- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.29-2.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼乌斯询问国王如何习得希腊语与哲学,国王对比并批评了希腊哲学的滥觞与冒充现象,继而阐述了印度通过严格审查三代先祖品行及以相面术考核青年资质来选拔哲学研修者的制度。
οἱ μὲν δὴ περὶ τὸν Δάμιν ἐξεπλήττοντο αὐτὰ ὡς εὔσκοπα καὶ τὴν ξυμμετρίαν τῆς τοξείας ἐθαύμαζον, ὁ δὲ Ἀπολλώνιος, ξυνεσίτει γὰρ τῷ βασιλεῖ ὁμοδιαίτῳ ὄντι, τούτοις μὲν ἧττον προσεῖχε, πρὸς δὲ τὸν βασιλέα εἰπέ μοι, ὦ βασιλεῦ, ἔφη πόθεν οὕτως ἔχεις φωνῆς Ἑλλάδος φιλοσοφία τε ἡ περὶ σὲ πόθεν ἐνταῦθα; οὐ γὰρ ἐς διδασκάλους γε οἶμαι ἀναφέρειν, ἐπεὶ μηδὲ εἶναί τινας ἐν Ἰνδοῖς εἰκὸς διδασκάλους τούτου. γελάσας οὖν ὁ βασιλεὺς οἱ μὲν παλαιοὶ ἔφη τὰς ἐρωτήσεις τῶν καταπλεόντων ἐποιοῦντο, εἰ λῃσταί εἰσιν, οὕτως αὐτὸ καίτοι χαλεπὸν ὂν κοινὸν ἡγοῦντο, ὑμεῖς δέ μοι δοκεῖτε τοὺς ἐπιφοιτῶντας ὑμῖν ἐρωτᾶν, μὴ φιλόσοφοί εἰσιν,1 οὕτως αὐτὸ καίτοι θειότατον τῶν κατʼ ἀνθρώπους ὂν καὶ τοῖς ἐπιτυχοῦσιν ὑπάρχειν οἴεσθε. καὶ ὅτι μὲν παρʼ ὑμῖν ταὐτὸν τῷ λῃστεύειν ἐστίν, οἶδα, ὁμοίῳ μὲν γὰρ σοὶ ἀνδρὶ οὔ φασιν εἶναι ἐντυχεῖν, τοὺς δὲ πολλοὺς, ὥσπερ σκυλεύσαντας αὐτὸ ἑτέρων περιβεβλῆσθαί τε ἀναρμόστως καὶ σοβεῖν2 ἀλλοτρίαν ἐσθῆτα ἐπισύροντας· καὶ νὴ Δίʼ, ὥσπερ οἱ λῃσταὶ τρυφῶσιν εἰδότες ὅτι ὑπὸ τῇ δίκῃ κεῖνται, οὕτω κἀκείνους φασὶ γαστρί τε διδόναι καὶ ἀφροδισίοις καὶ ἀμπεχόνῃ λεπτῇ. τὸ δὲ αἴτιον· νόμοι ὑμῖν, οἶμαι, εἰσίν, εἰ μὲν τὸ νόμισμα παραφθείροι τις, ἀποθνήσκειν αὐτόν, καὶ παιδίον εἴ τις παρεγγράφοι, ἢ οὐκ οἶδʼ ὅ τι ἐπὶ τούτῳ, τοὺς δὲ τὴν φιλοσοφίαν ὑποβαλλομένους ἢ παραφθείροντας οὐδείς, οἶμαι, νόμος παρʼ ὑμῖν ἴσχει, οὐδὲ ἀρχή τις ἐπʼ αὐτοὺς τέτακται.
达米斯等人对这些技艺惊叹不已,认为其精准无比,并赞叹射术的严密精确;但阿波罗尼乌斯因与生活同样简朴的国王共餐,对这些事不太在意,便对国王说: “请告诉我,陛下,您从何处掌握了如此精熟的希腊语?环绕在您身边的哲学又从何来到此地?因为我认为不能将其归功于导师,毕竟在印度人中不大可能有教授这一学问的老师。” 国王笑着说: “古人曾向靠港之人发问,询问他们是否是海盗,尽管这勾当残暴,他们却认为它是司空见惯之事;而在我看来,你们倒像是询问造访你们的人是否为哲学家,以至于你们竟以为它尽管是人类中最神圣的事物,却也是人人皆可拥有的。我也知道,在你们那里,哲学已经沦为与海盗行径无异:据说人们绝不可能遇见像您这样的人,大多数人反倒是如同从别人身上剥掠得来的一样,不合体地披戴上它,拖曳着别人的外衣昂首阔步。确实,指着宙斯发誓,正如海盗自知身处法网制裁之下因而纵情享乐,据说那些人也同样沉溺于暴饮暴食、男女私欲与华靡薄衫。其缘由在于:我想,你们有着法令规定,若有人伪造货币,处以死刑;若有人虚报户籍收养私生子,〔亦处死刑〕,或对此有某等我不知晓的惩处;然而对于冒充或败坏哲学之人,我想你们那里绝无任何法律予以制约,亦未设立专门的官职来惩治他们。
παρʼ ἡμῖν δὲ ὀλίγοι μὲν τοῦ φιλοσοφεῖν ἅπτονται, δοκιμάζονται δὲ ὧδε· χρὴ τὸν νέον, ἐπειδὰν ὀκτωκαίδεκα ἔτη γεγονὼς τύχῃ, τουτὶ δʼ, οἶμαι, καὶ παρʼ ὑμῖν ἐφήβου μέτρον, ὑπὲρ τὸν Ὕφασιν ποταμὸν ἐλθεῖν παρὰ τοὺς ἄνδρας, οὓς σὺ ὥρμηκας, εἰπόντα δημοσίᾳ πρότερον ὅτι φιλοσοφήσοι, ἵνʼ ᾖ τοῖς βουλομένοις ἐξείργειν αὐτόν, εἰ μὴ καθαρὸς φοιτῴη. καθαρὸν δὲ λέγω πρῶτον μὲν τὸ ἐς πατέρα καὶ μητέρα ἧκον,3 μὴ περὶ αὐτοὺς ὄνειδός τι ἀναφαίνοιτο, εἶθʼ οἱ τούτων γονεῖς καὶ τρίτον γένος ἐς ἄνω, μὴ ὑβριστής τις ἢ ἀκρατὴς ἢ χρηματιστὴς ἄδικος. ὅταν δὲ μηδεμία οὐλὴ περὶ τούτους ἀναφαίνηται, μηδὲ στίγμα ὅλως μηδέν, αὐτὸν ἤδη διορᾶν τὸν νέον καὶ βασανίζειν, πρῶτον μέν, εἰ μνημονικός, εἶτα, εἰ κατὰ φύσιν αἰδήμων, ἀλλὰ μὴ πλαττόμενος τοῦτο, μὴ μεθυστικὸς μὴ λίχνος μὴ ἀλαζὼν μὴ φιλόγελως μὴ θρασὺς μὴ φιλολοίδορος, εἰ πατρὸς ὑπήκοος εἰ μητρὸς εἰ διδασκάλων εἰ παιδαγωγῶν, ἐπὶ πᾶσιν, εἰ μὴ κακὸς περὶ τὴν ἑαυτοῦ ὥραν. τὰ μὲν δὴ τῶν γειναμένων αὐτὸν καὶ οἳ ἐκείνους ἐγείναντο, ἐκ μαρτύρων ἀναλέγονται4 καὶ γραμμάτων, ἃ δημοσίᾳ κεῖται. ἐπειδὰν γὰρ τελευτήσῃ ὁ Ἰνδός, φοιτᾷ ἐπὶ θύρας αὐτοῦ μία ἀρχὴ τεταγμένη ὑπὸ τῶν νόμων ἀναγράφειν αὐτόν, ὡς ἐβίω, καὶ ψευσαμένῳ ἢ ψευσθέντι τῷ ἄρχοντι ἐπιτιμῶσιν οἱ νόμοι μὴ ἄρξαι αὐτὸν ἔτι ἀρχὴν μηδεμίαν, ὡς παραποιήσαντα βίον ἀνθρώπου, τὰ δὲ τῶν ἐφήβων ἐς αὐτοὺς ὁρῶντες ἀναμανθάνουσι· πολλὰ μὲν γὰρ ὀφθαλμοὶ τῶν ἀνθρωπείων ἠθῶν ἑρμηνεύουσι, πολλὰ δʼ ἐν ὀφρύσι καὶ παρειαῖς κεῖται γνωματεύειν τε καὶ θεωρεῖν, ἀφʼ ὧν σοφοί τε καὶ φυσικοὶ ἄνδρες, ὥσπερ ἐν κατόπτρῳ εἴδωλα, τοὺς νοῦς τῶν ἀνθρώπων διαθεῶνται. μεγάλων γὰρ δὴ ἀξιουμένης φιλοσοφίας ἐνταῦθα καὶ τιμὴν τούτου παρʼ Ἰνδοῖς ἔχοντος ἀνάγκη πᾶσα ἐκβασανίζεσθαί τε τοὺς ἐπʼ αὐτὴν ἰόντας ἐλέγχοις τε ὑποβεβλῆσθαι μυρίοις. ὡς μὲν δὴ ἐπὶ διδασκάλοις αὐτὸ ποιούμεθα καὶ ἐς δοκιμασίαν ἡμῖν τὸ φιλοσοφεῖν ἥκει, σαφῶς εἴρηκα, τοὐμὸν δὲ ὧδε ἔχει·
但在我们这里,唯有少数人涉足哲学,且其选拔需经如此检验:青年年满十八岁时——我想这也是你们那里成年的标准——在公开宣称自己将要研习哲学之后,必须渡过海法西斯河,前往您正急切探访的那些智者那里,以便在有人并非纯洁而前往时,愿阻拦者皆可阻拦他。我所说的纯洁,首先是指涉及父母的事宜,他们身上不可显现任何耻辱;其次是他们的父母,直至向上追溯的三代祖先,都不可有专横跋扈、放荡不羁或不义牟利之人。若在这些先祖身上未曾显现任何劣迹或污点,众人便开始审视并考验青年本人:首先看他是否具有过人的记忆力;其次看他是否生性谦逊而非伪装做作;是否不酗酒、不贪婪、不夸耀、不轻浮狂笑、不莽撞无礼、不喜毁谤;是否顺从父亲、顺从母亲、顺从导师与侍学奴仆;最重要的是,在自己青春正茂之时是否未曾玷污身体。关于其父母以及生养其父母之先祖的情况,皆由证人及公家保存的文书档案中查验得知。因为每当印度人去世,便有法定的专门官署造访其门庭,如实记录他生前的行状;若官员有虚报或受蒙骗之举,法律便对其处以终身不得再任任何官职的惩戒,因其伪造了人之生平;至于青年本身的品格,众人则通过察看其容貌来获知。盖眼睛能道破人类品性的诸多方面,眉宇与面颊间亦蕴含着诸多可供推断与观察之征候,智者与洞悉天性之人便由此洞察人类的心灵,宛如在镜中观看倒影。因为既然哲学在此地受到极大的尊崇,且此道在印度人中享有尊荣,那么研习哲学之人务必经过彻底的考验,并经受无数次的甄别。关于我们如何在导师指导下从事此事,以及哲学研习在我们这里如何经历严格的考核,我已经说得很清楚了;而我个人的情况则是这样:”
- 2.29μὴ φιλόσοφοί εἰσιν
该分句与前文的 οἱ μὲν παλαιοὶ... εἰ λῃσταί εἰσιν(询问他们是否是海盗)构成对照。在动词 ἐρωτᾶν 之后,μή 引出带有推测或关切意味的间接疑问从句(“询问他们是否是哲学家”)。
- 2.29τοὺς δὲ πολλοὺς, ὥσπερ σκυλεύσαντας αὐτὸ ἑτέρων περιβεβλῆσθαί τε ἀναρμόστως καὶ σοβεῖν
从前文的 οὔ φασιν(“人们说不……”)承接肯定意义的 φασίν(据说),构成带逻辑主语 τοὺς δὲ πολλούς 的不定式结构(περιβεβλῆσθαι 与 σοβεῖν)。中性代词 αὐτό 指代前文的“哲学”(φιλοσοφία),延续了将哲学比作剥夺自他人的战利品或不合体衣物的隐喻。
- 2.30καθαρὸν δὲ λέγω πρῶτον μὲν τὸ ἐς πατέρα καὶ μητέρα ἧκον
在此句中,καθαρόν 为 λέγω 的宾语(“我所说的纯洁是指……”),而中性名词化分词短语 τὸ ἐς πατέρα καὶ μητέρα ἧκον 作限定关系的宾格(“就涉及父母的事情而言”)。后文的 μὴ... ἀναφαίνοιτο 进一步阐释“纯洁”的具体检验条件。
- 2.30ἀναλέγονται
虽然主语为中性复数(τὰ μὲν δὴ τῶν γειναμένων...),但谓语动词却使用了复数形式 ἀναλέγονται 而非标准的单数形式,强调了针对每位先祖分别调取的多项具体记录。
