← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.4-2.5

驱退恩普萨幽灵与关于登高山的对话

行人在夜行中驱退了恩普萨幽灵;在翻越高加索山途中,阿波罗尼奥斯与达米斯就是否登临高山就能获得对神圣真理的认识与智慧展开对话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4

παραμείψαντες δὲ τὸν Καύκασον τετραπήχεις ἀνθρώπους ἰδεῖν φασιν, οὓς ἤδη μελαίνεσθαι, καὶ πενταπήχεις δὲ ἑτέρους ὑπὲρ τὸν Ἰνδὸν ποταμὸν ἐλθόντες. ἐν δὲ τῇ μέχρι τοῦ ποταμοῦ τούτου ὁδοιπορίᾳ τάδε εὗρον ἀφηγήσεως ἄξια· ἐπορεύοντο μὲν γὰρ ἐν σελήνῃ λαμπρᾷ, φάσμα δὲ αὐτοῖς ἐμπούσης ἐνέπεσε τὸ δεῖνα γινομένη καὶ τὸ δεῖνα αὖ καὶ οὐδὲν εἶναι,1 ὁ δὲ Ἀπολλώνιος ξυνῆκεν, ὅ τι εἴη, καὶ αὐτός τε ἐλοιδορεῖτο τῇ ἐμπούσῃ, τοῖς τε ἀμφʼ αὑτὸν προσέταξε ταὐτὸ πράττειν, ταυτὶ γὰρ ἄκος εἶναι τῆς προσβολῆς ταύτης· καὶ τὸ φάσμα φυγῇ ᾤχετο τετριγός, ὥσπερ τὰ εἴδωλα.

翻升高加索山后,据说他们见到了四肘高的人,皮肤已经黝黑,并在渡过印度河之后见到了另一些五肘高的人。在直至这条河流的旅途上,他们发现以下之事值得记述:他们在明亮的月光下行进时,一个恩普萨的幽灵扑向他们,轮番变成这般那般模样,随后又化为乌有;但阿波罗尼奥斯识破了它是什么,不仅亲自痛斥这只恩普萨,还命同伴照做,因为这就是抵御这种袭击的解法;那幽灵便尖声尖气地逃走了,正如亡灵幽魂一般。

§2.5

κορυφὴν δʼ ὑπερβάλλοντες τοῦ ὄρους καὶ βαδίζοντες αὐτὴν, ἐπειδὴ ἀποτόμως εἶχεν, ἤρετο οὑτωσὶ τὸν Δάμιν· εἰπέ μοι, ἔφη ποῦ χθὲς ἦμεν; ὁ δὲ ἐν τῷ πεδίῳ ἔφη. τήμερον δέ, ὦ Δάμι, ποῦ; ἐν τῷ Καυκάσῳ, εἶπεν εἰ μὴ ἐμαυτοῦ ἐκλέλησμαι. πότε οὖν κάτω μᾶλλον ἦσθα; πάλιν ἤρετο, ὁ δὲ τουτὶ μὲν ἔφη οὐδὲ ἐπερωτᾶν ἄξιον· χθὲς μὲν γὰρ διὰ κοίλης τῆς γῆς ἐπορευόμεθα, τήμερον δὲ πρὸς τῷ οὐρανῷ ἐσμέν. οἴει οὖν, ἔφη ὦ Δάμι, τὴν μὲν χθὲς ὁδοιπορίαν κάτω εἶναι, τὴν δὲ τήμερον ἄνω; νὴ Δίʼ, εἶπεν εἰ μὴ μαίνομαί γε. τί οὖν ἡγῇ ἔφη παραλλάττειν τὰς ὁδοὺς ἀλλήλων ἢ τί τήμερον πλέον εἶναί σοι τοῦ χθές; ὅτι χθὲς ἔφη ἐβάδιζον οὗπερ πολλοί, σήμερον δέ, οὗπερ ὀλίγοι. τί γάρ, ἔφη ὦ Δάμι, οὐ καὶ τὰς ἐν ἄστει λεωφόρους ἐκτρεπομένῳ βαδίζειν ἐστὶν ἐν ὀλίγοις τῶν ἀνθρώπων; οὐ τοῦτο ἔφη εἶπον, ἀλλʼ ὅτι χθὲς μὲν διὰ κωμῶν ἐκομιζόμεθα καὶ ἀνθρώπων, σήμερον δὲ ἀστιβές τι ἀναβαίνομεν χωρίον καὶ θεῖον, ἀκούεις γὰρ τοῦ ἡγεμόνος, ὅτι οἱ βάρβαροι θεῶν αὐτὸ ποιοῦνται οἶκον καὶ ἅμα ἀνέβλεπεν ἐς τὴν κορυφὴν τοῦ ὄρους. ὁ δὲ ἐμβιβάζων αὐτὸν ἐς ὃ ἐξ ἀρχῆς ἠρώτα ἔχεις οὖν εἰπεῖν, ὦ Δάμι, ὅ τι ξυνῆκας τοῦ θείου βαδίζων ἀγχοῦ τοῦ οὐρανοῦ; οὐδὲν ἔφη. καὶ μὴν ἐχρῆν γε εἶπεν ἐπὶ μηχανῆς τηλικαύτης καὶ θείας οὕτως ἑστηκότα περί τε τοῦ οὐρανοῦ σαφεστέρας ἤδη ἐκφέρειν δόξας περί τε τοῦ ἡλίου καὶ τῆς σελήνης, ὧν γε καὶ ῥάβδῳ ἴσως ἡγῇ ψαύσειν προσεστηκὼς τῷ οὐρανῷ τούτῳ. ἃ χθὲς ἔφη περὶ τοῦ θείου ἐγίγνωσκον, γιγνώσκω καὶ τήμερον καὶ οὔπω μοι ἑτέρα προσέπεσε περὶ αὐτοῦ δόξα. οὐκοῦν, ἔφη ὦ Δάμι, κάτω τυγχάνεις ὢν ἔτι καὶ οὐδὲν παρὰ τοῦ ὕψους εἴληφας ἀπέχεις τε τοῦ οὐρανοῦ ὁπόσον χθές· καὶ εἰκότως σε ἠρόμην, ἃ ἐν ἀρχῇ· σὺ γὰρ ᾤου γελοίως ἐρωτᾶσθαι. καὶ μὴν ἔφη καταβήσεσθαί γε σοφώτερος ᾤμην ἀκούων, Ἀπολλώνιε, τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀπὸ τοῦ κατὰ Ἰωνίαν Μίμαντος ἐπεσκέφθαι τὰ ἐν τῷ οὐρανῷ, Θαλῆν τε τὸν Μιλήσιον ἀπὸ τῆς προσοίκου Μυκάλης, λέγονται δὲ καὶ τῷ Παγγαίῳ ἔνιοι φροντιστηρίῳ χρήσασθαι καὶ ἕτεροι τῷ Ἄθῳ. ἐγὼ δὲ μέγιστον τούτων ἀνελθὼν ὕψος οὐδὲν σοφώτερος ἑαυτοῦ2 καταβήσομαι. οὐδὲ γὰρ ἐκεῖνοι, ἔφη αἱ γὰρ τοιαίδε περιωπαὶ γλαυκότερον μὲν τὸν οὐρανὸν ἀποφαίνουσι καὶ μείζους τοὺς ἀστέρας καὶ τὸν ἥλιον ἀνίσχοντα ἐκ νυκτός, ἃ καὶ ποιμέσιν ἤδη καὶ αἰπόλοις ἐστὶ δῆλα, ὅπη δὲ τὸ θεῖον ἐπιμελεῖται τοῦ ἀνθρωπείου γένους καὶ ὅπη χαίρει ὑπʼ αὐτοῦ θεραπευόμενον, ὅ τί τε ἀρετὴ καὶ ὅ τι δικαιοσύνη τε καὶ σωφροσύνη, οὔτε Ἄθως ἐκδείξει τοῖς ἀνελθοῦσιν οὔτε ὁ θαυμαζόμενος ὑπὸ τῶν ποιητῶν Ὄλυμπος, εἰ μὴ διορῴη αὐτὰ ἡ ψυχή, ἥν, εἰ καθαρὰ καὶ ἀκήρατος αὐτῶν ἅπτοιτο, πολλῷ μεῖζον ἔγωγʼ ἂν φαίην ᾅττειν τουτουὶ τοῦ Καυκάσου.3

当他们翻越山巅并因山势陡峭而徒步行进时,他这样询问达米斯: “告诉我,”他说,“昨天我们在哪里?” 达米斯说: “在平原上。” “那么达米斯,今天在哪里?” “在高加索山,”他说,“除非我忘了自己是谁。” “那么你何时处在更低处呢?”他又问。达米斯说: “这甚至都不值得一问;因为昨天我们在地势低洼处穿行,今天却已近苍天了。” “达米斯,那么你认为,”他说,“昨天的行程是在下,今天的行程是在上吗?” “凭宙斯起誓,正是如此,”他说,“除非我发了疯。” “那么你以为,”他说,“这两段路途有何不同,或者今天比起昨天你多了些什么?” “因为昨天,”他说,“我是走在许多人走过的地方,而今天则是走在极少人涉足之处。” “达米斯,怎么会这样呢,”他说,“难道避开城里的主干道,不也能在极少人间行进吗?” “我不是这个意思,”他说,“而是说昨天我们在村庄与人群中穿行,今天却登上了杳无人迹的神圣之地;因为你也从向导那里听说,蛮族把这里视作诸神的居所”——说着,他同时抬头仰望山巅。阿波罗尼奥斯把他拉回最初所问的问题: “达米斯,那么你走在苍天近旁,能说出自己领悟到了什么神圣之事吗?” “一无所获,”他说。 “然而,”阿波罗尼奥斯说,“立于如此巨大且神圣的基台之上,你本该就苍天以及太阳和月亮提出更明晰的见解了,既然立于这苍天近旁,你或许甚至以为可以用杖触及它们呢。” “关于神圣之事,昨天我知道什么,”他说,“今天也依然知道什么,关于它我尚未产生别的见解。” “由此可见,达米斯,”他说,“你其实仍然身在下方,并未从这高度中获得任何收获,与苍天的距离也如昨天一样遥远;而我最初询问你的那些话也是理所当然的,你当时却以为自己被问了一个荒唐的问题。” “可是,”他说,“阿波罗尼奥斯,我听闻克拉佐美奈的阿那克萨哥拉曾从爱奥尼亚的米玛斯山观测天象,米利都的泰勒斯曾从邻近的米卡勒山观测,据说还有人曾以潘盖翁山作为沉思之所,另一些人则以阿索斯山为处所,所以我原以为自己下山时会更加智慧。但我登上了比这些山更高之处,下山时却丝毫没有比先前更聪明。” “他们也未曾如此,”阿波罗尼奥斯说,“因为这类瞭望之处所显现的,不过是天空更湛蓝、星辰更硕大、太阳从夜色中升起——这些连牧羊人和牧山羊者也早已明了;但神明如何眷顾人类,如何乐于受人类敬奉,何为美德,何为正义与节制,无论是阿索斯山,还是受到诗人们由衷赞叹的奥林匹斯山,都不会向登上去的人揭示,除非灵魂亲自洞察它们;如果灵魂洁净无瑕地把握了它们,依我之见,它展翅翱翔之处将远高于这座高加索山。”

语法注3 条
  1. 2.4τὸ δεῖνα γινομένη καὶ τὸ δεῖνα αὖ καὶ οὐδὲν εἶναι

    不定代词习语 τὸ δεῖνα(“这般那般”)用作分词 γινομένη 的主格表语并加以重复,表示恩普萨千变万化的形态;紧接着的 καὶ οὐδὲν εἶναι 则由分词结构转为不定式结构(破格句法),描述其化为乌有、彻底消失的状态。

  2. 2.5οὐδὲν σοφώτερος ἑαυτοῦ

    比较级形容词 σοφώτερος 与反身代词属格 ἑαυτοῦ 连用的经典希腊语习语,意为“相比先前的自己丝毫未见更聪明”,即“完全没有比原先更加智慧”。

  3. 2.5πολλῷ μεῖζον ἔγωγʼ ἂν φαίην ᾅττειν τουτουὶ τοῦ Καυκάσου

    由归结句中的潜势希求法 ἂν φαίην 所支配的“宾格加不定式”结构。不定式 ᾅττειν 的逻辑主语是前文的关系代词 ἥν(指代灵魂 ψυχή)。πολλῷ μεῖζον 用作副词性程度宾格修饰动作动词 ᾅττειν,并支配比较属格 τουτουὶ τοῦ Καυκάσου,意为“比这座高加索山飞跃得高得多”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.4-2.5