← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.33-2.35

关于真正智者的询问与饮水对睡眠的影响

阿波罗尼奥斯赞许国王复位的历程,并向其询问真正智者以及亚历山大与赫拉克勒斯的相关传说;经过就寝仪式后,两人于次日清晨就饮水与饮酒对睡眠的影响展开辩论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33

ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος Ἡρακλειδῶν ἔφη κάθοδον ἀτεχνῶς διελήλυθας, καὶ ἐπαινετέοι οἱ θεοὶ τῆς διανοίας,1 ὅτι γενναίῳ ἀνδρὶ ἐπὶ τὰ ἑαυτοῦ στείχοντι ξυνήραντο τῆς καθόδου. ἀλλʼ ἐκεῖνό μοι περὶ τῶν σοφῶν εἰπέ· οὐ καὶ ὑπὸ Ἀλεξάνδρῳ ποτὲ ἐγένοντο οὗτοι καὶ ἀναχθέντες αὐτῷ περὶ τοῦ οὐρανοῦ ἐφιλοσόφησαν; Ὀξυδράκαι ἔφη ἐκεῖνοι ἦσαν, τὸ δὲ ἔθνος τοῦτο ἐλευθεριάζει τε ἀεὶ καὶ πολεμικῶς ἐξήρτυται, σοφίαν τε μεταχειρίζεσθαί φασιν οὐδὲν χρηστὸν εἰδότες· οἱ δὲ ἀτεχνῶς σοφοὶ κεῖνται μὲν τοῦ Ὑφάσιδος καὶ τοῦ Γάγγου μέσοι, τὴν δὲ χώραν ταύτην οὐδὲ ἐπῆλθεν ὁ Ἀλέξανδρος, οὔτι που τὰ ἐν αὐτῇ δείσας, ἀλλʼ, οἶμαι, τὰ ἱερὰ ἀπεσήμηνεν αὐτῷ. εἰ δὲ καὶ διέβη τὸν Ὕφασιν καὶ τὴν περὶ αὐτοὺς γῆν ἠδυνήθη ἑλεῖν, ἀλλὰ τήν γε τύρσιν, ἣν ἐκεῖνοι κατοικοῦσιν, οὐδʼ ἂν μυρίους μὲν Ἀχιλλέας, τρισμυρίους δὲ Αἴαντας ἄγων ποτὲ ἐχειρώσατο·2 οὐ γὰρ μάχονται τοῖς προσελθοῦσιν, ἀλλὰ διοσημίαις τε καὶ σκηπτοῖς βάλλοντες ἀποκρούονται σφᾶς ἱεροὶ καὶ θεοφιλεῖς ὄντες· τὸν γοῦν Ἡρακλέα τὸν Αἰγύπτιον καὶ τὸν Διόνυσον ξὺν ὅπλοις διαδραμόντας τὸ Ἰνδῶν ἔθνος φασὶ μέν ποτε ἐλάσαι ἐπʼ αὐτοὺς ἅμα μηχανάς τε παλαμήσασθαι καὶ τοῦ χωρίου ἀποπειρᾶσθαι, οἱ δὲ ἀντιπράττειν οὐδέν, ἀλλʼ ἀτρεμεῖν,3 ὡς ἐκείνοις ἐφαίνοντο, ἐπεὶ δʼ αὐτοὶ προσῄεσαν, πρηστῆρες αὐτοὺς ἀπεώσαντο καὶ βρονταὶ κάτω στρεφόμεναι καὶ ἐμπίπτουσαι τοῖς ὅπλοις, τήν τε ἀσπίδα χρυσῆν οὖσαν ἀποβαλεῖν ἐκεῖ λέγεται ὁ Ἡρακλῆς, καὶ πεποίηνται αὐτὴν ἀνάθημα οἱ σοφοὶ διά τε τὴν τοῦ Ἡρακλέους δόξαν, διά τε τὸ ἐκτύπωμα τῆς ἀσπίδος· αὐτὸς γὰρ πεποίηται ὁ Ἡρακλῆς ὁρίζων τὰ Γάδειρα καὶ τὰ ὄρη στήλας ποιούμενος τόν τε Ὠκεανὸν ἐς τὰ ἔσω ἐπισπώμενος, ὅθεν δηλοῦται μὴ τὸν Θηβαῖον Ἡρακλέα, τὸν δὲ Αἰγύπτιον ἐπὶ τὰ Γάδειρα ἐλθεῖν καὶ ὁριστὴν γενέσθαι τῆς γῆς.

于是阿波罗尼奥斯接话道: “你所叙述的, 简直就是赫拉克勒斯后裔的归来; 诸神因其意图而理应受到赞颂,因为他们协助了一位前往索回自己产业的高尚之士完成归来。不过请你告诉我关于那些智者的事:他们当年难道不曾臣服于亚历山大,并被带到他面前探讨关于天穹的哲学吗?” “那些是奥克西德拉凯人,”国王说,“那个部族向来热爱自由且厉兵秣马,他们自称研习智慧,却毫无真知灼见。然而真正的智者居于海法西斯河与恒河之间,亚历山大甚至从未踏足过这片土地,绝非因为畏惧那里的事物,而是我认为,祭祀的凶兆向他示了警。即使他渡过海法西斯河并能够攻占他们周边的土地,但他们所居住的城堡,哪怕他统领一万个阿喀琉斯、三万个埃阿斯,也绝不可能将其攻克;因为他们并不与来犯者交锋,而是作为神圣且受神恩宠之人,投掷天象异兆与雷火将他们击退。据说埃及的赫拉克勒斯与狄俄倪索斯全副武装横扫印度各部族时,曾一同进军攻打他们,构筑攻城器械以图夺取该地,而智者们却毫无反抗之举,在他们看来似乎静止不动;但当他们走近时,旋风将他们击退,向下劈落的雷霆砸落在他们的武器上。据说赫拉克勒斯在那里遗弃了金盾,智者们出于赫拉克勒斯的威名以及盾上的浮雕,将其作为供奉之物;因为盾上刻画着赫拉克勒斯亲自标定加第拉的界限,将诸山立为石柱,并将大洋向内引入,由此可见,前往加第拉并成为大地界标制定者的,并非忒拜的赫拉克勒斯,而是埃及的赫拉克勒斯。”

§2.34

τοιαῦτα διαλεγομένων αὐτῶν ἐπῆλθεν ὁ ὕμνος αὐλῷ ἅμα, ἐρομένου δὲ τοῦ Ἀπολλωνίου τὸν βασιλέα, ὅ τι ἐθέλοι ὁ κῶμος, Ἰνδοὶ ἔφη παραινέσεις τῷ βασιλεῖ ᾅδουσιν, ἐπειδὰν πρὸς τῷ καθεύδειν γίγνηται, ὀνείρασί τε ἀγαθοῖς χρῆσθαι χρηστόν τε ἀνίστασθαι καὶ εὐξύμβολον τοῖς ὑπηκόοις. πῶς οὖν, ἔφη ὦ βασιλεῦ, διάκεισαι πρὸς ταῦτα; σὲ γάρ που αὐλοῦσιν. οὐ καταγελῶ, ἔφη δεῖ γὰρ προσίεσθαι αὐτὰ τοῦ νόμου ἕνεκεν, παραινέσεως μέντοι μηδεμιᾶς δεῖσθαι,4 ὅσα γὰρ ἂν ὁ βασιλεὺς μετρίως τε καὶ χρηστῶς πράττῃ, ταῦτα ἑαυτῷ δήπου χαριεῖται μᾶλλον ἢ τοῖς ὑπηκόοις.

在他们交谈之际,伴随着笛声的颂歌传了过来。阿波罗尼奥斯询问国王这游行队伍有何用意,“印度人们,”国王答道,“每当国王准备入睡时,便向国王唱诵劝诫之歌,祈愿他能做美梦,并以仁厚温和之姿起身面对属民。” “那么,国王啊,”阿波罗尼奥斯说,“你对此持何种态度呢?因为他们吹笛显然是冲着你来的。” “我并不嘲笑这些,”国王说,“因为遵照习俗应当接纳它们,然而我无需任何劝诫;因为凡是国王以节制与仁德所行之事,这与其说是施惠于属民,倒不如说是取悦于他自己。”

§2.35

τοιαῦτα διαλεχθέντες, ἀνεπαύσαντο, ἐπεὶ δὲ ἡμέρα ὑπεφαίνετο, αὐτὸς ὁ βασιλεὺς ἀφίκετο ἐς τὸ δωμάτιον, ᾧ ἐνεκάθευδον οἱ περὶ τὸν Ἀπολλώνιον, καὶ τὸν σκίμποδα ἐπιψηλαφήσας προσεῖπέ τε τὸν ἄνδρα, καὶ ἤρετο αὐτόν, ὅ τι ἐνθυμοῖτο, οὐ γάρ που καθεύδεις εἶπεν ὕδωρ πίνων καὶ καταγελῶν τοῦ οἴνου. οὐ γὰρ καθεύδειν ἡγῇ ἔφη τοὺς τὸ ὕδωρ πίνοντας; καθεύδειν μέν, ἔφη λεπτὸν δὲ ὕπνον, ὅνπερ ἄκροις αὐτῶν τοῖς ὀφθαλμοῖς ἐφιζάνειν φῶμεν, οὐ τῷ νῷ. ἀμφοτέροις εἶπε, καὶ ἴσως τῷ νῷ μᾶλλον· εἰ γὰρ μὴ ἀτρεμήσει ὁ νοῦς, οὐδὲ ὑποδέξονται οἱ ὀφθαλμοὶ τὸν ὕπνον· οἱ γοῦν μεμηνότες οὐδὲ καθεύδειν δύνανται διὰ τὴν τοῦ νοῦ πήδησιν, ἀλλʼ ἐς ἄλλα καὶ ἄλλα ἀπιούσης τῆς ἐννοίας γοργότερόν τε ἀναβλέπουσι καὶ ἀναιδέστερον, ὥσπερ οἱ ἄυπνοι τῶν δρακόντων. ἐπεὶ τοίνυν, ὦ βασιλεῦ, εἶπε σαφῶς ἡρμήνευται τὸ τοῦ ὕπνου ἔργον καὶ ἅττα δηλοῦται ʽαὐτῷʼ τοῖς ἀνθρώποις, σκεψώμεθα, τί μειονεκτήσει ἐν τῷ ὕπνῳ τοῦ μεθύοντος ὁ τὸ ὕδωρ πίνων. μὴ σοφίζου, ἔφη ὁ βασιλεὺς εἰ γὰρ μεθύοντα ὑποθήσῃ, οὐ καθευδήσει τοῦτο, βακχεύουσα γὰρ ἡ γνώμη στροβήσει τε αὐτὸν καὶ ταραχῆς ἐμπλήσει· δοκοῦσί τοι πάντες οἱ ἐκ μέθης καταδαρθεῖν πειρώμενοι ἀναπέμπεσθαί τε ἐς τὸν ὄροφον, καὶ αὖ ὑπόγειοι εἶναι δίνην τε ἐμπεπτωκέναι σφίσιν, οἵα δὴ περὶ τὸν Ἰξίονα λέγεται ξυμβαίνειν. οὔκουν ἀξιῶ τὸν μεθύοντα, ἀλλὰ τὸν πεπωκότα μὲν τοῦ οἴνου, νήφοντα δὲ θεωρεῖν, ὡς καθευδήσει, καὶ ὡς πολλῷ βέλτιον τοῦ ἀοίνου.

如此交谈之后,他们便安歇了。当黎明初露时,国王亲自来到阿波罗尼奥斯一行人所就寝的房间,抚摸着睡榻向他打招呼,并问他在思索着什么: “因为你既然饮水 并嘲笑美酒, 想必未曾安睡吧。” “难道你认为饮水之人 便不睡吗?” 他问。 “睡倒是睡的,”国王说,“但那只是浅薄的睡眠,我们可以说它仅仅停留在他们的眼角,而未触及心灵。” “两者皆能触及,”阿波罗尼奥斯说, “而且或许更触及心灵;因为心灵若不得安宁,眼睛也不会接纳睡眠;发狂之人正由于心灵的跳动而无法入眠,思绪飘忽不定,以致他们比常人更凶猛、更无所顾忌地睁大双眼,就像不眠的巨龙一般。 因此,国王啊,”他说,“既然睡眠的作用以及它向人类揭示的事物已阐述清晰,那我们就来看看,饮水者在睡眠中究竟如何会逊色于醉酒之人。” “切莫施展诡辩,”国王说,“因为如果你设定一个酩酊大醉之人,他是绝无法入睡的,狂乱的心神会使他旋转颠簸并陷入极度的混乱;所有试图在醉酒中入睡的人,都仿佛被抛升至屋顶,旋即又坠入地下,陷入一种旋转的漩涡,宛如传说中伊克西翁所遭受的那样。因此,我并非主张去考察烂醉之人,而是去观察饮了酒却仍清醒之人将如何安睡,以及这比起滴酒不沾者要好上多少。”

语法注4 条
  1. 2.33ἐπαινετέοι οἱ θεοὶ τῆς διανοίας

    动词性形容词 ἐπαινετέοι(ἐπαινετέος 的主格阳性复数,此处省略系动词 εἰσί)后接表示赞誉原因的“原因属格”τῆς διανοίας(“因其意图”),其具体内容由随后的 ὅτι 从句加以阐明。

  2. 2.33οὐδʼ ἂν μυρίους μὲν Ἀχιλλέας, τρισμυρίους δὲ Αἴαντας ἄγων ποτὲ ἐχειρώσατο

    主句由 ἄν + 直陈式不定过去时(ἐχειρώσατο)构成过去反事实假设,现在分词 ἄγων 起到条件从句的作用(“即使他统领了……”)。此外,专有名词的复数形式(Ἀχιλλέας, Αἴαντας)是修辞性用法,表示“像阿喀琉斯/埃阿斯那样的勇士”。

  3. 2.33οἱ δὲ ἀντιπράττειν οὐδέν, ἀλλʼ ἀτρεμεῖν

    此处延续了前文由 φασί(“他们说”)引导的间接引语不定式结构(ἀντιπράττειν 与 ἀτρεμεῖν),但主语并未变为宾格,而是保留为主格 οἱ δέ,用以承接上下文的叙述对比,属于间接引语中主格与不定式结合的松散句式。

  4. 2.34παραινέσεως μέντοι μηδεμιᾶς δεῖσθαι

    紧接在 δεῖ προσίεσθαι 之后,但 δεῖσθαι 并非由无人称动词 δεῖ 支配,而是作为间接陈述的不定式,以国王自身为逻辑主语(省略了宾格代词 ἐμέ 等),意为“然而[国王说自己]不需要任何劝诫”,受前文的 ἔφη 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.33-2.35