← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.36-2.37

节制带来的纯净睡眠与预言能力

阿波罗尼奥斯论证了饮水者的睡眠纯净且不受妄念打扰,并指出梦境与神谕中的预言能力唯有在清醒与节制中方能显现;深受折服的国王请求加入其同修行列,阿波罗尼奥斯则告诫其哲学用于君王应当适度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.36

καλέσας οὖν ὁ Ἀπολλώνιος τὸν Δάμιν πρὸς δεινὸν ἄνδρα ἔφη ὁ λόγος καὶ σφόδρα γεγυμνασμένον τοῦ διαλέγεσθαι. ὁρῶ, ἔφη καὶ τοῦτʼ ἴσως ἦν τὸ μελαμπύγου τυχεῖν.1 κἀμὲ δὲ πάνυ αἱρεῖ ὁ λόγος, ὃν εἴρηκεν· ὥρα οὖν σοι ἀφυπνίσαντι ἀποτελεῖν αὐτόν.2 ἀνακουφίσας οὖν τὴν κεφαλὴν ὁ Ἀπολλώνιος καὶ μὴν ὅσον ἔφη πλεονεκτοῦμεν οἱ τὸ ὕδωρ πίνοντες πρὸς τὸ καθεύδειν ἥδιον, ἐγὼ δηλώσω τοῦ γε σοῦ λόγου ἐχόμενος· ὡς μὲν γὰρ τετάρακται ἡ γνώμη τοῖς μεθύουσι καὶ μανικώτερον διάκεινται, σαφῶς εἴρηκας, ὁρῶμεν γὰρ τοὺς μέθῃ κατεσχημένους διττὰς μὲν σελήνας δοκοῦντας βλέπειν, διττοὺς δὲ ἡλίους, τοὺς δὲ ἧττον πεπωκότας, κἂν πάνυ νήφωσιν, οὐδὲν μὲν τούτων ἡγουμένους, μεστοὺς δὲ εὐφροσύνης καὶ ἡδονῆς, ἣ δὴ προσπίπτει σφίσιν οὐδὲ ἐξ εὐπραγίας πολλάκις, καὶ μελετῶσι δὲ οἱ τοιοῦτοι δίκας οὐδὲ φθεγξάμενοί πω ἐν δικαστηρίῳ καὶ πλουτεῖν φασιν οὐδὲ δραχμῆς αὐτοῖς ἔνδον οὔσης. ταῦτα δέ, ὦ βασιλεῦ, μανικὰ πάθη· καὶ γὰρ αὐτὸ τὸ ἥδεσθαι διακινεῖ τὴν γνώμην καὶ πολλοὺς οἶδα τῶν σφόδρα ἡγουμένων εὖ πράττειν οὐδὲ καθεύδειν δυναμένους, ἀλλʼ ἐκπηδῶντας τοῦ ὕπνου, καὶ τοῦτʼ ἂν εἴη τὸ παρέχειν φροντίδας καὶ τἀγαθά.3 ἔστι δὲ καὶ φάρμακα ὕπνου μεμηχανημένα τοῖς ἀνθρώποις, ὧν πιόντες τε καὶ ἀλειψάμενοι καθεύδουσιν ἐκτείναντες αὑτοὺς ὥσπερ ἀποθανόντες, ὅθεν μετά τινος λήθης ἀνίστανται καὶ ἄλλοσέ ποι μᾶλλόν εἰσιν ἢ οὗπερ εἶναι δοκοῦσιν. ὅτι μὲν δὴ τὰ πινόμενα, μᾶλλον δὲ τὰ ἐπαντλούμενα τῇ ψυχῇ καὶ τῷ σώματι οὐ γνήσιον οὐδὲ οἰκεῖον ἐπεσάγεται τὸν ὕπνον, ἀλλʼ ἢ βαθὺν καὶ ἡμιθνῆτα ἢ βραχὺν καὶ διασπώμενον ὑπὸ τῶν ἐντρεχόντων, κἂν χρηστὰ ᾖ, ξυνθήσῃ τάχα, εἰ μὴ τὸ δύσερι μᾶλλον ἢ τὸ ἐριστικὸν σπουδάζεις. οἱ δὲ ἐμοὶ ξυμπόται τὰ μὲν ὄντα ὁρῶσιν ὡς ὄντα, τὰ δὲ οὐκ ὄντα οὔτʼ ἀναγράφουσιν αὑτοῖς οὔθʼ ὑποτυποῦνται, κοῦφοί τε οὔπω ἔδοξαν, οὐδὲ μεστοὶ βλακείας οὐδὲ εὐηθείας ἢ ἱλαρώτεροι τοῦ προσήκοντος, ἀλλʼ ἐφεστηκότες εἰσὶ καὶ λογισμοῦ πλέῳ, παραπλήσιοι δείλης τε καὶ ὁπότε ἀγορὰ πλήθει, οὐ γὰρ νυστάζουσιν οὗτοι, κἂν πόρρω τῶν νυκτῶν σπουδάζωσιν. οὐ γὰρ ἐξωθεῖ αὐτοὺς ὁ ὕπνος ὥσπερ δεσπότης βρίσας ἐς τὸν αὐχένα δεδουλωμένον ὑπὸ τοῦ οἴνου, ἀλλʼ ἐλεύθεροί τε καὶ ὀρθοὶ φαίνονται, καταδαρθέντες δὲ καθαρᾷ τῇ ψυχῇ δέχονται τὸν ὕπνον οὔτε ὑπὸ τῶν εὐπραγιῶν ἀνακουφιζόμενοι αὐτοῦ οὔτε ὑπὸ κακοπραγίας τινὸς ἐκθρώσκοντες. ξύμμετρος γὰρ πρὸς ἄμφω ταῦτα ψυχὴ νήφουσα καὶ οὐδετέρου τῶν παθῶν ἥττων, ὅθεν καθεύδει ἥδιστα καὶ ἀλυπότατα μὴ ἐξισταμένη τοῦ ὕπνου.

于是阿波罗尼奥斯叫来达米斯说道:“我们的论辩对手非同小可,是一位极其精通辩论之人。” “我看得出来,”达米斯说,“这恐怕就是所谓的‘遇上了黑屁股’。他说的那番道理把我也彻底折服了;所以到了你该醒盹并把论辩进行到底的时候了。” 阿波罗尼奥斯于是抬起头来说道: “其实,我们饮水之人在获得更惬意的睡眠上究竟有多大优势,我恰恰要根据你本人的话来阐明。因为你已明确说过,醉酒者神志混乱,状态近乎癫狂;事实上,我们看到那些被酩酊大醉控制的人自以为看见了双月和双日;而那些少饮之人,即便相当清醒,虽然不至于产生这些幻觉,却满怀着往往并非由顺境引起的欢愉与快乐,这样的人甚至从未在法庭上开过口,便开始练习辩护辞,家里连一德拉克马都没有,却声称自己腰缠万贯。国王啊,这些都是癫狂的情状;因为快乐本身就会扰乱心智,我深知许多自以为大有成就的人甚至无法入睡,而是从睡梦中惊跳起来;这大概正是所谓好事也会带来忧虑。人类也发明了用于催眠的药剂,人们饮用并涂抹它们后便如同死人一般伸展肢体沉睡,由此醒来时伴随着某种遗忘,并且心不在焉、恍若置身别处。因此,凡所饮之物,或者更确切地说,灌入灵魂与身体之物,并不能带来纯正自然的睡眠,而只能带来要么昏沉半死的沉睡,要么被纷至沓来的念头撕碎的短睡(哪怕那是愉悦的念头);除非你偏爱无理取闹而非公平辩论,否则想必会同意这一点。然而我的共饮之友们视现实为现实,既不虚构也不臆想不存在之物;他们从未显出轻浮,亦未表现出迟钝或愚昧,更不曾过度兴奋,而是全神贯注且充满理性,正如午后及集市熙攘之时一般;他们绝不打盹,即使忙碌至深夜也是如此。因为睡眠并不像主人那样沉重地压在被酒奴役的脖颈上强行压制他们,相反,他们显得自由而挺拔;躺下后,他们以纯净的灵魂接纳睡眠,既不因顺境而从中浮躁惊醒,也不因任何逆境而跳脱而出。因为清醒的灵魂对这两者皆能保持适度,不屈服于任何一种情欲,所以它睡得最甜美、最无痛苦,绝不脱离安睡之境。

§2.37

καὶ μὴν καὶ τὸ μαντικὸν τὸ ἐκ τῶν ὀνειράτων, ὃ θειότατον τῶν ἀνθρωπίνων δοκεῖ, ῥᾷον διορᾷ μὴ ξυντεθολωμένη ὑπὸ τοῦ οἴνου, ἀλλʼ ἀκήρατος δεχομένη αὐτὸ καὶ περιαθροῦσα· οἱ γοῦν ἐξηγηταὶ τῶν ὄψεων, οὓς ὀνειροπόλους οἱ ποιηταὶ καλοῦσιν, οὐκ ἂν ὑποκρίνοιντο ὄψιν οὐδεμίαν μὴ πρότερον ἐρόμενοι τὸν καιρόν, ἐν ᾧ εἶδεν. ἂν μὲν γὰρ ἑῷος ᾖ καὶ τοῦ περὶ τὸν ὄρθρον ὕπνου, ξυμβάλλονται αὐτὴν ὡς ὑγιῶς μαντευομένης τῆς ψυχῆς, ἐπειδὰν ἀπορρύψηται τὸν οἶνον, εἰ δʼ ἀμφὶ πρῶτον ὕπνον ἢ μέσας νύκτας, ὅτε βεβύθισταί τε καὶ ξυντεθόλωται ἔτι ὑπὸ τοῦ οἴνου, παραιτοῦνται τὴν ὑπόκρισιν σοφοὶ ὄντες. ὡς δὲ καὶ τοῖς θεοῖς δοκεῖ ταῦτα καὶ τὸ χρησμῶδες ἐν ταῖς νηφούσαις ψυχαῖς τίθενται, σαφῶς δηλώσω· ἐγένετο, ὦ βασιλεῦ, παρʼ Ἕλλησιν Ἀμφιάρεως ἀνὴρ μάντις. οἶδα, εἶπε λέγεις γάρ που τὸν τοῦ Οἰκλέους, ὃν ἐκ Θηβῶν ἐπανιόντα ἐπεσπάσατο ἡ γῆ ζῶντα. οὗτος, ὦ βασιλεῦ, ἔφη μαντευόμενος ἐν τῇ Ἀττικῇ νῦν ὀνείρατα ἐπάγει τοῖς χρωμένοις, καὶ λαβόντες οἱ ἱερεῖς τὸν χρησόμενον σίτου τε εἴργουσι μίαν ἡμέραν καὶ οἴνου τρεῖς, ἵνα διαλαμπούσῃ τῇ ψυχῇ τῶν λογίων σπάσῃ· εἰ δὲ ὁ οἶνος ἀγαθὸν ἦν τοῦ ὕπνου φάρμακον, ἐκέλευσεν ἂν ὁ σοφὸς Ἀμφιάρεως τοὺς θεωροὺς τὸν ἐναντίον ἐσκευασμένους τρόπον καὶ οἴνου μεστούς, ὥσπερ ἀμφορέας, ἐς τὸ ἄδυτον αὐτῷ φέρεσθαι. πολλὰ δὲ καὶ μαντεῖα λέγοιμʼ ἂν εὐδόκιμα παρʼ Ἕλλησί τε καὶ βαρβάροις, ἐν οἷς ὁ ἱερεὺς ὕδατος, ἀλλʼ οὐχὶ οἴνου σπάσας ἀποφθέγγεται τὰ ἐκ τοῦ τρίποδος. θεοφόρητον δὴ κἀμὲ ἡγοῦ καὶ πάντας, ὦ βασιλεῦ, τοὺς τὸ ὕδωρ πίνοντας· νυμφόληπτοι γὰρ ἡμεῖς καὶ βάκχοι τοῦ νήφειν.4 ποιήσῃ οὖν, ἔφη ὦ Ἀπολλώνιε, κἀμὲ θιασώτην; εἴπερ μὴ φορτικὸς εἶπε τοῖς ὑπηκόοις δόξεις· φιλοσοφία γὰρ περὶ βασιλεῖ ἀνδρὶ ξύμμετρος μὲν καὶ ὑπανειμένη θαυμαστὴν ἐργάζεται κρᾶσιν, ὥσπερ ἐν σοὶ διαφαίνεται, ἡ δʼ ἀκριβὴς καὶ ὑπερτείνουσα φορτική τε, ὦ βασιλεῦ, καὶ ταπεινοτέρα τῆς ὑμετέρας σκηνῆς φαίνεται καὶ τύφου δὲ αὐτό τι ἂν ʽἔχεινʼ ἡγοῖντο βάσκανοι.

“再者,源于梦境的预言能力——这被视为人类中最具神性之事——当灵魂未被酒浑浊,而是以纯洁之姿接纳并审视它时,便能更容易洞察。至少那些幻象的阐释者,即诗人们所称的解梦人,若不先询问做梦的时间,是绝不肯解任何梦的。若是在清晨以及黎明前后的睡眠中所见,他们便会加以诠释,认为当酒意被涤除后,灵魂正在健全地预言;但若是在初睡或午夜时分,当灵魂仍被酒沉潜与浑浊之时,他们出于明智便会拒绝解梦。至于诸神亦持此见,并将神谕的力量赋予清醒的灵魂,我也将明白阐明:国王啊,在希腊人中曾有一位名叫安菲阿拉奥斯的预言者。” “我知道,”国王说,“你说的想必是俄伊克勒斯之子,他在从忒拜归途被大地活活吞没。” “正是此人,国王啊,”阿波罗尼奥斯说,“他如今在阿提卡行预言之事,向求签者赐予梦境;祭司们接收了求问之人后,便禁绝其一天的谷物与三天的葡萄酒,以便让他在灵魂晶莹剔透之际汲取神谕。然而,假若葡萄酒是睡眠的良药,明智的安菲阿拉奥斯本该吩咐求神谕者采取完全相反的准备,如双耳陶罐般装满酒后被抬入他的密室。我还能列举出希腊人与蛮族中许多著名的神谕所,在那里的祭司都是饮水而非饮酒后,才从三脚架上吐出预言。因此,国王啊,请视我以及所有饮水者为神灵附体之人;因为我们是水泽仙女的通灵者,是清醒的巴克科斯信徒。” “那么,阿波罗尼奥斯啊,”国王说,“你是否也愿意让我成为你同修社团中的一员?” “只要你不被你的属民视为沉重烦苛,”阿波罗尼奥斯说,“因为对一位国王而言,适度而松弛的哲学能产生绝妙的调和,正如在你身上所展现的那样;但若过于严苛精密与紧绷,国王啊,它便会显得沉重烦苛,且有失你们王家的威仪,而嫉妒之人更会认为其中带有某种虚荣浮夸。”

语法注4 条
  1. 2.36μελαμπύγου τυχεῖν

    源自赫拉克勒斯别名(“黑屁股”)及刻耳科佩斯神话的希腊成语,意为“碰上强手”或“遇到克星”。

  2. 2.36ὥρα οὖν σοι ἀφυπνίσαντι ἀποτελεῖν αὐτόν

    由 ὥρα [ἐστί] 引领与格(σοι)与不定词(ἀποτελεῖν)构成的无人称句式。分词 ἀφυπνίσαντι 为与格阳性单数过去主动式,修饰 σοι,表伴随动作:“驱散睡意/清醒过来之后”。

  3. 2.36τὸ παρέχειν φροντίδας καὶ τἀγαθά

    带冠词的不定词短语在 τοῦτʼ ἂν εἴη 之后作表语:“这大概就是所谓好事(τἀγαθά)亦会带来焦虑(φροντίδας)”。

  4. 2.37βάκχοι τοῦ νήφειν

    一个精妙的矛盾修辞(oxymoron),将狂乱酗酒的酒神信徒(βάκχοι)与带冠词的属格不定词(τοῦ νήφειν,“清醒”)相结合,反讽而生动地表达出水饮者对理性与清醒的沉醉境界。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.36-2.37