- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.23-2.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼乌斯应召前往王宫,会见了生活简朴、与敌友共享财富的印度国王弗拉奥特斯,为其崇高的哲学品行与清心寡欲的生活方式所深深折服。
τοιαῦτα σπουδάζοντι τῷ ἀνδρὶ ἐφίστανται παρὰ τοῦ βασιλέως ἄγγελοι καὶ ἑρμηνεύς, ὡς ποιοῖτο αὐτὸν ὁ βασιλεὺς ξένον1 ἐς τρεῖς ἡμέρας, μὴ γὰρ πλειόνων νενομίσθαι τοὺς ξένους ἐνομιλεῖν τῇ πόλει, καὶ ἡγοῦντο αὐτῷ ἐς τὰ βασίλεια. ἡ πόλις δʼ ὡς μὲν ἔχει τοῦ τείχους, εἴρηκα, φασὶ δʼ ὡς ἀτάκτως τε καὶ Ἀττικῶς τοὺς στενωποὺς τέτμηται κατεσκεύασταί τε οἰκίαις, εἰ μὲν ἔξωθεν ὁρῴη τις αὐτάς, ἕνα ἐχούσαις ὄροφον, εἰ δʼ ἔσω παρέλθοι τις, ὑπογείοις ἤδη καὶ παρεχομέναις ἴσα τοῖς ἄνω τὰ ὑπὸ τῇ γῇ.
当阿波罗尼乌斯正热心于这番谈论时,国王派来的使者和翻译来到了他面前,通报说国王请他做客三天——因为按规矩外客不得在城中停留更久——并且领着他前往王宫。关于这城池的城墙构造,我前面已经讲过;据说那里的街道狭窄,布局错综无序,宛如雅典旧城,房屋从外表看只有一层,但若走进去,则建有地下室,其地下空间与地面上的建筑同样宽敞。
ἱερὸν δὲ ἰδεῖν Ἡλίου φασίν, ᾧ ἀνεῖτο Αἴας ἐλέφας, καὶ ἀγάλματα Ἀλεξάνδρου χρυσᾶ καὶ Πώρου ἕτερα, χαλκοῦ δʼ ἦν ταῦτα μέλανος. οἱ δὲ τοῦ ἱεροῦ τοῖχοι, πυρσαῖς λίθοις ὑπαστράπτει χρυσὸς2 αὐγὴν ἐκδιδοὺς ἐοικυῖαν ἀκτῖνι. τὸ δὲ ἕδος αὐτὸ μαργαρίτιδος ξύγκειται ξυμβολικὸν τρόπον, ᾧ βάρβαροι πάντες ἐς τὰ ἱερὰ χρῶνται.
据说他们还见到了太阳神殿,大象阿亚斯便被献纳于此;神殿中还有亚历山大的金像以及波鲁斯的另一些雕像,不过后者是由黑青铜制成的。至于神殿的墙壁,黄金在赤红色的宝石下闪闪发亮,散发出如太阳光芒般的光辉。神座本身是由珍珠按照象征性的方式镶嵌而成,一切异族在宗教圣所中皆沿用此种风尚。
περὶ δὲ τὰ βασίλεια οὔτε ὄγκον ἰδεῖν φασιν οἰκοδομημάτων, οὔτε δορυφόρους ἢ φύλακας, ἀλλʼ οἷα περὶ τὰς τῶν λαμπρῶν οἰκίας, ὀλίγους οἰκέτας καὶ διαλεχθῆναι τῷ βασιλεῖ δεομένους τρεῖς, οἶμαι, ἢ τέτταρας καὶ τὸν κόσμον τοῦτον ἀγασθῆναι μᾶλλον ἢ τὰ ἐν Βαβυλῶνι φλεγμαίνοντα, καὶ πολλῷ πλέον ἔσω παρελθόντες· καὶ γὰρ τοὺς ἀνδρῶνας καὶ τὰς στοὰς καὶ τὴν αὐλὴν πᾶσαν κεκολάσθαι φασίν.
而在王宫周围,据说既看不见宏大的楼宇,也见不到执矛的卫兵或守卫,而是如同显赫人家的宅邸那般,只有少数几个仆役,以及据我推想大约三四位请求与国王交谈的人;他们对这种简朴的秩序赞赏不已,远甚于巴比伦那般浮华骄奢的排场;而当他们走入内部时,赞叹之情更是大增,因为据说正厅、柱廊以及整个庭院全都陈设得极为内敛克制。
ἔδοξεν οὖν τῷ Ἀπολλωνίῳ φιλοσοφεῖν ὁ Ἰνδὸς καὶ παραστησάμενος τὸν ἑρμηνέα χαίρω, εἶπεν ὦ βασιλεῦ, φιλοσοφοῦντά σε ὁρῶν. ἐγὼ δὲ ὑπερχαίρω ἔφη ἐπειδὴ οὕτω περὶ ἐμοῦ οἴει. τουτὶ δὲ νενόμισται παρʼ ὑμῖν, εἶπεν ἢ σὺ πρὸς τὸ ἐπιεικὲς τοῦτο τὴν ἀρχὴν κατεστήσω; σωφρόνως ἔφη νενομισμένῳ σωφρονέστερον χρῶμαι, καὶ πλεῖστα μὲν ἔχω ἀνθρώπων, δέομαι δὲ ὀλίγων, τὰ γὰρ πολλὰ τῶν φίλων τῶν ἐμαυτοῦ ἡγοῦμαι. μακάριε τοῦ θησαυροῦ,3 εἶπεν εἰ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύῃ4 τοὺς φίλους, ἐξ ὧν ἀναφύεταί σοι πολλά τε καὶ ἀγαθά. καὶ μὴν καὶ τοῖς ἐχθροῖς ἔφη κοινωνῶ τοῦ πλούτου. τοὺς γὰρ ἀεί ποτε διαφόρους τῇ χώρᾳ ταύτῃ βαρβάρους προσοικοῦντας καὶ καταδρομαῖς χρωμένους ἐς τἀμὰ ὅρια ὑποποιοῦμαι τουτοισὶ τοῖς χρήμασι καὶ δορυφορεῖταί μοι ὑπʼ αὐτῶν ἡ χώρα, καὶ οὔτε αὐτοὶ ἐπὶ τἀμὰ φοιτῶσι τούς τε ὁμόρους αὐτοῖς βαρβάρους ἀνείργουσι, χαλεποὺς ὄντας. ἐρομένου δὲ αὐτὸν τοῦ Ἀπολλωνίου, εἰ καὶ Πῶρος αὐτοῖς ἐτέλει χρήματα, Πῶρος εἶπε πολέμου ἤρα, ἐγὼ δὲ εἰρήνης. πάνυ τοῖς λόγοις τούτοις ἐχειροῦτο τὸν Ἀπολλώνιον καὶ οὕτως αὐτοῦ ἡττήθη, ὡς Εὐφράτῃ ποτὲ ἐπιπλήττων μὴ φιλοσοφοῦντι ἡμεῖς δὲ ἀλλὰ τὸν Ἰνδὸν Φραώτην αἰδώμεθα,5 φάναι, ὄνομα γὰρ τῷ Ἰνδῷ τοῦτο ἦν. σατράπου δέ, ἐπειδὴ μεγάλων παρʼ αὐτοῦ ἠξιώθη, βουληθέντος αὐτὸν ἀναδῆσαι μίτρᾳ χρυσῇ κεκοσμημένῃ λίθοις ποικίλοις ἐγώ, ἔφη εἰ καὶ τῶν ζηλούντων τὰ τοιαῦτα ἦν, παρῃτησάμην ἂν αὐτὰ νῦν καὶ ἀπέρριψα τῆς κεφαλῆς Ἀπολλωνίῳ ἐντυχών, οἷς δὲ μήπω πρότερον ἀναδεῖσθαι ἠξίωσα, πῶς ἂν νῦν κοσμοίμην τὸν μὲν ξένον ἀγνοήσας, ἐμαυτοῦ δὲ ἐκλαθόμενος; ἤρετο αὐτὸν καὶ περὶ διαίτης ὁ Ἀπολλώνιος, ὁ δὲ οἴνου μὲν ἔφη πίνω τοσοῦτον, ὅσον τῷ Ἡλίῳ σπένδω, ἃ δʼ ἂν ἐν θήρᾳ λάβω, ταῦτα σιτοῦνται ἕτεροι, ἐμοὶ δʼ ἀπόχρη τὸ γεγυμνάσθαι. τὰ δὲ ἐμὰ σιτία λάχανα καὶ φοινίκων ἐγκέφαλοι καὶ ὁ καρπὸς τῶν φοινίκων καὶ ὁπόσα ὁ ποταμὸς κηπεύει. πολλὰ δέ μοι καὶ ἀπὸ δένδρων φύεται, ὧν γεωργοὶ αἵδε αἱ χεῖρες. ταῦτα ἀκούων ὁ Ἀπολλώνιος ὑπερήδετό τε καὶ ἐς τὸν Δάμιν θαμὰ ἑώρα.
阿波罗尼乌斯因此认为这位印度人深通哲学,便让翻译立在身旁,说道: “国王啊,见到你践行哲学,我甚感欢喜。” “而我更是欣喜若狂,”国王说道,“既然你对我作如此评价。” “这是你们这里的传统习俗,”阿波罗尼乌斯问道,“还是你自己将统治建基于这种谦和温顺之上的?” “在原本审慎适度的习俗中,我行事更加节制,”国王说道,“尽管我拥有的比世人都多,但我所需的却很少,因为我把财富的大部分都看作属于我的朋友。” “若你能用金银换来朋友,并从中为你孕育出如此多的善德与福分,你在财富的运用上真是值得称赞啊,”阿波罗尼乌斯说道。 “不仅如此,我还与我的敌人分享财富,”国王说道,“因为对于那些历来与这片土地为敌、常年侵扰我边境的周边异族,我用这些钱财将他们拉拢过来,我国土反倒由他们来护卫;他们自己既不再犯我疆界,也替我遏制住了与他们相邻的强悍外族。” 当阿波罗尼乌斯问及波鲁斯是否也曾付钱给他们时,国王答道: “波鲁斯热爱战争,而我热爱和平。” 国王的这番话彻底折服了阿波罗尼乌斯,阿波罗尼乌斯甚至对他敬佩有加,以至于日后斥责欧普拉特斯不践行哲学时,曾说道: “我们至少当敬重印度人弗拉奥特斯”——因为这位印度国王的名字就叫弗拉奥特斯。当一位总督因受其厚恩,欲为国王戴上饰有多彩宝石的金冠时,国王说道: “即便我是贪慕此类虚饰之人,如今与阿波罗尼乌斯相遇,我也当推辞不受,将其从头上掷下;既然我此前从未认为值得戴上此物,如今我又怎能无视贵客、忘却自身而以此自我炫饰呢?” 阿波罗尼乌斯还询问了他的饮食起居,国王答道: “至于酒,我只饮相当于向太阳神奠酒的那点分量;打猎所得之物,皆由他人享用,对我而言锻炼筋骨便已足矣。而我的日常饮食则是蔬菜、棕榈芯、椰枣以及河流所灌溉的菜园产物。此外,还有许多树木为我结出果实,而这双手便是打理它们的耕作者。” 听闻这些,阿波罗尼乌斯喜出望外,频频转头看向达米斯。
- 2.23ὡς ποιοῖτο αὐτὸν ὁ βασιλεὺς ξένον
连词 ὡς 引导使者(ἄγγελοι)传达的信息内容,在历史时态后接曲言希求法 ποιοῖτο。虽然在形式上易被误读为目的从句,但结合下文的 μὴ γὰρ πλειόνων νενομίσθαι 可知,此处实为转述国王旨意的内容从句(间接引语)。
- 2.24οἱ δὲ τοῦ ἱεροῦ τοῖχοι, πυρσαῖς λίθοις ὑπαστράπτει χρυσὸς
悬垂主格(nominativus pendens)引起的破格结构(anacoluthon)。句首以主格提起话题 οἱ δὲ τοῦ ἱεροῦ τοῖχοι(“至于神殿的墙壁”),但后半句却以 χρυσός 为主语展开(“黄金在赤红宝石下闪烁”),使得开头的名词短语在句法上悬空脱节。
- 2.26μακάριε τοῦ θησαυροῦ
叹词性形容词呼格 μακάριε 所要求的表示原因或依据的属格(genitive of cause),意为“因你的宝藏而何其有福”。
- 2.26ἀντερύῃ
动词 ἀντερύω(原义为抗衡、在天平上反向拉平,中动态引申为“以……相换来取得”)的现在时中动态直陈式第二人称单数形式。此处形象地表示用金银在天平上对等地换取朋友。
- 2.26ἡμεῖς δὲ ἀλλὰ τὸν Ἰνδὸν Φραώτην αἰδώμεθα
小词 ἀλλά 在祈使或劝勉句中用作副词性修辞,表示“至少”、“起码”(at least)。在斥责欧普拉特斯的情境下,意为“我们起码也该敬重这位印度人弗拉奥特斯”。
