← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.15-2.18

大象渡河队形的谋略与横渡印度河

阿波罗尼乌斯阐明大象渡河队形顺序的合理谋略;旅行者们凭借瓦尔达内斯的信函受到印度行省总督的隆重礼遇并顺利渡过印度河;作者随后驳斥了以融雪解释印度河与尼罗河定期泛滥的说法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15

ἀλλʼ ἐκεῖνο μοι εἰπέ· οὐκ ἐν ἀρχῇ τῶν λόγων ἔφαμεν σοφίαν εἶναι περὶ τοὺς ἐλέφαντας καὶ νοῦν περὶ ἃ πράττουσι; καὶ εἰκότως, εἶπεν ὦ Δάμι, ἔφαμεν, εἰ γὰρ μὴ νοῦς ἐκυβέρνα τόδε τὸ θηρίον, οὔτʼ ἂν αὐτὸ διεγίγνετο οὔτʼ ἂν τὰ ἔθνη, ἐν οἷς γίγνεται. τί οὖν ἔφη οὕτως ἀμαθῶς καὶ οὐ πρὸς τὸ χρήσιμον ἑαυτοῖς τὴν διάβασιν ποιοῦνται; ἡγεῖται μὲν γάρ, ὡς ὁρᾷς, ὁ μικρότατος, ἕπεται δὲ αὐτῷ τις ὀλίγῳ μείζων, εἶτα ὑπὲρ τοῦτον ἕτερος, καὶ οἱ μέγιστοι κατόπιν πάντες. ἔδει δέ που τὸν ἐναντίον τρόπον αὐτοὺς πορεύεσθαι καὶ τοὺς μεγίστους τείχη καὶ προβλήματα ἑαυτῶν ποιεῖσθαι.1 ἀλλʼ, ὦ Δάμι, ἔφη πρῶτον μὲν ὑποφεύγειν ἐοίκασι δίωξιν ἀνθρώπων, οἷς που καὶ ἐντευξόμεθα ἑπομένοις τῷ ἴχνει, πρὸς δὲ τοὺς ἐπικειμένους δεῖ τὰ κατὰ νώτου πεφράχθαι μᾶλλον, ὥσπερ ἐν τοῖς πολέμοις, καὶ τοῦτο τακτικώτατον ἡγοῦ τῶν θηρίων, ἔπειτα ἡ διάβασις, εἰ μὲν προδιέβαινον οἱ μέγιστοι σφῶν, οὔπω τεκμαίρεσθαι παρεῖχον ἂν τοῦ ὕδατος εἰ διαβήσονται πάντες,2 τοῖς μὲν γὰρ εὔπορός τε καὶ ῥᾳδία ἡ περαίωσις ὑψηλοτάτοις οὖσι, τοῖς δὲ χαλεπή τε καὶ ἄπορος, μὴ ὑπεραίρουσι τοῦ ῥεύματος, διελθὼν δὲ ὁ σμικρότατος τὸ ἄλυπον ἤδη καὶ τοῖς λοιποῖς ἑρμηνεύει, καὶ ἄλλως οἱ μὲν μείζους προεμβαίνοντες κοιλότερον ἂν τὸν ποταμὸν ἀποφαίνοιεν τοῖς σμικροῖς, ἀνάγκη γὰρ συνιζάνειν τὴν ἰλὺν ἐς βόθρους διά τε βαρύτητα τοῦ θηρίου διά τε παχύτητα τῶν ποδῶν, οἱ δʼ ἐλάττους οὐδὲν ἂν βλάπτοιεν τὴν τῶν μειζόνων διαπορείαν ἧττον ἐμβοθρεύοντες.

“但是请告诉我:难道我们在谈话之初没有说过,大象身上是有智慧的,它们所做的事情是出于理性的吗?” “我们确实理所应当地这样说过,”他说道,“达米斯啊,因为倘若没有理性掌舵这种野兽,无论是它自身,还是它所生于其中的各个部族,都无法存续下去。” “那么,”他说道,“它们为何如此愚昧且不合自身利益地渡河呢?因为如你所见,最小的那头走在前面带路,稍大一点的跟着它,接着是比这头更大的另一头,而最大的那些全都在后面殿后。它们本该以相反的方式行进,让最大的那些充当自己的防壁与屏障才是。” “但是,达米斯啊,”他说道,“首先,它们似乎是在逃避人类的追捕,我们大概也会遇到那些顺着足迹追赶的人;而面对身后紧逼的敌人,必须像在战争中一样,将后方更加坚固地防卫起来,你要认为野兽的这一点是最合乎战术的。其次说到渡河,如果它们当中最大的那些先渡过去,尚无法根据水情判断是否所有人都能渡过;因为对于最高大的象来说,渡水容易而轻松,但对于那些身量未能高出水流的幼象来说,却是艰难而寸步难行的;而最小的那头一旦走过去,便已经向其余的象表明水流毫无危险。况且,较大的象如果先踏入水中,就会把河道踩得对小象来说更加深陷,因为由于兽身的沉重和足掌的粗大,泥泞必然下陷成坑洼;而较小的象较少踩出深坑,便丝毫不会阻碍较大者的渡进。”

§2.16

ἐγὼ δὲ εὗρον ἐν τοῖς Ἰόβα λόγοις, ὡς καὶ ξυλλαμβάνουσιν ἀλλήλοις ἐν τῇ θήρᾳ καὶ προΐστανται τοῦ ἀπειπόντος, κἂν ἐξέλωνται αὐτόν, τὸ δάκρυον τῆς ἀλόης ἐπαλείφουσι τοῖς τραύμασι περιεστῶτες ὥσπερ ἰατροί. πολλὰ τοιαῦτα ἐφιλοσοφεῖτο αὐτοῖς ἀφορμὰς ποιουμένοις τὰ λόγου ἄξια.

然而我在尤巴的记述中发现,它们在被围猎时还会互相协助,掩护力竭的同伴;如果把同伴解救出来,它们还会像医生一样围立在四周,将芦荟汁涂抹在伤口上。当他们以值得称道的事物为契机时,便进行了许多诸如此类的哲学探讨。

§2.17

τὰ δὲ Νεάρχῳ τε καὶ Πυθαγόρᾳ περὶ τοῦ Ἀκεσίνου ποταμοῦ εἰρημένα, ὡς ἐσβάλλει μὲν ἐς τὸν Ἰνδὸν οὗτος, τρέφει δὲ ὄφεις ἑβδομήκοντα πηχῶν μῆκος, τοιαῦτα εἶναί φασιν, ὁποῖα εἴρηται, καὶ ἀνακείσθω μοι ὁ λόγος ἐς τοὺς δράκοντας, ὧν ὁ Δάμις ἀφηγεῖται τὴν θήραν. ἀφικόμενοι δὲ ἐπὶ τὸν Ἰνδὸν καὶ πρὸς διαβάσει τοῦ ποταμοῦ ὄντες ἤροντο τὸν Βαβυλώνιον, εἴ τι τοῦ ποταμοῦ οἶδε, διαβάσεως πέρι ἐρωτῶντες, ὁ δὲ οὔπω ἔφη πεπλευκέναι αὐτόν, οὐδὲ γιγνώσκειν, ὁπόθεν πλεῖται. τί οὖν ἔφασαν οὐκ ἐμισθώσω ἡγεμόνα; ὅτι ἔστιν ἔφη ὁ ἡγησόμενος καὶ ἅμα ἐδείκνυ τινὰ ἐπιστολὴν ὡς τοῦτο πράξουσαν, ὅτε δὴ καὶ τὸν Οὐαρδάνην τῆς τε φιλανθρωπίας καὶ τῆς ἐπιμελείας ἀγασθῆναί φασι· πρὸς γὰρ τὸν ἐπὶ τοῦ Ἰνδοῦ σατράπην ἔπεμψε τὴν ἐπιστολὴν ταύτην καίτοι μὴ ὑποκείμενον τῇ ἑαυτοῦ ἀρχῇ, εὐεργεσίας ἀναμιμνήσκων αὐτόν, καὶ χάριν μὲν οὐκ ἂν ἐπʼ ἐκείνῃ ἀπαιτῆσαι φάσκων — οὐ γὰρ εἶναι πρὸς τοῦ ἑαυτοῦ τρόπου τὸ ἀνταπαιτεῖν — Ἀπολλώνιον δὲ ὑποδεξαμένῳ καὶ πέμψαντι οἷ βούλεται χάριν ἂν γνῶναι.3 χρυσίον δὲ τῷ ἡγεμόνι ἔδωκεν, ἵνʼ εἰ δεηθέντα τὸν Ἀπολλώνιον αἴσθοιτο, δοίη τοῦτο καὶ μὴ ἐς ἄλλου χεῖρα βλέψειεν. ἐπεὶ δὲ τὴν ἐπιστολὴν ὁ Ἰνδὸς ἔλαβε, μεγάλων τε ἀξιοῦσθαι ἔφη καὶ φιλοτιμήσεσθαι περὶ τὸν ἄνδρα μεῖον οὐδὲν ἢ εἰ ὁ βασιλεὺς τῶν Ἰνδῶν ὑπὲρ αὐτοῦ ἔγραφε, καὶ τήν τε ναῦν τὴν σατραπίδα ἔδωκεν αὐτῷ ἐμβῆναι πλοῖά τε ἕτερα, ἐφʼ ὧν αἱ κάμηλοι ἐκομίζοντο, ἡγεμόνα τε τῆς γῆς πάσης, ἣν ὁ Ὑδραώτης ὁρίζει, πρός τε τὸν βασιλέα τὸν ἑαυτοῦ ἔγραψε μὴ χείρω αὐτοῦ Οὐαρδάνου γενέσθαι περὶ ἄνδρα Ἕλληνά τε καὶ θεῖον.

至于尼阿库斯和毕达哥拉斯关于阿刻西涅斯河所说的言论——说它流入印度河,孕育着长达七十肘的巨蛇——人们说事情确如所记载的那样;但关于巨龙的论述且留待下文,达米斯会在那里详叙对其猎捕。当他们抵达印度河并在准备渡河之际,他们向巴比伦向导询问是否对这条河有所了解,向他探问渡河之事;但他却说自己还从未在此航行过,也不知道从何处可以行船。 “那么你为什么,”他们说道,“没有雇佣一名引水向导呢?” “因为有,”他说道,“一个将要引导我们的人。” 说着,他出示了一封书信,表示此信正能办妥此事。人们说,正是在那时,众人赞叹瓦尔达内斯的仁德与周密。因为他把这封信送给了印度河上的行省总督,尽管此人并不臣属于他的统治;他在信中提醒对方过去的恩惠,并声称自己绝不会以此索求报答——因为要求回报并不合乎他自己的行事作风——然而如果总督接待阿波罗尼乌斯并将他送到他所愿去的地方,他将铭记这份情谊。此外,他还给了向导黄金,以便如果他察觉到阿波罗尼乌斯有所匮乏,便可以奉上,免得他仰求于他人的接济。当那个印度总督接获书信时,表示自己受到了极大的看重,对这位先生的礼遇绝不会亚于印度国王亲自为他致信;他让出自己的总督官船供他乘坐,并拨出运送骆驼的其他船只,还为他配备了直至许德拉奥特斯河所划定全境的向导;并且给自己的国王修书,嘱咐其对待这位既属希腊人又具神性的智者,切不可逊色于瓦尔达内斯。

§2.18

τὸν μὲν δὴ Ἰνδὸν ὧδε ἐπεραιώθησαν σταδίους μάλιστα τεσσαράκοντα, τὸ γὰρ πλόιμον αὐτοῦ τοσοῦτον, περὶ δὲ τοῦ ποταμοῦ τούτου τάδε γράφουσι· τὸν Ἰνδὸν ἄρχεσθαι μὲν ἐκ τοῦ Καυκάσου μείζω αὐτόθεν ἢ οἱ κατὰ τὴν Ἀσίαν ποταμοὶ πάντες, προχωρεῖν δὲ πολλοὺς τῶν ναυσιπόρων ἑαυτοῦ ποιούμενον, ἀδελφὰ δὲ τῷ Νείλῳ πράττοντα τῇ τε Ἰνδικῇ ἐπιχεῖσθαι γῆν τε ἐπάγειν τῇ γῇ καὶ παρέχειν Ἰνδοῖς τὸν Αἰγυπτίων τρόπον σπείρειν. χιόσι δʼ Αἰθιόπων τε καὶ Καταδούπων ὀρῶν ἀντιλέγειν μὲν οὐκ ἀξιῶ διὰ τοὺς εἰπόντας, οὐ μὴν ξυντίθεμαί γε λογιζόμενος τὸν Ἰνδόν, ὡς ταὐτὸν τῷ Νείλῳ ἐργάζεται μὴ νιφομένης τῆς ὑπὲρ αὐτὸν χώρας, καὶ ἄλλως τὸν θεὸν οἶδα κέρατα τῆς γῆς ξυμπάσης Αἰθίοπάς τε καὶ Ἰνδοὺς ἀποφαίνοντα μελαίνοντά τε τοὺς μὲν ἀρχομένου ἡλίου, τοὺς δὲ λήγοντος, ὃ πῶς ἂν ξυνέβαινε περὶ τοὺς ἀνθρώπους, εἰ μὴ καὶ τὸν χειμῶνα ἐθέροντο; ἣν δὲ ἀνὰ πᾶν ἔτος θάλπει γῆν ἥλιος, πῶς ἄν τις ἡγοῖτο νίφεσθαι, πῶς δʼ ἂν τὴν χιόνα χορηγὸν τοῖς ἐκείνῃ ποταμοῖς γίγνεσθαι τοῦ ὑπεραίρειν τὰ σφῶν αὐτῶν μέτρα; εἰ δὲ καὶ φοιτᾶν χιόνα ἐς τὰ οὕτω πρόσειλα, πῶς ἂν αὐτὴν ἐς τοσόνδε ἀναχυθῆναι πέλαγος; πῶς δʼ ἂν ἀποχρῆσαι ποταμῷ βυθίζοντι

他们便这样渡过了印度河,航程大约有四十斯塔德,因为其可通航的水面宽度正有如此之大;关于这条大河,人们记述如下:印度河发源于高加索山脉,从源头上就比全亚洲的所有河流都要庞大,在奔流中纳许多可通航的支流为己有,并且与尼罗河行同样的作用,泛滥于印度的大地,为土地带来新土,使印度人得以按照埃及人的方式进行播种。至于埃塞俄比亚和瀑布区诸山的积雪说,看在那些主张者的份上,我虽不想正面驳斥,但考虑到印度河时我却绝不赞同,因为即便其上游地域并无降雪,它也产生着与尼罗河相同的作用。况且我知道神明将埃塞俄比亚人和印度人显明为全地的两极,在日出时晒黑一方,在日落时晒黑另一方;倘若他们不是连在冬季也遭受烈日灼烤,这种现象又怎会在人类身上发生呢?而对于一年到头都被太阳温煦的大地,又有谁会认为其上覆有积雪,积雪又怎会成为那里的河流超越自身限度而泛滥的供给者呢?即使雪真的会降临到这般朝阳炎热之地,它又怎能融化汇聚成如此浩瀚的水泽?又怎能充足供应一条吞没一切的河川……

语法注3 条
  1. 2.15ἔδει δέ που τὸν ἐναντίον τρόπον αὐτοὺς πορεύεσθαι καὶ τοὺς μεγίστους τείχη καὶ προβλήματα ἑαυτῶν ποιεῖσθαι.

    非人称动词未完成过去时 ἔδει 在未加 ἄν 的情况下使用,表示与现状相反的义务或理应如此的惯用句式(“它们本该……然而事实并非如此”)。不定式 πορεύεσθαι 与 ποιεῖσθαι 的逻辑主语为宾格 αὐτούς;后一个不定式构成了双宾格结构,其中 τοὺς μεγίστους 为直接宾语,τείχη καὶ προβλήματα ἑαυτῶν 为宾语补足语。

  2. 2.15οὔπω τεκμαίρεσθαι παρεῖχον ἂν τοῦ ὕδατος εἰ διαβήσονται πάντες

    παρεῖχον ἄν 构成反事实条件句的结论句(条件句为 εἰ μὲν προδιέβαινον)。短语 παρέχω + 不定式(τεκμαίρεσθαι)意为“提供推测/判断的可能与依据”。属格 τοῦ ὕδατος 依附于动词 τεκμαίρεσθαι,表示判断的依据或对象(“根据水情 / 就水势作出判断”),后面的 εἰ διαβήσονται πάντες 则为引出间接疑问的从句,表述推断的内容。

  3. 2.17χάριν μὲν οὐκ ἂν ἐπʼ ἐκείνῃ ἀπαιτῆσαι φάσκων — οὐ γὰρ εἶναι πρὸς τοῦ ἑαυτοῦ τρόπου τὸ ἀνταπαιτεῖν — Ἀπολλώνιον δὲ ὑποδεξαμένῳ καὶ πέμψαντι οἷ βούλεται χάριν ἂν γνῶναι.

    在由分词 φάσκων 引导的间接引语中,两个带有 ἄν 的不定式(οὐκ ἂν ἀπαιτῆσαι 与 χάριν ἂν γνῶναι)对应于直接引语中的潜势祈愿语气(οὐκ ἂν ἀπαιτήσαιμι 与 χάριν ἂν γνοίην)。在后一分句中,与格分词 ὑποδεξαμένῳ καὶ πέμψαντι 起到了相当于条件从句的作用(“若他接待并护送……”),同时兼作 χάριν γνῶναι(心怀感激、认领人情)所针对对象的利益与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.15-2.18