4 条
  1. 2.11νὴ Δίʼ, εἶπε, τό τε ἀναπηδῶντι μὲν τῷ ἵππῳ πρὸς τὸ σιμὸν ἐφεῖναι τὸν χαλινόν... σοφοῦ ἔμοιγε δοκεῖ ἱππέως

    定冠词引导的不定式短语(τό τε ἐφεῖναι、[τὸ] μὴ ξυγχωρεῖν ἀλλʼ ἀνθέλκειν 与 τὸ καταψῆσαι)以及名词短语(καὶ μὴ ἀεὶ ἡ μάστιξ)并列,共同作为谓语动词 δοκεῖ 的主语。属格 σοφοῦ ἱππέως 为表特征的属格(genitive of characteristic),表示“是熟练骑手的标志/特征”。

  2. 2.11τῶν γε ἐμαυτοῦ πάντων

    承接前文 ὠνήσῃ αὐτόν(“你会买下他吗?”)的回答,此处为表示价格/代价的属格(genitive of price),意为“哪怕以我全部的财产为代价(也要买下)”。

  3. 2.11ψελλιζομένῳ ʽἐς τὰ πολεμικὰʼ ἐοικὼς ἔτι

    分词与格 ψελλιζομένῳ(牙牙学语者、口齿不清者)作分词 ἐοικώς(类似于)的补足语。结合 ἐς τὰ πολεμικά,形象地将该少年比喻为“在战事方面仍如呀呀学语的幼童一般”。

  4. 2.11οὐ τετριγός, ὁποῖον εἴωθεν, ἀλλʼ οἰκτρόν τε καὶ ἐλεεινὸν ἀνακλᾶον

    τετριγός(τρίζω 的完成时分词,意为尖叫/发出啼鸣)与 ἀνακλᾶον(ἀνακλάω 的现在分词,意为哀泣哭号)皆为中性单数分词,在意义上修饰主语 τὸ θηρίον(大象)。通过 οὐ ... ἀλλʼ 的对比,强调大象并非发出寻常的尖啸,而是发出如泣如诉的悲痛哀鸣。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.11