- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.27-2.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弗拉奥特斯国王突然操起希腊语令阿波罗尼乌斯大为惊诧,并敬重智慧而请求受邀同饮。两人运动沐浴后赴宴,达米斯的记述展现了宫廷宴饮的特别座次、珍馐佳肴及惊险的箭术演练。
ἐπεὶ δὲ ἱκανῶς διελέχθησαν περὶ τῆς ὁδοῦ τῆς παρὰ τοὺς Βραχμᾶνας, τὸν μὲν παρὰ τοῦ Βαβυλωνίου ἡγεμόνα ἐκέλευσε ξενίζειν, ὥσπερ εἰώθει τοὺς ἐκ Βαβυλῶνος ἥκοντας, τὸν δὲ παρὰ τοῦ σατράπου ἀπιέναι λαβόντα ἐφόδια, αὐτὸς δὲ λαβόμενος τῆς τοῦ Ἀπολλωνίου χειρός, καὶ κελεύσας ἀπελθεῖν τὸν ἑρμηνέα ἆρʼ ἂν ἔφη ποιήσαιό με συμπότην;1 ἤρετο δʼ αὐτὸν φωνῇ Ἑλλάδι. ἐκπλαγέντος δὲ τοῦ Ἀπολλωνίου καὶ τοῦ χάριν οὐκ ἐξ ἀρχῆς οὕτω διελέγου; φήσαντος ἔδεισα ἔφη θρασὺς δόξαι μὴ γιγνώσκων ἐμαυτόν, μηδʼ ὅτι βάρβαρον εἶναί με δοκεῖ τῇ τύχῃ, σοῦ δὲ ἡττηθείς, ἐπειδὴ καὶ σὲ ὁρῶ ἐμοὶ χαίροντα, οὐκ ἠδυνήθην ἐμαυτὸν κρύπτειν, ὡς δὲ μεστός εἰμι τῆς Ἑλλήνων φωνῆς, ἐν πολλοῖς δηλώσω. τί οὖν εἶπεν οὐκ αὐτὸς ἐπήγγειλας ἐμοὶ τὸ συμπόσιον, ἀλλʼ ἐμέ σοι κελεύεις ἐπαγγέλλειν; ὅτι σε ἔφη βελτίω ἐμαυτοῦ ἡγοῦμαι, τὸ γὰρ βασιλικώτερον σοφία ἔχει.2 καὶ ἅμα ἦγεν αὐτόν τε καὶ τοὺς ἀμφʼ αὐτόν, οὗπερ εἰώθει λοῦσθαι. τὸ δὲ βαλανεῖον παράδεισος ἦν σταδίου μῆκος, ᾧ μέση κολυμβήθρα ἐνωρώρυκτο πηγὰς ἐκδεχομένη ποτίμου τε καὶ ψυχροῦ ὕδατος, τὰ δὲ ἐφʼ ἑκάτερα δρόμοι ἦσαν, ἐν οἷς ἀκοντίῳ τε καὶ δίσκῳ τὸν Ἑλληνικὸν τρόπον ἑαυτὸν ἐξήσκει, καὶ γὰρ τὸ σῶμα ἔρρωτο ὑπό τε ἡλικίας — ἑπτὰ γὰρ καὶ εἴκοσιν ἔτη γεγονὼς ἦν — ὑπό τε τοῦ ὧδε γυμνάζεσθαι. ἐπεὶ δὲ ἱκανῶς ἔχοι, ἐπήδα ἐς τὸ ὕδωρ καὶ ἐγύμναζεν ἑαυτὸν τῷ νεῖν. ὡς δὲ ἐλούσαντο, ἐβάδιζον ἐς τὸ συσσίτιον ἐστεφανωμένοι, τουτὶ δὲ νενόμισται Ἰνδοῖς, ἐπειδὰν ἐς τοῦ βασιλέως πίνωσιν.
当他们就前往婆罗门处的旅途充分交谈之后,国王下令款待那位巴比伦王派来的向导,一如他平时对待来自巴比伦的人那样;而对于萨特拉普派来的向导,则命其领了盘缠离去。接着国王亲自握住阿波罗尼乌斯的手,并吩咐翻译退下,说道: “您可愿让我成为您的同饮者吗?” 他是用希腊语向他询问的。阿波罗尼乌斯大为惊诧,说道: “您因何最初不这样交谈呢?” 国王回答说: “我当时害怕显得狂妄,自知之明不足,也未曾意识到依命运而言自己被视作蛮夷;但我已被您所折服,既然见您也为我感到欣喜,我便无法再隐匿自己了;至于我对希腊人的语言精通到何种程度,我将在诸多事上向您显明。” “那么,”阿波罗尼乌斯说,“您为何不亲自邀请我赴宴,反而吩咐我来邀请您呢?” “因为,”国王说,“我认为您胜过我自己;盖智慧方具有更合乎君道之特质。” 说着,他便领着阿波罗尼乌斯及其随从前往自己平素沐浴之处。那座浴场是一处长一斯塔德的园林,中央凿有一座水池,接纳着甘冽清凉的泉水,两侧则是跑道,他在那里以希腊风尚用标枪与铁饼锻炼体魄;事实上,由于年龄正值二十七岁,又兼如此锻炼,他的身体极为强健。当运动充分之后,他便跃入水中,以游泳来锻炼自身。沐浴完毕,他们头戴花冠走向宴席之所;每逢在王宫中饮酒,此乃印度人的传统习俗。
ἄξιον δὲ μηδὲ τὸ σχῆμα παραλιπεῖν τοῦ πότου σαφῶς γε ἀναγεγραμμένον ὑπὸ τοῦ Δάμιδος· εὐωχεῖται μὲν γὰρ ἐπὶ στιβάδος ὁ βασιλεὺς καὶ τῶν ξυγγενῶν μέχρι πέντε οἱ ἐγγύς, οἱ δὲ λοιποὶ πάντες ἐν θάκοις συσσιτοῦσι. τράπεζα δέ, ὥσπερ βωμὸς ὕψος ἐς γόνυ ἀνδρὸς ἐξῳκοδόμηται μέση, κύκλον ἐπέχουσα χοροῦ ξυμβεβλημένου ἀνδρῶν τριάκοντα, ἐφʼ ἧς δάφναι τε διαστρώννυνται καὶ κλῶνες ἕτεροι παραπλήσιοι μὲν τῇ μυρρίνῃ, φέροντες δὲ Ἰνδοῖς μύρον. ἐνταῦθα διάκεινται ἰχθῦς μὲν καὶ ὄρνιθες, διάκεινται δὲ λέοντές τε ὅλοι καὶ δορκάδες καὶ σύες καὶ τίγρεων ὀσφύες, τὰ γὰρ λοιπὰ τοῦ θηρίου παραιτοῦνται ἐσθίειν, ἐπειδὴ τὸ ζῷον τοῦτό φασιν, ὅταν πρῶτον γένηται, τοὺς ἐμπροσθίους τῶν ποδῶν ἀνίσχοντι αἴρειν τῷ Ἡλίῳ. καὶ ἀνιστάμενος ὁ δαιτυμὼν φοιτᾷ πρὸς τὴν τράπεζαν καὶ τὰ μὲν ἀνελόμενος τούτων, τὰ δὲ ἀποτεμὼν ἀπελθὼν ἐς τὸν ἑαυτοῦ θᾶκον ἐμπίπλαται θαμινὰ ἐπεσθίων τοῦ ἄρτου. ἐπειδὰν δὲ ἱκανῶς ἔχωσιν, ἐσφέρονται κρατῆρες ἀργυροῖ τε καὶ χρυσοῖ, δέκα συμπόταις ἀποχρῶν εἷς, ἀφʼ ὧν πίνουσι κύψαντες, ὥσπερ ποτιζόμενοι. μεταξὺ δὲ πίνοντες ἐπεσάγονται ἀγερωχίας ἐπικινδύνους καὶ οὐκ ἔξω τοῦ σπουδάζειν· παῖς γάρ τις, ὥσπερ ὁ τῶν ὀρχηστρίδων, ἀνερριπτεῖτο κούφως συναφιεμένου αὐτῷ βέλους ἐς τὸ ἄνω, καὶ ἐπειδὴ πολὺ ἀπὸ τῆς γῆς γένοιτο, ἐκυβίστα ὁ παῖς ὑπεραίρων ἑαυτὸν τοῦ βέλους, καὶ ἁμαρτόντι τοῦ κυβιστᾶν ἕτοιμα ἦν βεβλῆσθαι·3 ὁ γὰρ τοξότης πρὶν ἀφιέναι περιῄει τοὺς ξυμπότας ἐπιδεικνὺς τὴν ἀκίδα καὶ διδοὺς ἔλεγχον τοῦ βέλους. καὶ τὸ διὰ σφενδόνης δὲ τοξεῦσαι καὶ τὸ ἐς τρίχα ἱέναι καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ σκιαγραφῆσαι βέλεσιν4 ἀνεστῶτα πρὸς σανίδα σπουδάζουσιν ἐν τοῖς πότοις καὶ κατορθοῦσιν αὐτὰ μεθύοντες.
达米斯对酒宴排场的详尽记载亦不容略过。国王与多至五位的近亲在垫席上享用盛宴,其余众人则皆坐在木椅上共餐。中央有一张宛如祭坛般筑起至齐人膝盖高的食卓,其周长相当于三十人围成舞蹈圆圈的规模,卓上铺陈着月桂树枝以及其他类似香桃木、能为印度人提供香料的枝叶。此处陈列着鱼类与飞禽,亦陈列着整头狮子、瞪羚、野猪以及虎的腰肉;至于这猛兽的其余部分,他们则谢绝食用,因为据说此兽初生之时,便向升起的太阳举起前足。宾客起立走向食卓,取来某些肉类或切下另一些,再回到自己的座位上大快朵颐,其间频频佐以面包。当他们享用充足时,便呈上金银调酒缸,每只足够十位同饮者之需,他们俯下身来从中啜饮,宛如饮水的牲畜。饮酒之间,宴席上引进了既危险又需真本领的杂技表演:一个宛如舞女戏班中的少年被轻巧地抛向空中,同时一支利箭亦向高空射出;当他高高离地之时,少年翻身腾跃,翻过飞箭;若翻滚稍有差池,立时便会被射中;因为弓箭手在射击前,曾巡行宾客之间展示箭头,任人验看利箭。在酒宴中,他们还热衷于让箭穿过指环、射中毛发,以及用箭为贴板而立的亲生儿子勾勒轮廓,且在醉意朦胧之中皆能百发百中。
- 2.27ἆρʼ ἂν ... ποιήσαιό με συμπότην;
带有 ἄν 的第二人称希求法构成委婉而客气的恳请(“您可愿让我成为您的同饮者吗?”)。国王并未直接设宴邀请阿波罗尼乌斯,而是请客人来邀请自己,这引出了阿波罗尼乌斯紧随其后的疑问:为何国王不主动发帖,反而命客人反客为主。
- 2.27τὸ γὰρ βασιλικώτερον σοφία ἔχει
句中语序倒置(OSV):主格名词 σοφία 为主语,中性单数比较级形容词的名词化形式 τὸ βασιλικώτερον(“更具王者风范者/更合乎君道之特质”)作为动词 ἔχει 的直接宾语,意在说明智慧比现实的王权更具备君王的真正品质。
- 2.28καὶ ἁμαρτόντι τοῦ κυβιστᾶν ἕτοιμα ἦν βεβλῆσθαι
与格分词 ἁμαρτόντι 带有条件意味(“若翻腾失误”),支配属格冠词不定词 τοῦ κυβιστᾶν 作为宾语。ἕτοιμα ἦν 为接中性复数形容词的无人称结构,表示“……是必然的/不可避免的”,由完成时被动不定词 βεβλῆσθαι(“被射中”)补充其具体动作内容。
- 2.28καὶ τὸ διὰ σφενδόνης δὲ τοξεῦσαι καὶ τὸ ἐς τρίχα ἱέναι καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ σκιαγραφῆσαι βέλεσιν
三个带有定冠词的不定词短语(τὸ ... τοξεῦσαι、τὸ ... ἱέναι 以及共用定冠词的 τὸν υἱὸν ... σκιαγραφῆσαι)由 καί 连接并列,共同作为主句动词 σπουδάζουσιν(“热心操练/专心致志于”)的直接宾语。
