← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.1-2.3

高加索山脉的地理与普罗米修斯传说

阿波罗尼乌斯一行于夏季骑着骆驼顺利启程,并逐渐接近高加索山脉。作者探讨了高加索与托罗斯山脉的地理范围,记述了一只佩戴阿尔萨息王题名项圈的豹子的逸事,随后描述了当地关于普罗米修斯与赫拉克勒斯的神话以及当地居民对鹰的敌意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ἐντεῦθεν ἐξελαύνουσι περὶ τὸ θέρος αὐτοί τε ὀχούμενοι καὶ ὁ ἡγεμών, ἱπποκόμος δὲ ἦν τῶν καμήλων καὶ τὰ ἐπιτήδεια, ὁπόσων ἐδέοντο, ἦν ἄφθονα βασιλέως δόντος, ἥ τε χώρα, διʼ ἧς ἐπορεύοντο, εὖ ἔπραττεν, ἐδέχοντο δὲ αὐτοὺς αἱ κῶμαι θεραπεύουσαι· χρυσοῦ γὰρ ψάλιον ἡ πρώτη κάμηλος ἐπὶ τοῦ μετώπου ἔφερε, γιγνώσκειν τοῖς ἐντυγχάνουσιν,1 ὡς πέμποι τινὰ ὁ βασιλεὺς τῶν ἑαυτοῦ φίλων.

从那里,他们在夏季前后出发,自己与向导都乘着坐骑;有一名管理骆驼的仆役,所需的各种给养也十分充裕,因为是国王赐予的。他们所经过的土地繁荣富庶,各村落都殷勤服侍、接待他们;因为领头的骆驼额上戴着一条金辔带,好让相遇的人知道国王派遣的是自己的某位挚友。

§2.2

προσιόντες δὲ τῷ Καυκάσῳ φασὶν εὐωδεστέρας τῆς γῆς αἰσθέσθαι· τὸ δὲ ὄρος τοῦτο ἀρχὴν ποιώμεθα Ταύρου τοῦ διʼ Ἀρμενίας τε καὶ Κιλίκων ἐπὶ Παμφύλους καὶ Μυκάλην στείχοντος, ἣ τελευτῶσα ἐς θάλατταν, ἣν Κᾶρες οἰκοῦσι, τέρμα τοῦ Καυκάσου νομίζοιτʼ ἄν, ἀλλʼ οὐχ, ὡς ἔνιοί φασιν, ἀρχή, τό τε γὰρ τῆς Μυκάλης ὕψος οὔπω μέγα καὶ αἱ ὑπερβολαὶ τοῦ Καυκάσου τοσοῦτον ἀνεστᾶσιν, ὡς σχίζεσθαι περὶ αὐτὰς τὸν ἥλιον. περιβάλλει δὲ Ταύρῳ ἑτέρῳ καὶ τὴν ὅμορον τῇ Ἰνδικῇ Σκυθίαν πᾶσαν κατὰ Μαιῶτίν τε καὶ ἀριστερὸν Πόντον, σταδίων μάλιστα δισμυρίων μῆκος, τοσοῦτον γὰρ ἐπέχει μέτρον τῆς γῆς ὁ ἀγκὼν τοῦ Καυκάσου, τὸ δὲ περὶ τοῦ ἐν τῇ ἡμεδαπῇ Ταύρου λεγόμενον, ὡς ὑπὲρ τὴν Ἀρμενίαν πορεύοιτο, χρόνῳ ἀπιστηθὲν πιστοῦνται λοιπὸν αἱ παρδάλεις,2 ἃς οἶδα ἁλισκομένας ἐν τῇ Παμφύλων ἀρωματοφόρῳ. χαίρουσι γὰρ τοῖς ἀρώμασι κἀκ πολλοῦ τὰς ὀσμὰς ἕλκουσαι φοιτῶσιν ἐξ Ἀρμενίας διὰ τῶν ὀρῶν πρὸς τὸ δάκρυον τοῦ στύρακος, ἐπειδὰν οἵ τε ἄνεμοι ἀπʼ αὐτοῦ πνεύσωσι καὶ τὰ δένδρα ὀπώδη γένηται. καὶ ἁλῶναί ποτέ φασιν ἐν τῇ Παμφυλίᾳ πάρδαλιν στρεπτῷ ἅμα, ὃν περὶ τῇ δέρῃ ἔφερε, χρυσοῦς δὲ ἦν καὶ ἐπεγέγραπτο Ἀρμενίοις γράμμασι ΒΑΣΙΛΕΥΣ ΑΡΣΑΚΗΣ ΘΕΩΙ ΝΥΣΙΩΙ. βασιλεὺς μὲν δὴ Ἀρμενίας τότε ἦν Ἀρσάκης, καὶ αὐτός, οἶμαι, ἰδὼν τὴν πάρδαλιν ἀνῆκε τῷ Διονύσῳ διὰ μέγεθος τοῦ θηρίου. Νύσιος γὰρ ὁ Διόνυσος ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσης Ἰνδοῖς τε ὀνομάζεται καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν. ἡ δὲ χρόνον μέν τινα ὑπεζεύχθη ἀνθρώπῳ καὶ χεῖρα ἠνέσχετο ἐπαφωμένην τε καὶ καταψῶσαν, ἐπεὶ δὲ ἀνοίστρησεν αὐτὴν ἔαρ, ὅτε δὴ ἀφροδισίων ἥττους καὶ παρδάλεις, ἀνέθορεν ἐς τὰ ὄρη πόθῳ ἀρσένων, ὡς εἶχε τοῦ κόσμου καὶ ἥλω περὶ τὸν κάτω Ταῦρον ὑπὸ τοῦ ἀρώματος ἑλχθεῖσα. ὁ δὲ Καύκασος ὁρίζει μὲν τὴν Ἰνδικήν τε καὶ Μηδικήν, καθήκει δὲ ἐπὶ τὴν Ἐρυθρὰν θάλατταν ἑτέρῳ ἀγκῶνι.

当他们接近高加索山时,据说察觉到大地散发出更浓郁的香气。让我们把这座山视为托罗斯山脉的起点吧,托罗斯山横穿亚美尼亚和基利家,延伸至潘菲利亚和米卡勒;米卡勒终结于卡里亚人居住的海域,或可被视为高加索山的终点,而绝非如某些人所言是其起点。因为米卡勒的高度并不算甚大,而高加索的山巅高耸入云,以致太阳在其周围被劈成两半。高加索还以托罗斯的另一支脉包围了沿着麦奥提斯湖与左本都、与印度毗邻的整个斯基泰地区,其长度足有两万斯塔德左右;高加索的弯折处占据了如此巨大的地面范围。关于我们本地的托罗斯山穿过亚美尼亚的说法,虽曾随时间流逝而遭人怀疑,最终却被豹子证实了——我知道这些豹子是在潘菲利亚的香料产区被捕获的。因为它们喜爱香气,从远处嗅到气味,便在风从苏合香树吹来、树木汁液充沛之时,从亚美尼亚穿越群山奔向苏合香的脂滴。据说曾有一只豹子在潘菲利亚被捕获,脖子上还戴着一条项圈;那是纯金的,并用亚美尼亚文字刻着:“国王阿尔萨息献予尼萨之神。”当时亚美尼亚的国王确是阿尔萨息,我想也是他亲眼见到这只豹子后,因其体形庞大而献给了狄奥尼索斯。因为狄奥尼索斯因印度的尼萨城之故,被印度人及所有日出方向的民族称为“尼萨之神”。这只豹子曾有一段时间顺从人类,忍受手掌的抚摩与摩挲;但当春天激发了它的情欲——届时连豹子也会屈服于情欲——出于对雄兽的渴望,它便带着身上的饰物跃入群山,在下托罗斯一带被香气吸引而遭捕获。高加索山划分了印度与米底的边界,并以另一支脉延伸至红海。

§2.3

μυθολογεῖται δὲ ὑπὸ τῶν βαρβάρων τὸ ὄρος, ἃ καὶ Ἕλληνες ἐπʼ αὐτῷ ᾅδουσιν, ὡς Προμηθεὺς μὲν ἐπὶ φιλανθρωπίᾳ δεθείη ἐκεῖ, Ἡρακλῆς δὲ ἕτερος, οὐ γὰρ τὸν Θηβαῖόν γε βούλονται, μὴ ἀνάσχοιτο τοῦτο, ἀλλὰ τοξεύσειε τὸν ὄρνιν, ὃν ἔβοσκεν ὁ Προμηθεὺς τοῖς σπλάγχνοις· δεθῆναι δὲ αὐτὸν οἱ μὲν ἐν ἄντρῳ φασίν, ὃ δὴ ἐν πρόποδι τοῦ ὄρους δείκνυται, καὶ δεσμὰ ὁ Δάμις ἀνῆφθαι τῶν πετρῶν λέγει οὐ ῥᾴδια ξυμβαλεῖν τὴν ὕλην,3 οἱ δʼ ἐν κορυφῇ τοῦ ὄρους· δικόρυμβος δὲ ἡ κορυφὴ καί φασιν, ὡς τὰς χεῖρας ἀπʼ αὐτῶν ἐδέθη διαλειπουσῶν οὐ μεῖον ἢ στάδιον, τοσοῦτος γὰρ εἶναι.4 τὸν δὲ ὄρνιν τὸν ἀετὸν οἱ τῷ Καυκάσῳ προσοικοῦντες ἐχθρὸν ἡγοῦνται καὶ καλιάς γε, ὁπόσας ἐν τοῖς πάγοις οἱ ἀετοὶ ποιοῦνται, καταπιμπρᾶσιν ἱέντες βέλη πυρφόρα, θήρατρά τε ἐπʼ αὐτοὺς ἵστανται τιμωρεῖν τῷ Προμηθεῖ φάσκοντες· ὧδε γὰρ τοῦ μύθου ἥττηνται.

蛮族中流传着关于这座山的神话,这与希腊人歌咏它的内容相同:即普罗米修斯因热爱人类而被绑在那里,而另一位赫拉克勒斯——因为他们指的绝非底比斯的那位——不能容忍此事,便射杀了那只普罗米修斯用自己内脏喂养的鸟。有人说他是被绑在山脚下实际指认出的一个洞穴中,达米斯说有锁链缚在岩石上,其材质不易辨识;另一些人则说是在山顶。那山顶有两个峰峦,他们说他的双手被分别绑在两峰之上,两峰相距不下于一斯塔德;因为他的身形就是如此巨大。靠近高加索居住的人把鹰这种鸟视为仇敌,他们射出火箭,烧毁鹰在悬崖岩壁上筑造的所有巢穴,并设下捕机捕捉它们,声称这是在为普罗米修斯复仇;因为他们竟如此深地为这神话所折服。

语法注4 条
  1. 2.1γιγνώσκειν τοῖς ἐντυγχάνουσιν

    不定式 γιγνώσκειν 用作目的不定式(相当于 ὥστε γιγνώσκειν),承接前句;与格 τοῖς ἐντυγχάνουσιν 作为其逻辑主语或关涉与格。

  2. 2.2τὸ δὲ περὶ τοῦ ἐν τῇ ἡμεδαπῇ Ταύρου λεγόμενον, ὡς ὑπὲρ τὴν Ἀρμενίαν πορεύοιτο, χρόνῳ ἀπιστηθὲν πιστοῦνται λοιπὸν αἱ παρδάλεις

    全句主语是后置的 αἱ παρδάλεις(豹子),主动词是 πιστοῦνται(证实)。句首的名词化结构 τὸ... λεγόμενον 作宾语,由 ὡς... πορεύοιτο 展开说明其内容,并被分词 ἀπιστηθὲν 所修饰,形成了倒装结构。

  3. 2.3οὐ ῥᾴδια ξυμβαλεῖν τὴν ὕλην

    中性复数形容词 ῥᾴδια 与限制性不定式 ξυμβαλεῖν(推测)连用,后者支配直接宾语 τὴν ὕλην(材质)。整句作前文 δεσμά(锁链)的表语修饰语,意为“其材质难以推断的锁链”。

  4. 2.3τοσοῦτος γὰρ εἶναι

    不定式 εἶναι 出现在表示原因的连词 γάρ 所引导的从句中,代替了限定动词,这是因为间接引语的语境在此得以延续(间接话法从句中的不定式用法)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.1-2.3