← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.19-2.21

抵达塔克西拉与关于波鲁斯王的轶事

阿波罗尼乌斯一行沿印度河抵达塔克西拉,参观了一座绘有亚历山大与波鲁斯事迹的精美神殿。随后,文本记述了印度国王波鲁斯昔日展现出的高尚傲骨、英勇与远见的诸多轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19

Αἴγυπτον;1 κομιζόμενοι δὲ διὰ τοῦ Ἰνδοῦ πολλοῖς μὲν ποταμίοις ἵπποις ἐντυχεῖν φασι, πολλοῖς δὲ κροκοδείλοις, ὥσπερ οἱ τὸν Νεῖλον πλέοντες, λέγουσι δὲ καὶ ἄνθη τῷ Ἰνδῷ εἶναι, οἷα τοῦ Νείλου ἀναφύεται, καὶ τὰς ὥρας, αἳ περὶ τὴν Ἰνδικήν εἰσι, χειμῶνος μὲν ἀλεεινὰς εἶναι, θέρους δὲ πνιγηράς, πρὸς δὲ τοῦτο ἄριστα μεμηχανῆσθαι τῷ δαίμονι, τὴν γὰρ χώραν αὐτοῖς θαμὰ ὕεσθαι. φασὶ δὲ καὶ ἀκοῦσαι τῶν Ἰνδῶν, ὡς ἀφικνοῖτο μὲν ὁ βασιλεὺς ἐπὶ τὸν ποταμὸν τοῦτον, ὅτε ἀναβιβάζοιεν αὐτὸν αἱ ὧραι, θύοι δὲ αὐτῷ ταύρους τε καὶ ἵππους μέλανας — τὸ γὰρ λευκὸν ἀτιμότερον Ἰνδοὶ τίθενται τοῦ μέλανος δι᾽, οἶμαι, τὸ ἑαυτῶν χρῶμα — θύσαντα δὲ καταποντοῦν φασι τῷ ποταμῷ χρυσοῦν μέτρον, εἰκασμένον τῷ ἀπομετροῦντι τὸν σῖτον, καὶ ἐφʼ ὅτῳ μὲν τοῦτο πράττει ὁ βασιλεύς, οὐ ξυμβαλέσθαι τοὺς Ἰνδούς, αὐτοὶ δὲ τεκμαίρεσθαι τὸ μέτρον καταποντοῦσθαι τοῦτο ἢ ὑπὲρ ἀφθονίας καρπῶν, οὓς γεωργοὶ ἀπομετροῦσιν, ἢ ὑπὲρ ξυμμετρίας τοῦ ῥεύματος, ὡς μὴ κατακλύσειε τὴν γῆν πολὺς ἀφικόμενος.

又怎能充足供应一条淹没埃及的大河呢?他们说,在沿印度河航行时,他们遇到了许多河马和许多鳄鱼,就像航行在尼罗河上的人一样;他们还说,印度河中生长着类似尼罗河出产的花朵,印度一带的气候在冬季温和,在夏季闷热,但神明对此作了最好的安排,因为那里的土地经常降雨。他们还说听印度人讲过,当节气使河水上涨时,国王会来到这条河边,向它献祭黑色的公牛和马匹——因为印度人认为白色不如黑色尊贵,我想这是由于他们自己的肤色的缘故——在献祭之后,据说他会将一个金量器沉入河中,其形制仿照称量谷物的量器。国王究竟为何这样做,印度人未能解释清楚,但他们自己推测,将这个量器沉入河中,要么是祈求农夫所量取的五谷丰登,要么是祈求水流适度,免得大水奔涌而淹没土地。

§2.20

πορευθέντας δὲ αὐτοὺς ὑπὲρ τὸν ποταμὸν ἦγεν ὁ παρὰ τοῦ σατράπου ἡγεμὼν εὐθὺ τῶν Ταξίλων, οὗ τὰ βασίλεια ἦν τῷ Ἰνδῷ. στολὴν δὲ εἶναι τοῖς μετὰ τὸν Ἰνδὸν λίνου φασὶν ἐγχωρίου καὶ ὑποδήματα βύβλου καὶ κυνῆν, ὅτε ὕοι, καὶ βύσσῳ δὲ τοὺς φανερωτέρους αὐτῶν φασιν ἐστάλθαι, τὴν δὲ βύσσον φύεσθαι δένδρου φασὶν ὁμοίου μὲν τῇ λεύκῃ τὴν βάσιν, παραπλησίου δὲ τῇ ἰτέᾳ τὰ πέταλα. καὶ ἡσθῆναι τῇ βύσσῳ φησὶν ὁ Ἀπολλώνιος, ἐπειδὴ ἔοικε φαιῷ τρίβωνι. καὶ ἐς Αἴγυπτον δὲ ἐξ Ἰνδῶν ἐς πολλὰ τῶν ἱερῶν φοιτᾷ ἡ βύσσος. τὰ δὲ Τάξιλα μέγεθος μὲν εἶναι κατὰ τὴν Νῖνον, τετειχίσθαι δὲ ξυμμέτρως, ὥσπερ αἱ Ἑλλάδες, βασίλεια δὲ εἶναι ἀνδρὸς τὴν Πώρου τότε ἀρχὴν ἄρχοντος, νεὼν δὲ πρὸ τοῦ τείχους ἰδεῖν φασιν οὐ παρὰ πολὺ τῶν ἑκατομπόδων λίθου κογχυλιάτου, καὶ κατεσκευάσθαι τι ἱερὸν ἐν αὐτῷ ἧττον μὲν ἢ κατὰ τὸν νεὼν τοσοῦτόν τε ὄντα καὶ περικίονα, θαυμάσαι δὲ ἄξιον· χαλκοῖ γὰρ πίνακες ἐγκεκρότηνται τοίχῳ ἑκάστῳ, γεγραμμένοι τὰ Πώρου τε καὶ Ἀλεξάνδρου ἔργα· γεγράφαται δὲ ὀρειχάλκῳ καὶ ἀργύρῳ καὶ χρυσῷ καὶ χαλκῷ μέλανι ἐλέφαντες ἵπποι στρατιῶται κράνη ἀσπίδες, λόγχαι δὲ καὶ βέλη καὶ ξίφη σιδήρου πάντα, καὶ ὥσπερ λόγος εὐδοκίμου γραφῆς, οἷον εἰ Ζεύξιδος εἴη τι ἢ Πολυγνώτου τε καὶ Εὐφράνορος, οἳ τὸ εὔσκιον ἠσπάσαντο καὶ τὸ ἔμπνουν καὶ τὸ ἐσέχον τε καὶ ἐξέχον, οὕτως, φασί, κἀκεῖ διαφαίνεται, καὶ ξυντετήκασιν αἱ ὕλαι καθάπερ χρώματα. ἡδὺ δὲ καὶ αὐτὸ τὸ ἦθος τῆς γραφῆς· ἀναθεὶς γὰρ ταῦτα μετὰ τὴν τοῦ Μακεδόνος τελευτὴν ὁ Πῶρος νικᾷ ἐν αὐτοῖς ὁ Μακεδὼν2 καὶ τὸν Πῶρον ἀνακτᾶται τετρωμένον καὶ δωρεῖται τὴν Ἰνδικὴν ἑαυτοῦ λοιπὸν οὖσαν. λέγεται δὲ καὶ πενθῆσαι τὸν Ἀλέξανδρον ἀποθανόντα ὁ Πῶρος ὀλοφύρασθαί τε ὡς γενναῖον καὶ χρηστὸν βασιλέα, ζῶντός τε Ἀλεξάνδρου μετὰ τὴν ἐκ τῆς Ἰνδικῆς ἀναχώρησιν μήτε εἰπεῖν τι ὡς βασιλεὺς καίτοι ξυγχωροῦντος, μήτε προστάξαι τοῖς Ἰνδοῖς, ἀλλʼ ὥσπερ σατράπης σωφροσύνης μεστὸς εἶναι καὶ πράττειν ἐς χάριν τὴν ἐκείνου πάντα.

当他们渡过河后,总督派来的向导便领着他们径直前往塔克西拉,那正是印度国王的王宫所在地。他们说,印度河彼岸之人的服饰是用当地的亚麻制成的,穿纸莎草编的鞋,下雨时戴皮帽;他们中身份显贵的人则身着细麻布。他们说这种细麻布产自一种树,其根基像白杨,叶子却类似于柳树。阿波罗尼乌斯说他很喜爱这种细麻布,因为它的质感类似于深色的粗斗篷。这种细麻布也从印度运往埃及,用于许多神庙之中。塔克西拉在规模上与尼诺斯相当,城墙修筑得十分匀称,就像希腊的城镇一样;这里是当时统治着波鲁斯旧领地之人的王宫。他们说,在城墙前看到了一座将近一百英尺见方的贝壳石神殿,神殿内修建了一座小祠,虽然规模不及那座宏大且环列着廊柱的神殿,却十分值得赞叹。因为每面墙上都铆接着青铜板,其上描绘着波鲁斯与亚历山大的事迹。象、马、士兵、头盔、盾牌是用黄铜、银、金和黑铜雕绘的,而长矛、箭矢和剑则全由铁制成;正如关于著名画作的赞誉那样——仿佛是出自宙克西斯,或是波吕格诺托斯、欧弗拉诺尔之手,他们善于运用阴影、传达神韵、表现凹凸起伏——据说那里的画面也正是如此展现,各种材料如同颜料一般融为一体。画作的精神本身也令人感到欣悦:因为这些铜板虽然是波鲁斯在马其顿人死后献纳的,但在画面中获胜的却是马其顿人,他安抚受伤的波鲁斯,并将如今已归己所有的印度之地重新赐予他。据说当亚历山大死时,波鲁斯也为他哀悼,痛惜他是一位高尚而仁厚的君王;在亚历山大生前,从印度撤离之后,波鲁斯虽然被允许行使王权,却从未以国王的口吻说话,也未曾向印度人发号施令,而是像行省总督一样谨守本分,一切行事都为了博得对方的欢心。

§2.21

οὐ ξυγχωρεῖ μοι ὁ λόγος παρελθεῖν, ἃ περὶ τοῦ Πώρου τούτου ἀναγράφουσι· πρὸς διαβάσει γὰρ τοῦ Μακεδόνος ὄντος καὶ ξυμβουλευόντων αὐτῷ ἐνίων τοὺς ὑπὲρ τὸν Ὕφασίν τε καὶ τὸν Γάγγην ποταμὸν ποιεῖσθαι ξυμμάχους, οὐ γὰρ ἂν πρὸς τὴν Ἰνδικὴν πᾶσαν ξυμφρονοῦσαν παρατάξεσθαί ποτε αὐτόν εἰ τοιοῦτόν ἐστί μοι ἔφη τὸ ὑπήκοον, ὡς μὴ σώζεσθαι ἄνευ ξυμμάχων, ἐμοὶ βέλτιον τὸ μὴ ἄρχειν. ἀπαγγείλαντος δὲ αὐτῷ τινος, ὅτι Δαρεῖον ᾕρηκε βασιλέα, ἔφη ἄνδρα δὲ οὔ. τὸν δὲ ἐλέφαντα, ἐφʼ οὗ μάχεσθαι ἔμελλε, κοσμήσαντος τοῦ ὀρεωκόμου καὶ εἰπόντος οὗτος σέ, ὦ βασιλεῦ, οἴσει, ἐγὼ μὲν οὖν ἔφη τοῦτον,3 ἤν γε ἀνὴρ ἐμαυτῷ ὅμοιος γένωμαι. γνώμην δὲ ποιουμένων θῦσαι αὐτὸν τῷ ποταμῷ, ὡς μὴ δέξαιτο τὰς Μακεδόνων σχεδίας, μηδὲ εὔπορος τῷ Ἀλεξάνδρῳ γένοιτο, οὐκ ἔστιν ἔφη τῶν ὅπλα ἐχόντων τὸ καταρᾶσθαι. μετὰ δὲ τὴν μάχην, ὅτε καὶ τῷ Ἀλεξάνδρῳ θεῖός τε καὶ ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπείαν ἔδοξεν, εἰπόντος τῶν ξυγγενῶν τινος, εἰ δὲ προσεκύνησας διαβάντα, ὦ Πῶρε, οὔτʼ ἂν ἡττήθης μαχόμενος οὔτʼ ἂν τοσοῦτοι Ἰνδῶν ἀπώλοντο, οὔτʼ ἂν αὐτὸς ἐτέτρωσο, ἐγὼ τὸν Ἀλέξανδρον εἶπε φιλοτιμότατον ἀκούων ξυνῆκα, ὅτι προσκυνήσαντα μὲν δοῦλόν με ἡγήσεται, πολεμήσαντα δὲ βασιλέα, καὶ θαυμάζεσθαι μᾶλλον ἠξίουν ἢ ἐλεεῖσθαι, καὶ οὐκ ἐψεύσθην· παρασχὼν γὰρ ἐμαυτόν, οἷον Ἀλέξανδρος εἶδε, πάντα ἐν ἡμέρᾳ μιᾷ καὶ ἀπώλεσα καὶ ἐκτησάμην. τοιοῦτον μὲν τὸν Ἰνδὸν τοῦτον ἐξιστοροῦσι, γενέσθαι δέ φασιν αὐτὸν κάλλιστον Ἰνδῶν καὶ μῆκος, ὅσον οὔπω τινὰ ἀνθρώπων τῶν μετὰ τοὺς Τρωικοὺς ἄνδρας, εἶναι δὲ κομιδῇ νέον, ὅτε τῷ Ἀλεξάνδρῳ ἐπολέμει.

我的叙述不容我略过关于这位波鲁斯的记载。当马其顿人即将渡河之际,有人建议他与许法西斯河和恒河彼岸的部落结盟,因为面对整个团结一致的印度,亚历山大绝不敢列阵应战。波鲁斯说道: “如果我的臣民是那种没有盟友就无法自保的人,那我宁可不要统治他们。” 当有人向他报告亚历山大俘虏了大流士时,他说道: “俘虏了一位国王,却没有俘虏一个真正的男人。” 当驯象奴装扮好他即将乘之作战的战象,并说“大王,这头巨象将载着你”时,他答道: “倒不如说,如果我表现得配做一个像样的男人,是我将载着它。” 当众人提议由他向大河献祭,使它不接纳马其顿人的筏子、不让亚历山大轻易渡过时,他说道: “手握兵器之人,不当行咒诅之事。” 战斗结束后,亚历山大也觉得他具有神性且超越了凡人的气度。当时有位亲族对他说:“波鲁斯啊,倘若他在渡河时你向他俯首称臣,你既不会在交战中败北,也不会有这么多印度人丧命,你自身也不会负伤了。”他回答道: “我听闻亚历山大是极好荣誉之人,我明白若向他下拜,他会视我为奴隶,但若与他交战,他会视我为国王;我宁愿受到钦佩,也不愿受到怜悯。我并没有料错;因为正是在亚历山大眼中展现了真实的自我,我才得以在一日之内既失去了一切,又赢得了一切。” 人们便这样记述这位印度君王;他们说他是印度人中最俊美的,身材之高大自特洛伊时代的英雄以来未曾有人能及,在与亚历山大作战时还极为年轻。

语法注3 条
  1. 2.19Αἴγυπτον;

    作为前一段落末尾分词 βυθίζοντι 的直接宾语,补全了该反问句(“πῶς δʼ ἂν ἀποχρῆσαι ποταμῷ βυθίζοντι Αἴγυπτον;”),意为“又怎能充足供应一条淹没埃及的大河呢?”

  2. 2.20ἀναθεὶς γὰρ ταῦτα μετὰ τὴν τοῦ Μακεδόνος τελευτὴν ὁ Πῶρος νικᾷ ἐν αὐτοῖς ὁ Μακεδὼν

    伴随主语转换的破格句(类似主格独立结构):分词短语以主格 ὁ Πῶρος 开头(作 ἀναθείς 的逻辑主语),但随后的主动词 νικᾷ 的语法主语却切换为 ὁ Μακεδών。这种语序旨在突出强烈的对比:尽管由波鲁斯献纳,画面中获胜的却是马其顿人。

  3. 2.21ἐγὼ μὲν οὖν τοῦτον

    对前文驯象奴所言“οὗτος σέ, ὦ βασιλεῦ, οἴσει”(大王,它将载着你)的省略式反击,句中省略了谓语动词 οἴσω(我将载着)。意为“倒不如说我将载着它”,体现了其不愿依仗战象、而以自身英勇背负一切的王者气概。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.19-2.21