- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.6-2.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
翻越山脉后,阿波罗尼奥斯一行受到印度游牧民献上的椰枣酒和肉食款待。当达米斯劝他饮用椰枣酒时,阿波罗尼奥斯阐明了自己恪守哲学誓约的立场,同时允许同伴们享用酒肉。
ὑπερβάντες δὲ τὸ ὄρος ἐντυγχάνουσιν ἐπʼ ἐλεφάντων ἤδη ὀχουμένοις ἀνδράσιν, εἰσὶ δʼ οὗτοι μέσοι Καυκάσου καὶ ποταμοῦ Κωφῆνος ἄβιοί τε καὶ ἱππόται τῆς ἀγέλης ταύτης, καὶ κάμηλοι δὲ ἐνίους ἦγον, αἷς χρῶνται Ἰνδοὶ ἐς τὰ δρομικά, πορεύονται δὲ χίλια στάδια τῆς ἡμέρας γόνυ οὐδαμοῦ κάμψασαι. προσελάσας οὖν τῶν Ἰνδῶν εἷς ἐπὶ καμήλου τοιαύτης ἠρώτα τὸν ἡγεμόνα οἷ στείχοιεν, ἐπεὶ δὲ τὸν νοῦν τῆς ἀποδημίας ἤκουσεν, ἀπήγγειλε τοῖς νομάσιν, οἱ δὲ ἀνεβόησαν ὥσπερ ἡσθέντες ἐκέλευόν τε πλησίον ἥκειν καὶ ἀφικομένοις οἶνόν τε ὤρεγον, ὃν ἀπὸ τῶν φοινίκων σοφίζονται καὶ μέλι ἀπὸ ταὐτοῦ φυτοῦ καὶ τεμάχη λεόντων καὶ παρδάλεων, ὧν καὶ τὰ δέρματα νεόδαρτα ἦν, δεξάμενοι δὲ πλὴν τῶν κρεῶν πάντα ἀπήλασαν καὶ ἐχώρουν πρὸς ἕω.
翻越山脉后,他们便遇到了骑在象背上的人们;这些人居住在高加索山与科芬河之间,过着游牧生活,是这群象的驭手。还有一些人骑着骆驼,印度人使用这种骆驼进行快跑,它们一天行进一千斯塔德而未曾屈膝停歇。一个骑着这种骆驼的印度人策骑上前,询问向导他们去往何方;当他听闻旅途的原委后,便转告了游牧民们。他们欢呼起来,仿佛十分高兴,便招呼他们靠近,待他们走近后,便递上用椰枣树巧制而成的酒、产自同种植物的蜜,以及狮子和豹子的肉块,这些兽皮还是新剥下来的。他们收下了除肉类以外的所有东西,策骑离开,向东进发。
ἀριστοποιουμένων δὲ αὐτῶν πρὸς πηγῇ ὕδατος ἐγχέας ὁ Δάμις τοῦ παρὰ τῶν Ἰνδῶν οἴνου Διὸς ἔφη σωτῆρος ἥδε σοι,1 Ἀπολλώνιε, διὰ πολλοῦ γε πίνοντι. οὐ γὰρ, οἶμαι, παραιτήσῃ καὶ τοῦτον, ὥσπερ τὸν ἀπὸ τῶν ἀμπέλων καὶ ἅμα ἔσπεισεν, ἐπειδὴ τοῦ Διὸς ἐπεμνήσθη. γελάσας οὖν ὁ Ἀπολλώνιος οὐ καὶ χρημάτων ἔφη ἀπεχόμεθα, ὦ Δάμι; νὴ Δίʼ εἶπεν ὡς πολλαχοῦ ἐπεδείξω. ἆρʼ οὖν ἔφη χρυσῆς μὲν δραχμῆς καὶ ἀργυρᾶς ἀφεξόμεθα, καὶ οὐχ ἡττησόμεθα τοιούτου νομίσματος καίτοι κεχηνότας ἐς αὐτὸ ὁρῶντες οὐκ ἰδιώτας μόνον, ἀλλὰ καὶ βασιλέας, εἰ δὲ χαλκοῦν τις ὡς ἀργυροῦν ἢ ὑπόχρυσόν τε καὶ κεκιβδηλευμένον ἡμῖν διδοίη, ληψόμεθα τοῦτο, ἐπεὶ μὴ ἐκεῖνό ἐστιν, οὗ οἱ πολλοὶ γλίχονται; καὶ μὴν καὶ νομίσματά ἐστιν Ἰνδοῖς ὀρειχάλκου τε καὶ χαλκοῦ μέλανος, ὧν δεῖ δήπου πάντα ὠνεῖσθαι πάντας ἥκοντας2 ἐς τὰ Ἰνδῶν ἤθη· τί οὖν; εἰ χρήματα ἡμῖν ὤρεγον οἱ χρηστοὶ νομάδες, ἆρʼ ἄν, ὦ Δάμι, παραιτούμενόν με ὁρῶν ἐνουθέτεις τε καὶ ἐδίδασκες, ὅτι χρήματα μὲν ἐκεῖνά ἐστιν, ἃ Ῥωμαῖοι χαράττουσιν ἢ ὁ Μήδων βασιλεύς, ταυτὶ δὲ ὕλη τις ἑτέρα κεκομψευμένη τοῖς Ἰνδοῖς; καὶ ταῦτα πείσας τίνα ἂν ἡγήσω με; ἆρʼ οὐ κίβδηλόν τε καὶ τὴν φιλοσοφίαν ἀποβεβληκότα μᾶλλον ἢ οἱ πονηροὶ στρατιῶται τὰς ἀσπίδας; καίτοι ἀσπίδος μὲν ἀποβληθείσης ἑτέρα γένοιτʼ ἂν τῷ ἀποβαλόντι κακίων οὐδὲν τῆς προτέρας, ὡς Ἀρχιλόχῳ δοκεῖ, φιλοσοφία δὲ πῶς ἀνακτητέα τῷ γε ἀτιμάσαντι αὐτὴν καὶ ῥίψαντι; καὶ νῦν μὲν ἂν ξυγγιγνώσκοι ὁ Διόνυσος οὐδενὸς οἴνου ἡττημένῳ, τὸν δὲ ἀπὸ τῶν φοινίκων εἰ πρὸ τοῦ ἀμπελίνου αἱροίμην, ἀχθέσεται, εὖ οἶδα, καὶ περιυβρίσθαι φήσει τὸ ἑαυτοῦ δῶρον. ἐσμὲν δὲ οὐ πόρρω τοῦ θεοῦ, καὶ γὰρ τοῦ ἡγεμόνος ἀκούεις, ὡς πλησίον ἡ Νῦσα τὸ ὄρος, ἐφʼ οὗ ὁ Διόνυσος πολλά, οἶμαι, καὶ θαυμαστὰ πράττει. καὶ μὴν καὶ τὸ μεθύειν, ὦ Δάμι, οὐκ ἐκ βοτρύων μόνων ἐσφοιτᾷ τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπὸ τῶν φοινίκων παραπλησίως ἐκβακχεύει· πολλοῖς γοῦν ἤδη τῶν Ἰνδῶν ἐνετύχομεν κατεσχημένοις τῷ οἴνῳ τούτῳ, καὶ οἱ μὲν ὀρχοῦνται πίπτοντες, οἱ δὲ ᾅδουσιν ὑπονυστάζοντες, ὥσπερ οἱ παρʼ ἡμῖν ἐκ πότου νύκτωρ τε καὶ οὐκ ἐν ὥρᾳ ἀναλύοντες. ὅτι δὲ οἶνον ἡγῇ καὶ τοῦτο τὸ πῶμα, δηλοῖς τῷ σπένδειν τε ἀπʼ αὐτοῦ τῷ Διὶ καὶ ὁπόσα ἐπὶ οἴνῳ εὔχεσθαι.3 καὶ εἴρηταί μοι, ὦ Δάμι, πρὸς σὲ ὑπὲρ ἐμαυτοῦ ταῦτα· οὔτε γὰρ σὲ τοῦ πίνειν ἀπάγοιμʼ ἂν οὔτε τοὺς ὀπαδοὺς τούτους, ξυγχωροίην δʼ ἂν ὑμῖν καὶ κρεῶν σιτεῖσθαι, τὸ γὰρ ἀπέχεσθαι τούτων ὑμῖν μὲν ἐς οὐδὲν ὁρῶ προβαῖνον, ἐμαυτῷ δὲ ἐς ἃ ὡμολόγηταί μοι πρὸς φιλοσοφίαν ἐκ παιδός. ἐδέξαντο τὸν λόγον τοῦτον οἱ περὶ τὸν Δάμιν καὶ ἠσπάσαντο εὐωχεῖσθαι, ῥᾷον ἡγούμενοι πορεύσεσθαι, ἢν ἀφθονώτερον διαιτῶνται.
当他们在一处泉水旁进早膳时,达米斯倒出一些印度人赠送的酒,说道: “阿波罗尼奥斯,这杯酒敬救主宙斯,也是献给久未饮酒的你。因为我想你不会像拒绝葡萄所酿之酒那样,把这酒也推辞掉吧。” 说着,因提到了宙斯,他便同时洒酒祭神。阿波罗尼奥斯笑着说: “达米斯,难道我们不也远避钱财吗?” “凭宙斯起誓,正是如此,”他说,“正如你在许多场合所表明的那样。” “那么,”他说,“难道我们远避金银德拉克马,即便看到不仅平民甚至国王都对其垂涎三尺也不为这种货币所屈服,可若是有人拿充作银币的铜币,或是镀金的伪币给我们,我们就因为这并非众人梦寐以求之物而接受它吗?况且印度人也有黄铜和黑青铜铸造的钱币,凡是来到印度人居地的人,显然都必须用它们来购买一切物品。那么又当如何呢?如果那些善良的游牧民赠给我们钱财,达米斯,见我推辞,难道你会规劝并教导我说,钱财乃是罗马人或米底国王所铸造之物,而这些不过是印度人巧制的另一种材质吗?若你说服了我,你又会把我当作何种人?难道不是一个伪善之徒,一个抛弃哲学甚至甚于卑劣士兵抛弃盾牌的人吗?然而,即便盾牌被抛弃,正如阿基罗科斯所认为的,抛弃者还能得到一面丝毫不比前一面差的新盾,可对于贬抑并抛弃了哲学的人来说,又怎能重新找回它呢?如今,狄奥尼索斯或许还会宽恕一个不为任何酒所折服的人;但若我舍弃葡萄之酒而选择椰枣之酒,我深知他必将震怒,并斥责自己的恩赐受到了亵渎。况且我们离这位神明并不遥远;因为你听向导说过,倪萨山就在附近,我想狄奥尼索斯正在那山上施行诸多奇迹呢。此外,达米斯,醉意并非只从葡萄串潜入人心,椰枣同样能使人陷入酒神的狂欢;总之,我们已经遇到许多被这种酒所制服的印度人,有的跌跌撞撞地跳舞,有的边打瞌睡边唱歌,恰如我们那里在深夜不合时宜散席的醉汉一般。而你把这饮料也当作酒,这一点从你用它向宙斯奠酒并献上就酒所作的一切祈祷中便显露无遗。达米斯,这些话是我代表我自己对你说的;因为我既不会阻止你饮酒,也不会阻止这些随从,我甚至准许你们食用肉类,因为在我看来,戒除这些对于你们并无益处,但对我而言,却符合我自幼向哲学所作的承诺。” 达米斯一行人欣然接受了这番话,乐于尽情享用宴席,认为饮食更加丰盛些,行程走起来也会更轻松。
- 2.7Διὸς ... σωτῆρος ἥδε σοι
指示代名词 ἥδε(阴性单数主格)在此承前省略了阴性名词 κύλιξ(酒杯)或 σπονδή(奠酒)。向“救主宙斯”(Διὸς σωτῆρος)献酒,是希腊宴饮习俗中作为压轴的“第三巡奠酒”(敬救主宙斯)的固定惯用表达。
- 2.7ὧν δεῖ δήπου πάντα ὠνεῖσθαι πάντας ἥκοντας
非人称动词 δεῖ 后接带有主格代用宾格的不定式结构(A.c.I.)。πάντας ἥκοντας 为不定式 ὠνεῖσθαι 的逻辑主语(宾格),πάντα 为其直接宾语(中性复数宾格)。关系代词 ὧν 指代先行词 νομίσματά,充当表示交换代价的“价格属格”(genitive of price),意为“必须用这些钱币购买一切物品”。
- 2.7τῷ σπένδειν τε ἀπʼ αὐτοῦ τῷ Διὶ καὶ ὁπόσα ἐπὶ οἴνῳ εὔχεσθαι
带冠词的不定式结构(τῷ σπένδειν ... καὶ ... εὔχεσθαι)作与格(方式或证据与格),修饰谓语动词 δηλοῖς(“你表明了”)。单个冠词 τῷ 统辖由 τε ... καί 连接的两个不定式(σπένδειν 和 εὔχεσθαι)。
