← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.38-2.39

出土黄金的权属诉讼与阿波罗尼奥斯的建议

天亮后,阿波罗尼奥斯前去向太阳神祈祷,国王因牺牲占卜不吉而推迟开庭。针对卖出土地中发现黄金引发的诉讼,阿波罗尼奥斯建议通过审验双方的德行与虔敬来判决,最终虔敬的买方获得了财宝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.38

ταῦτα διαλεχθέντες, καὶ γὰρ ἡμέρα ἤδη ἐτύγχανεν, ἐς τὸ ἔξω προῆλθον. καὶ ξυνεὶς ὁ Ἀπολλώνιος, ὡς χρηματίζειν δέοι τὸν βασιλέα πρεσβείαις τε καὶ τοῖς τοιούτοις σὺ μέν, ἔφη ὦ βασιλεῦ, τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, ἐμὲ δὲ τὸν καιρὸν τοῦτον ἄνες τῷ Ἡλίῳ,1 δεῖ γάρ με τὴν εἰθισμένην εὐχὴν εὔξασθαι. καὶ ἀκούοι γε εὐχομένου, ἔφη χαριεῖται γὰρ πᾶσιν, ὁπόσοι τῇ σοφίᾳ τῇ σῇ χαίρουσιν· ἐγὼ δὲ περιμενῶ σε ἐπανιόντα, καὶ γὰρ δικάσαι τινὰς χρὴ δίκας, αἷς παρατυχὼν τὰ μέγιστά με ὀνήσεις.

二人交谈完毕,因为天色已明,便向外走去。阿波罗尼奥斯察觉到国王需要接见使节并处理此类政务,便说:“国王啊,你去处理属于你王权的政务吧;请在这段时间里把我留给太阳神,因为我必须献上我惯常的祈祷。” “愿他在你祈祷时垂听,”国王说,“因为凡是喜爱你智慧的人,他都会加以眷顾。而我将等待你回来;因为我还必须审判几起案件,你若在场旁听,将对我大有裨益。”

§2.39

ἐπανελθὼν οὖν προκεχωρηκυίας ἤδη τῆς ἡμέρας ἠρώτα περὶ ὧν ἐδίκασεν, ὁ δὲ τήμερον ἔφη οὐκ ἐδίκασα, τὰ γὰρ ἱερὰ οὐ ξυνεχώρει μοι. ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος ἐφʼ ἱεροῖς οὖν ἔφη ποιεῖσθε καὶ ταύτας,2 ὥσπερ τὰς ἐξόδους τε καὶ τὰς στρατείας; νὴ Δίʼ εἶπε καὶ γὰρ ἐνταῦθα κίνδυνος, εἰ ὁ δικάζων ἀπενεχθείη τοῦ εὐθέος. εὖ λέγειν τῷ Ἀπολλωνίῳ ἔδοξε, καὶ ἤρετο αὐτὸν πάλιν, τίς εἴη, ἣν δικάσοι δίκην, ὁρῶ γὰρ εἶπεν ἐφεστηκότα σε καὶ ἀποροῦντα, ὅπη ψηφίσαιο. ὁμολογῶ ἔφη ἀπορεῖν, ὅθεν ξύμβουλον ποιοῦμαί σε· ἀπέδοτο μὲν γάρ τις ἑτέρῳ γῆν, ἐν ᾗ θησαυρὸς ἀπέκειτό τις οὔπω δῆλος, χρόνῳ δὲ ὕστερον ἡ γῆ ῥαγεῖσα χρυσοῦ τινα ἀνέδειξε θήκην, ἥν φησι μὲν ἑαυτῷ προσήκειν μᾶλλον ὁ τὴν γῆν ἀποδόμενος, καὶ γὰρ οὐδʼ ἂν ἀποδόσθαι τὴν γῆν, εἰ προὔμαθεν, ὅτι βίον ἐπʼ αὐτῇ ἔχοι, ὁ πριάμενος δὲ αὐτὸς ἀξιοῖ πεπᾶσθαι, ἃ ἐν τῇ λοιπὸν ἑαυτοῦ γῇ εὗρε· καὶ δίκαιος μὲν ὁ ἀμφοῖν λόγος, εὐήθης δʼ ἂν ἐγὼ φαινοίμην, εἰ κελεύσαιμι ἄμφω νείμασθαι τὸ χρυσίον, τουτὶ γὰρ ἂν καὶ γραῦς διαιτῴη. ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος ὡς μὲν οὐ φιλοσόφω ἔφη τὼ ἄνδρε, δηλοῖ τὸ περὶ χρυσίου διαφέρεσθαι σφᾶς, ἄριστα δʼ ἄν μοι δικάσαι δόξεις ὧδε ἐνθυμηθείς, ὡς οἱ θεοὶ πρῶτον μὲν ἐπιμέλειαν ποιοῦνται τῶν ξὺν ἀρετῇ φιλοσοφούντων, δεύτερον δὲ τῶν ἀναμαρτήτων τε καὶ μηδὲν πώποτε ἀδικεῖν δοξάντων. διδόασι δὲ τοῖς μὲν φιλοσοφοῦσι διαγιγνώσκειν εὖ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπεια, τοῖς δʼ ἄλλως χρηστοῖς βίον ἀποχρῶντα, ὡς μὴ χήτει ποτὲ τῶν ἀναγκαίων ἄδικοι γένωνται· δοκεῖ δή μοι, βασιλεῦ, καθάπερ ἐπὶ τρυτάνης ἀντικρῖναι τούτους καὶ τὸν ἀμφοῖν ἀναθεωρῆσαι βίον, οὐ γὰρ ἄν μοι δοκοῦσιν οἱ θεοὶ τὸν μὲν ἀφελέσθαι καὶ τὴν γῆν, εἰ μὴ φαῦλος ἦν, τῷ δʼ αὖ καὶ τὰ ὑπὸ τῇ γῇ δοῦναι, εἰ μὴ βελτίων ἦν τοῦ ἀποδομένου.3 ἀφίκοντο ἐς τὴν ὑστεραίαν δικασόμενοι ἄμφω, καὶ ὁ μὲν ἀποδόμενος ὑβριστής τε ἠλέγχετο καὶ θυσίας ἐκλελοιπώς. ἃς ἔδει τοῖς ἐν τῇ γῇ θεοῖς θύειν, ὁ δὲ ἐπιεικής τε ἐφαίνετο καὶ ὁσιώτατα θεραπεύων τοὺς θεούς. ἐκράτησεν οὖν ἡ τοῦ Ἀπολλωνίου γνώμη καὶ ἀπῆλθεν ὁ χρηστὸς ὡς παρὰ τῶν θεῶν ταῦτα ἔχων.

于是,在天色已晚阿波罗尼奥斯返回时,他询问国王审判了什么案件,国王却说:“今天我没有审判,因为牺牲占卜未允准我。” 阿波罗尼奥斯接着问道:“那么你们也是根据牺牲占卜来行审判,正如出巡与远征一样吗?” “指着宙斯发誓,确实如此,”国王说,“因为审判者若是偏离了正直之道,这其中同样潜藏着危险。” 阿波罗尼奥斯认为他说得很有道理,便再次询问他是怎样一桩即将审判的案件:“因为我看出你神情专注,且为如何下判决而颇费踌躇。” “我承认很踌躇,”国王说,“这就是我请你担任顾问的原因。有个人把一块土地卖给了别人,地里埋藏着一处尚未为人所知的财宝;后来大地裂开,显露出一只装有黄金的箱子。卖地的人声称这箱金子更应归他自己所有,理由是如果他预先知道土地上有这份财富,就不会把地卖掉;而买地的人则认为自己有权拥有在他如今已属于自己的土地上发现的东西。双方的话皆有道理,但如果我命令两人平分这笔黄金,我便会显得愚钝,因为即便是一个老妇也能做出这种裁决。” 阿波罗尼奥斯于是接着说道:“这两个人不是哲学家,这从他们为黄金起争执便一目了然;但在我看来,如果你这样考虑,便会显得裁决得最为妥当:诸神首先关怀以德行研习哲学之人,其次关怀毫无过失、从未被认为有任何不义之举的人。他们赋予研习哲学之人洞察神事与人事的能力,而对于其他善良之人,则赐予足够的生计,免得他们因生活必需品的匮乏而陷入不义。国王啊,因此我认为应该如同用天平称量一样来审验他们,审查两人的生平行迹。因为若非前者是卑劣之徒,诸神似乎不会连土地都从他手中剥夺;若非买主比卖地者更加贤良,诸神同样也不会把地底下的财物赐予他。” 次日,两人皆来受审。卖地者被证实为人傲慢无礼,且荒废了本应献给地下诸神的祭祀;而买地者则显得温厚和顺,极其虔敬地事奉神明。于是阿波罗尼奥斯的意见占了上风,那位诚实善良之人离去,视这笔财富为诸神所赐予之物。

语法注3 条
  1. 2.38ἐμὲ δὲ τὸν καιρὸν τοῦτον ἄνες τῷ Ἡλίῳ

    动词 ἄνες(源自 ἀνίημι,意为“放任”、“割让”)支配直接宾语 ἐμέ(我),并附带表示时间跨度的宾格 τὸν καιρὸν τοῦτον(在这段时间里),与给予格 τῷ Ἡλίῳ(致太阳神)连用,表达“在这段时间里放我前往侍奉太阳神”之意。

  2. 2.39ἐφʼ ἱεροῖς οὖν ποιεῖσθε καὶ ταύτας

    介词短语 ἐφʼ ἱεροῖς 意为“依据牺牲(占卜)”(ἐπί 支配与格,表示条件或依据)。阴性代词 ταύτας 指代前文的 δίκας(诉讼、审判),全句意为“你们难道也是根据牺牲占卜来举行这些(审判)吗?”

  3. 2.39οὐ γὰρ ἄν μοι δοκοῦσιν οἱ θεοὶ τὸν μὲν ἀφελέσθαι καὶ τὴν γῆν, εἰ μὴ φαῦλος ἦν, τῷ δʼ αὖ καὶ τὰ ὑπὸ τῇ γῇ δοῦναι, εἰ μὴ βελτίων ἦν τοῦ ἀποδομένου.

    此处为 οὐ δοκοῦσιν ἄν 统摄两个并列不定式短语(τὸν μὲν ἀφελέσθαι... 与 τῷ δʼ αὖ... δοῦναι...)的人称构词句式(personal construction)。小词 ἄν 在语义上修饰两个不定式,与条件从句 εἰ μὴ φαῦλος ἦν 以及 εἰ μὴ βελτίων ἦν 构成与过去事实相反的虚拟条件句(“若非前者是劣者,便不会剥夺……;若非买主更为优秀,便不会赐予……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.38-2.39