- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.31-2.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
印度国王讲述了自己的身世,详述其父在王权易手后从师智者、自己自幼接受智者教导,以及最终如何汇聚民众夺回祖传王位的经历。
ἐγὼ μὲν πάππου βασιλέως ἐγενόμην, ὃς ἦν μοι ὁμώνυμος, πατρὸς δὲ ἰδιώτου· καταλειφθεὶς γὰρ κομιδῇ νέος ἐπίτροποι μὲν αὐτῷ ἐγένοντο δύο τῶν ξυγγενῶν κατὰ τοὺς τῶν Ἰνδῶν νόμους, ἔπραττον δὲ ὑπὲρ αὐτοῦ τὰ βασιλικὰ οὐ χρηστῶς, μὰ τὸν Ἥλιον, οὐδὲ ξυμμέτρως, ὅθεν βαρεῖς τοῖς ὑπηκόοις ἐφαίνοντο καὶ ἡ ἀρχὴ κακῶς ἤκουε. ξυστάντες οὖν ἐπʼ αὐτοὺς τῶν δυνατῶν τινες ἐπιτίθενταί σφισιν ἐν ἑορτῇ καὶ κτείνουσι τῷ Ἰνδῷ θύοντας, αὐτοί τε ἐπεσπηδήσαντες τῷ ἄρχειν ξυνέσχον τὰ κοινά. δείσαντες οὖν οἱ ξυγγενεῖς περὶ τῷ πατρὶ μήπω ἑκκαίδεκα ἔτη γεγονότι πέμπουσιν αὐτὸν ὑπὲρ τὸν Ὕφασιν παρὰ τὸν ἐκεῖ βασιλέα. πλειόνων δὲ ἢ ἐγὼ ἄρχει καὶ εὐδαίμων ἡ χώρα παρὰ πολὺ τῆς ἐνταῦθα. βουλομένου δʼ αὐτὸν τοῦ βασιλέως παῖδα ποιεῖσθαι, τουτὶ μὲν παρῃτήσατο φήσας μὴ φιλονεικεῖν τῇ τύχῃ ἀφῃρημένῃ αὐτὸν τὸ ἄρχειν, ἐδεήθη δʼ αὐτοῦ ξυγχωρῆσαί οἱ φιλοσοφῆσαι βαδίσαντι παρὰ τοὺς σοφούς, καὶ γὰρ ἂν καὶ ῥᾷον καρτερῆσαι τὰ οἴκοι κακά.1 βουλομένου δὲ τοῦ βασιλέως καὶ κατάγειν αὐτὸν ἐπὶ τὴν πατρῴαν ἀρχήν εἰ γνησίως ἔφη φιλοσοφοῦντα αἴσθοιο, κάταγε, εἰ δὲ μή, ἔα με οὕτως ἔχειν. αὐτὸς οὖν ὁ βασιλεὺς ἥκων παρὰ τοὺς σοφοὺς μεγάλων ἂν ἔφη παρʼ αὐτῶν τυχεῖν, εἰ τοῦ παιδὸς ἐπιμεληθεῖεν γενναίου τὴν φύσιν ἤδη ὄντος, οἱ δὲ κατιδόντες τι ἐν αὐτῷ πλέον ἠσπάσαντο προσδοῦναί οἱ τῆς αὑτῶν σοφίας καὶ προθύμως ἐπαίδευον προσκείμενον πάνυ τῷ μανθάνειν. ἑβδόμῳ δὲ ἔτει νοσῶν ὁ βασιλεύς, ὅτε δὴ καὶ ἐτελεύτα, μεταπέμπεται αὐτὸν καὶ κοινωνὸν τῆς ἀρχῆς ἀποφαίνει τῷ υἱῷ τήν τε θυγατέρα ὁμολογεῖ πρὸς ὥραν οὖσαν, ὁ δέ, ἐπειδὴ τὸν τοῦ βασιλέως υἱὸν εἶδε κολάκων καὶ οἴνου καὶ τῶν τοιούτων κακῶν ἥττω μεστόν τε ὑποψιῶν πρὸς αὐτόν, σὺ μὲν ἔφη ταῦτʼ ἔχε καὶ τῆς ἀρχῆς ἁπάσης ἐμφοροῦ, καὶ γὰρ εὔηθες μηδὲ τὴν προσήκουσαν ἑαυτῷ βασιλείαν κτήσασθαι δυνηθέντα θρασέως δοκεῖν ἐπὶ τὴν μὴ προσήκουσαν ἥκειν, ἐμοὶ δὲ τὴν ἀδελφὴν δίδου, τουτὶ γὰρ μόνον ἀπόχρη μοι τῶν σῶν. καὶ λαβὼν τὸν γάμον ἔζη πλησίον τῶν σοφῶν ἐν κώμαις ἑπτὰ εὐδαίμοσιν, ἃς ἐπέδωκε τῇ ἀδελφῇ ὁ βασιλεὺς ἐς ζώνην. γίγνομαι τοίνυν ἐγὼ τοῦ γάμου τούτου καί με ὁ πατὴρ τὰ Ἑλλήνων παιδεύσας ἄγει παρὰ τοὺς σοφοὺς πρὸ ἡλικίας ἴσως, δώδεκα γάρ μοι τότε ἦν ἔτη, οἱ δὲ ἔτρεφον ἴσα καὶ ἑαυτῶν παῖδα, οὓς γὰρ ἂν ὑποδέξωνται τὴν Ἑλλήνων φωνὴν εἰδότας, ἀγαπῶσι μᾶλλον, ὡς ἐς τὸ ὁμόηθες αὐτοῖς ἤδη προσήκοντας.
“我出生于一位身为国王的祖父——他与我同名——但父亲却是一位平民;因为父亲在极年幼时被遗留下来,根据印度人的法令,两位亲属成为了他的监护人,然而指着太阳发誓,他们代他执掌王权既不正直也不合度,因而他们在属民眼中显得沉重难耐,政权亦饱受恶评。于是几位有权势的人联合起来反对他们,在节庆时趁他们向印度河献祭之际发动袭击将他们杀死,自己夺取王权掌控了国政。亲属们担心我那尚未年满十六岁的父亲的安危,便将他送过海法西斯河,送往那里的国王处。那位国王统治着比我更多的属民,其国土亦远比此地繁荣富庶。当那位国王想要收养他为子时,父亲婉拒了这一请求,声称自己不愿与剥夺其统治权的命运抗争,反倒恳求国王允许他前往智者那里研习哲学,因为这样或许能使他更容易忍受家园的变故。而当国王想要恢复他的祖传王位时,父亲说:‘如果您看出我是在真诚地研习哲学,那就恢复我;如若不然,请任由我保持现状。’ “于是国王亲自前往智者那里,说若是他们能悉心照料这生性已然高尚的少年,自己将从他们那里蒙受莫大的恩情;而智者们察觉出他身上的卓越资质,便欣然将自己的智慧传授给他,并在他全身心投入学习时悉心教导他。在第七个年头,国王染病垂危之际,召见了他,宣布他与自己的儿子共同执掌政权,并答应将正值适婚年龄的女儿许配给他。但父亲看到国王的儿子沉溺于谄媚者、美酒与诸般恶习之中,且对他充满猜忌,便说道:‘请你保留这些,尽情享用所有的王权吧;因为连属于自己的王位都未曾能够获得之人,若狂妄地想要谋求不属于自己的王位,那未免太愚蠢了;不过请将你的妹妹赐给我,因为在你的所有财物中,对我而言唯有这便足矣。’ “于是父亲缔结了这门婚事,在智者附近、国王赐予其妹作为脂粉钱的七个富庶村落中定居下来。我便出生于这场婚姻;父亲以希腊文化教育我之后,将我带到了智者那里,或许还未到合适的年龄,因为当时我才十二岁;但他们待我如同亲生骨肉,因为他们若接纳了懂得希腊语的人,便会加倍关爱他们,认为他们早已契合于自己的性情。
ἀποθανόντων δέ μοι καὶ τῶν γονέων οὐ μεταπολὺ ἀλλήλων αὐτοί με βαδίσαντα ἐπὶ τὰς κώμας ἐκέλευσαν ἐπιμεληθῆναι τῶν ἐμαυτοῦ γεγονότα ἐννεακαίδεκα ἔτη. τὰς μὲν οὖν κώμας ἀφῄρητό με ἤδη ὁ χρηστὸς θεῖος καὶ οὐδὲ τὰ γῄδιά μοι ὑπέλιπε τὰ κεκτημένα τῷ πατρί, πάντα γὰρ τῇ ἑαυτοῦ ἀρχῇ προσήκειν αὐτά, ἐμὲ δʼ ἂν μεγάλων παρʼ αὐτοῦ τυχεῖν, εἴ με ἐῴη ζῆν.2 ἔρανον οὖν ξυλλεξάμενος παρὰ τῶν τῆς μητρὸς ἀπελευθέρων ἀκολούθους εἶχον τέτταρας. καί μοι ἀναγιγνώσκοντι τοὺς Ἡρακλείδας τὸ δρᾶμα ἐπέστη τις3 ἐντεῦθεν ἐπιστολὴν φέρων παρὰ ἀνδρὸς ἐπιτηδείου τῷ πατρί, ὅς με ἐκέλευσε διαβάντα τὸν Ὑδραώτην ποταμὸν ξυγγίγνεσθαί οἱ περὶ τῆς ἀρχῆς τῆς ἐνταῦθα, πολλὰς γὰρ ἐλπίδας εἶναί μοι ἀνακτήσασθαι αὐτὴν μὴ ἐλινύοντι. τὸ μὲν δὴ δρᾶμα θεῶν τις οἶμαι ἐπὶ νοῦν ἤγαγε καὶ εἱπόμην τῇ φήμῃ, διαβὰς δὲ τὸν ποταμὸν τὸν μὲν ἕτερον τῶν βεβιασμένων ἐς τὴν ἀρχὴν τεθνάναι ἤκουσα, τὸν δὲ ἕτερον ἐν τοῖς βασιλείοις πολιορκεῖσθαι τούτοις. ἐχώρουν δὴ ξυντείνων καὶ βοῶν πρὸς τοὺς ἐν ταῖς κώμαις, δι’ ὧν ἔστειχον, ὡς ὁ τοῦ δεῖνος εἴην υἱὸς καὶ ἐπὶ τὴν ἀρχὴν τὴν ἐμαυτοῦ ἴοιμι, οἱ δὲ χαίροντές τε καὶ ἀσπαζόμενοί με προὔπεμπον παραπλήσιον ἡγούμενοι τῷ πάππῳ, ἐγχειρίδιά τε ἦν αὐτοῖς καὶ τόξα καὶ πλείους ἀεὶ ἐγιγνόμεθα, καὶ προσελθόντα ταῖς πύλαις οὕτω τι ἄσμενοι ἐδέξαντο οἱ ἐνταῦθα, ὡς ἀπὸ τοῦ βωμοῦ τοῦ Ἡλίου δᾷδας ἁψάμενοι πρὸ πυλῶν τε ἥκειν καὶ ἡγεῖσθαι δεῦρο ἐφυμνοῦντες πολλὰ τῷ πατρὶ καὶ τῷ πάππῳ, τὸν δὲ ἔσω κηφῆνα πέριξ τὸ τεῖχος ἔκλῃσαν καίτοι ἐμοῦ παραιτουμένου μὴ τοιῷδε τρόπῳ ἀποθανεῖν αὐτόν.
“在我的双亲相继离世之后,智者们亲自命年满十九岁的我前往那些村庄掌管自己的产业。然而那位贤良的舅父早已从我手中夺走了那些村落,甚至连父亲所置办的小块田地也没有留给我,声称那些产业全都属于他自己的国土,而若是他饶我不死,我便该算是蒙受了他莫大的恩惠。于是我从母亲的获释奴那里筹集了资财,身边带着四名随从。正当我研读悲剧《赫拉克勒斯的后裔》时,一人从这里来到我面前,带来了父亲的一位挚友的信函,信中催促我渡过许德拉欧忒斯河,与他会合以谋取此地的政权,因为若不延宕迟疑,我大有希望收复它。我想,读那部悲剧定是哪位神明使我心中受了启示,我便顺应了这神兆;渡河之后,我听说夺取政权的两人中有一人已经死去,另一人则被围困在这座王宫之中。于是我快步疾行,向我所途经的村庄里的居民高呼,说我是某某人的儿子,正前往索回自己的王权;他们欢欣鼓舞地迎接我,认为我极像祖父而护送我前行;他们携带着短剑和弓箭,我们的人数不断增加;当我走近城门时,这里的百姓欢天喜地地迎接我,他们甚至从太阳的祭坛上引燃火炬,迎候在城门前引路至此,连连歌颂我的父亲与祖父,并将里面的那个寄生懒汉围困在城墙之内,尽管我曾恳求不要让他以这种方式死去。”
- 2.31καὶ γὰρ ἂν καὶ ῥᾷον καρτερῆσαι τὰ οἴκοι κακά
此为 ἄν 搭配不定式 καρτερῆσαι 的结构。在间接引语中,表潜能的希求法(或相反虚拟直说过去时)连同 ἄν 被转化为不定式,意为“[他认为这样]就能更容易忍受故土的变故”。不定式的逻辑主语是其父。
- 2.32ἐμὲ δʼ ἂν μεγάλων παρʼ αὐτοῦ τυχεῖν, εἴ με ἐῴη ζῆν
间接引语中转述舅父观点的条件句:归结分句采用 ἄν 搭配不定式 τυχεῖν,条件从句为 εἴ 搭配希求法 ἐῴη。这对应于直接引语中的潜能条件句(εἰ + 希求法……ἄν + 希求法),意为“[声称]如果他肯饶我一命,我便是从他那里受了莫大的恩惠”。
- 2.32καί μοι ἀναγιγνώσκοντι τοὺς Ἡρακλείδας τὸ δρᾶμα ἐπέστη τις
与格 μοι 依附于动词 ἐπέστη(表示动作所临及的对象),现在分词 ἀναγιγνώσκοντι 与 μοι 一致,表时间或伴随状况(“正当我研读剧作《赫拉克勒斯的后裔》时”)。τὸ δρᾶμα 为 τοὺς Ἡρακλείδας 的同位语。
