← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.22

在神殿中论绘画的本质与模仿能力

在塔克西拉的神殿等候国王召见期间,阿波罗尼乌斯与达米斯探讨了绘画的本质,指出人类从流云中辨认形象体现了天生的模仿感知力,而纯粹的线条与光影同色彩一样具有表现力,观画者同样需要能动的想象力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.22

ὃν δὲ διέτριβεν ἐν τῷ ἱερῷ χρόνον, πολὺς δὲ οὗτος ἐγένετο, ἔστʼ ἂν ἀγγελθῇ1 τῷ βασιλεῖ ξένους ἥκειν, ὦ Δάμι ἔφη ὁ Ἀπολλώνιος, ἔστι τι γραφική; εἴ γε εἶπε καὶ ἀλήθεια. πράττει δὲ τί ἡ τέχνη αὕτη; τὰ χρώματα ἔφη ξυγκεράννυσιν, ὁπόσα ἐστί, τὰ κυανᾶ τοῖς βατραχείοις καὶ τὰ λευκὰ τοῖς μέλασι καὶ τὰ πυρσὰ τοῖς ὠχροῖς. ταυτὶ δὲ ἦ δʼ ὃς ὑπὲρ τίνος μίγνυσιν; οὐ γὰρ ὑπὲρ μόνου τοῦ ἄνθους, ὥσπερ αἱ κήριναι. ὑπὲρ μιμήσεως ἔφη καὶ τοῦ κύνα τε ἐξεικάσαι καὶ ἵππον καὶ ἄνθρωπον καὶ ναῦν καὶ ὁπόσα ὁρᾷ ὁ ἥλιος· ἤδη δὲ καὶ τὸν ἥλιον αὐτὸν ἐξεικάζει τοτὲ μὲν ἐπὶ τεττάρων ἵππων, οἷος ἐνταῦθα λέγεται φαίνεσθαι, τοτὲ δʼ αὖ καὶ διαπυρσεύοντα τοῦ οὐρανοῦ, ἐπειδὰν αἰθέρα ὑπογράφῃ καὶ θεῶν οἶκον. μίμησις οὖν ἡ γραφική, ὦ Δάμι; τί δὲ ἄλλο; εἶπεν εἰ γὰρ μὴ τοῦτο πράττοι, γελοία δόξει χρώματα ποιοῦσα εὐήθως. τὰ δʼ ἐν τῷ οὐρανῷ ἔφη βλεπόμενα, ἐπειδὰν αἱ νεφέλαι διασπασθῶσιν ἀπʼ ἀλλήλων, τοὺς κενταύρους καὶ τραγελάφους καὶ, νὴ Δίʼ, οἱ λύκοι τε καὶ οἱ ἵπποι,2 τί φήσεις; ἆρʼ οὐ μιμητικῆς εἶναι ἔργα; ἔοικεν, ἔφη. ζωγράφος οὖν ὁ θεός, ὦ Δάμι, καὶ καταλιπὼν τὸ πτηνὸν ἅρμα, ἐφʼ οὗ πορεύεται διακοσμῶν τὰ θεῖά τε καὶ ἀνθρώπεια, κάθηται τότε ἀθύρων τε καὶ γράφων ταῦτα, ὥσπερ οἱ παῖδες ἐν τῇ ψάμμῳ; ἠρυθρίασεν ὁ Δάμις ἐς οὕτως ἄτοπον ἐκπεσεῖν δόξαντος τοῦ λόγου. οὐχ ὑπεριδὼν οὖν αὐτὸν ὁ Ἀπολλώνιος, οὐδὲ γὰρ πικρὸς πρὸς τὰς ἐλέγξεις ἦν, ἀλλὰ μὴ τοῦτο ἔφη βούλει λέγειν, ὦ Δάμι, τὸ ταῦτα μὲν ἄσημά τε καὶ ὡς ἔτυχε διὰ τοῦ οὐρανοῦ φέρεσθαι τόγε ἐπὶ τῷ θεῷ,3 ἡμᾶς δὲ φύσει τὸ μιμητικὸν ἔχοντας ἀναρρυθμίζειν τε αὐτὰ καὶ ποιεῖν; μᾶλλον ἔφη τοῦτο ἡγώμεθα, ὦ Ἀπολλώνιε, πιθανώτερον γὰρ καὶ πολλῷ βέλτιον. διττὴ ἄρα ἡ μιμητική, ὦ Δάμι, καὶ τὴν μὲν ἡγώμεθα οἵαν τῇ χειρὶ ἀπομιμεῖσθαι καὶ τῷ νῷ, γραφικὴν δὲ εἶναι ταύτην, τὴν δʼ αὖ μόνῳ τῷ νῷ εἰκάζειν. οὐ διττήν, ἔφη ὁ Δάμις ἀλλὰ τὴν μὲν τελεωτέραν ἡγεῖσθαι προσήκει γραφικήν γε οὖσαν, ἣ δύναται καὶ τῷ νῷ καὶ τῇ χειρὶ ἐξεικάσαι, τὴν δὲ ἑτέραν ἐκείνης μόριον, ἐπειδὴ ξυνίησι μὲν καὶ μιμεῖται τῷ νῷ καὶ μὴ γραφικός τις ὤν, τῇ χειρὶ δὲ οὐκ ἂν ἐς τὸ γράφειν αὐτὰ χρήσαιτο. ἆρα, ἔφη ὦ Δάμι, πεπηρωμένος τὴν χεῖρα ὑπὸ πληγῆς τινος ἢ νόσου; μὰ Δίʼ εἶπεν ἀλλʼ ὑπὸ τοῦ μήτε γραφίδος τινὸς ἧφθαι, μήτε ὀργάνου τινὸς ἢ χρώματος, ἀλλʼ ἀμαθῶς ἔχειν τοῦ γράφειν. οὐκοῦν, ἔφη ὦ Δάμι, ἄμφω ὁμολογοῦμεν μιμητικὴν μὲν ἐκ φύσεως τοῖς ἀνθρώποις ἥκειν, τὴν γραφικὴν δὲ ἐκ τέχνης. τουτὶ δʼ ἂν καὶ περὶ τὴν πλαστικὴν φαίνοιτο. τὴν δὲ δὴ ζωγραφίαν αὐτὴν οὔ μοι δοκεῖς μόνον τὴν διὰ τῶν χρωμάτων ἡγεῖσθαι, καὶ γὰρ ἓν χρῶμα ἐς αὐτὴν ἤρκεσε τοῖς γε ἀρχαιοτέροις τῶν γραφέων καὶ προϊοῦσα τεττάρων εἶτα πλειόνων ἥψατο, ἀλλὰ καὶ γραμμὴν καὶ τὸ ἄνευ χρώματος, ὃ δὴ σκιᾶς τε ξύγκειται καὶ φωτός, ζωγραφίαν προσήκει καλεῖν· καὶ γὰρ ἐν αὐτοῖς ὁμοιότης τε ὁρᾶται εἶδός τε καὶ νοῦς καὶ αἰδὼς καὶ θρασύτης, καίτοι χηρεύει χρωμάτων ταῦτα, καὶ οὔτε αἷμα ἐνσημαίνει οὔτε κόμης τινὸς ἢ ὑπήνης ἄνθος, ἀλλὰ μονοτρόπως ξυντιθέμενα τῷ τε ξανθῷ ἀνθρώπῳ ἔοικε καὶ τῷ λευκῷ, κἂν τούτων τινὰ τῶν Ἰνδῶν λευκῇ τῇ γραμμῇ γράψωμεν, μέλας δήπου δόξει, τὸ γὰρ ὑπόσιμον τῆς ῥινὸς καὶ οἱ ὀρθοὶ βόστρυχοι καὶ ἡ περιττὴ γένυς καὶ ἡ περὶ τοῖς ὀφθαλμοῖς οἷον ἔκπληξις μελαίνει τὰ ὁρώμενα καὶ Ἰνδὸν ὑπογράφει τοῖς γε μὴ ἀνοήτως ὁρῶσιν. ὅθεν εἴποιμʼ ἂν καὶ τοὺς ὁρῶντας τὰ τῆς γραφικῆς ἔργα μιμητικῆς δεῖσθαι·4 οὐ γὰρ ἂν ἐπαινέσειέ τις τὸν γεγραμμένον ἵππον ἢ ταῦρον μὴ τὸ ζῷον ἐνθυμηθείς, ᾧ εἴκασται, οὐδʼ ἂν τὸν Αἴαντά τις τὸν Τιμομάχου ἀγασθείη, ὃς δὴ ἀναγέγραπται αὐτῷ μεμηνώς, εἰ μὴ ἀναλάβοι τι ἐς τὸν νοῦν Αἴαντος εἴδωλον καὶ ὡς εἰκὸς αὐτὸν ἀπεκτονότα τὰ ἐν τῇ Τροίᾳ βουκόλια καθῆσθαι ἀπειρηκότα, βουλὴν ποιούμενον καὶ ἑαυτὸν κτεῖναι. ταυτὶ δέ, ὦ Δάμι, τὰ τοῦ Πώρου δαίδαλα μήτε χαλκευτικῆς μόνον ἀποφαινώμεθα, γεγραμμένοις γὰρ εἴκασται, μήτε γραφικῆς, ἐπειδὴ ἐχαλκεύθη, ἀλλʼ ἡγώμεθα σοφίσασθαι αὐτὰ γραφικόν τε καὶ χαλκευτικὸν ἕνα ἄνδρα, οἷον δή τι παρʼ Ὁμήρῳ τὸ τοῦ Ἡφαίστου περὶ τὴν τοῦ Ἀχιλλέως ἀσπίδα ἀναφαίνεται. μεστὰ γὰρ καὶ ταῦτα ὀλλύντων τε καὶ ὀλλυμένων, καὶ τὴν γῆν ᾑματῶσθαι φήσεις χαλκῆν οὖσαν.

阿波罗尼乌斯在神殿中消磨时光——这时间相当长,直到有人向国王通报有外客到来为止——他说道: “达米斯啊,究竟有没有绘画这种技艺呢?” “如果有真理存在,”他回答道,“那就自然有。” “那么,这种技艺究竟是做什么的?” “它调和颜料,”达米斯说道,“无论有多少种:将深蓝与蛙绿混合,将白与黑混合,将赤红与赭黄混合。” “而混合这些颜料,”阿波罗尼乌斯说道,“又是为了什么呢?总不至于是单为了绚丽的色彩,像蜡像艺人那样吧。” “是为了模仿,”他说道,“也是为了摹绘出狗、马、人、船,以及太阳所照见的一切事物;甚至它还摹绘太阳本身,有时画他驾着四马战车,正如传说中他在这一带显现的那样;有时又画他穿越天空播洒光芒,当画家勾勒以太和众神的居所之时。” “那么,达米斯啊,绘画就是一种模仿了?” “还能是什么呢?”他说道,“因为如果不做这事,愚蠢地胡乱涂抹色彩,它就显得可笑了。” “那么对于天空中所见之物,”阿波罗尼乌斯说道,“每当云彩彼此散开时显现的那些半人马、鹿羚,甚至凭宙斯起誓,还有狼和马,你又怎么说呢?难道它们不是模仿技艺的作品吗?” “看起来是的,”他说道。 “那么达米斯啊,难道神明也是一位画家,离开了巡行以治理神界与人间事务的飞车,那时便坐下来玩耍,像沙滩上的孩童一样描画着这些东西吗?” 达米斯脸红了,因为这番论调似乎陷入了极其荒谬的境地。阿波罗尼乌斯并未轻视他——因为他在辩驳中从不刻薄——于是说道: “难道达米斯啊,你更想说的是:就神明本身而言,这些云彩毫无意义地偶然飘过天空,而是我们天生具有模仿的能力,才将它们组合成形并创造出来的?” “我们不如这样认为吧,阿波罗尼乌斯,”他说道,“因为这更令人信服,也合理得多。” “那么达米斯啊,模仿的能力便有两类:一类是我们认为既用手又用心去摹绘的,这就是绘画;而另一类则是单凭心灵去揣摩构想的。” “并非两类,”达米斯说道,“而是应当把那种既能用心又能用手去摹画的更为完全的能力视作绘画技艺,而把另一类看作是它的一部分;因为即便是不会绘画的人,也能用心灵去领悟和模仿,只是他无法动用双手去将它们描画出来而已。” “这是因为,达米斯啊,”阿波罗尼乌斯说道,“他的手因受到打击或疾病而致残了吗?” “以宙斯之名,并非如此,”他回答道,“而是因为他从未拿过画笔,未曾接触过工具和颜料,对绘画之术一无所知。” “那么达米斯啊,”阿波罗尼乌斯说道,“我们双方都承认,模仿的能力是人类生来就有的,而绘画技艺则是后天习得的。这一点在雕塑技艺上也同样适用。然而就绘画本身而言,你似乎并不认为它仅仅在于色彩;因为对于较早期的画家来说,单色便已足够,随着技艺的发展,他们才使用四种颜色,随后是更多。相反,把线条画以及不着色彩、仅由光影构成的画作称为绘画,也是恰当的;因为在这些画中同样能看出相似性、形貌、神态、羞怯与果敢,尽管它们缺乏色彩,既不表现鲜血,也不呈现须发的色泽。然而以单一形式构成,它们既肖似金发之人,也肖似白皙之人;即便我们用白线勾勒出这些印度人中的一位,他也必定显得皮肤黝黑,因为微塌的鼻梁、僵直的卷发、丰厚的下颌骨以及眼角流露出的那种惊愕神态,都会使所见之形显出深色,并向那些非盲目观看的人勾勒出一位印度人的形象。因此我也要说,欣赏绘画作品的人同样需要具备模仿的能力;因为若不先在心中构想出所仿造的动物,就无法称赞画出的马或公牛;若不在心中想起阿亚斯的某种形象,以及他在特洛伊屠杀了牛群后理应如何精疲力竭地坐着、谋划着连自己也杀掉,也不会赞叹提摩马科斯所画的发狂的阿亚斯。因此,达米斯啊,对于波鲁斯的这些精美工巧之物,我们既不该断定它们纯属锻造之作,因为它们肖似绘画;也不该断定它们纯属绘画之作,因为它们是用青铜铸造的;而应认为是一位兼通绘画与锻造的能工巧匠构思出了它们,正如荷马诗篇中赫淮斯托斯铸造阿喀琉斯之盾那样展现的那般神妙。因为这些作品中同样布满了杀戮者与被杀者,尽管是青铜制成,你也会说那大地已被鲜血染红。”

语法注4 条
  1. 2.22ὃν δὲ διέτριβεν ἐν τῷ ἱερῷ χρόνον, πολὺς δὲ οὗτος ἐγένετο, ἔστʼ ἂν ἀγγελθῇ

    先行词 χρόνον 被吸引提前并纳入关系从句(ὃν... διέτριβεν)中,在主句中由指示代词 οὗτος 回指(πολὺς δὲ οὗτος ἐγένετο)。连词 ἔστʼ ἂν 接虚拟语气(ἀγγελθῇ),表示“直到……为止”的时间限制。

  2. 2.22τοὺς κενταύρους καὶ τραγελάφους καὶ, νὴ Δίʼ, οἱ λύκοι τε καὶ οἱ ἵπποι

    破格句(破格结构/anacoluthon)。紧接着前面的宾格短语(τοὺς κενταύρους καὶ τραγελάφους),在感叹语 νὴ Δίʼ 之后突然转换为以主格形式出现的 οἱ λύκοι τε καὶ οἱ ἵπποι,生动再现了口语对话中脱口而出的并列成分。

  3. 2.22ἀλλὰ μὴ τοῦτο... βούλει λέγειν, ... τὸ ταῦτα μὲν ἄσημά τε καὶ ὡς ἔτυχε διὰ τοῦ οὐρανοῦ φέρεσθαι τόγε ἐπὶ τῷ θεῷ

    在疑问句中,μὴ... βούλει 是一种试探性推测对方真正意图的表达方式(“难道你不是想说……?”)。带冠词的不定词短语 τὸ... φέρεσθαι 作为 τοῦτο 的同位语说明具体内容。短语 τόγε ἐπὶ τῷ θεῷ 是副词性宾格,意为“至少就神明而言”。

  4. 2.22ὅθεν εἴποιμʼ ἂν καὶ τοὺς ὁρῶντας τὰ τῆς γραφικῆς ἔργα μιμητικῆς δεῖσθαι

    由关系副词 ὅθεν(“因此/由此”)引出潜在希求法 εἴποιμʼ ἂν(“我可以说”),支配一个“宾格+不定词”结构:宾格主语是 τοὺς ὁρῶντας τὰ τῆς γραφικῆς ἔργα,不定词是 δεῖσθαι,后者支配表示需要或缺乏的属格 μιμητικῆς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.22