← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.14

大象携幼渡河与万物与生俱来的爱子天性

阿波罗尼乌斯与达米斯目睹大象以牙托幼渡河的聪慧与亲情,由此论及从凶残猛兽到海洋生物乃至毒蛇皆具护子之天性,并最终将欧里庇得斯歌颂子女的名句推广至一切生灵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14

ἰδὼν δὲ τοὺς ἐλέφαντας ὁ Ἀπολλώνιος τὸν Ἰνδὸν περαιουμένους, ἦσαν δέ, οἶμαι, τριάκοντα, καὶ χρωμένους ἡγεμόνι τῷ σμικροτάτῳ σφῶν, καὶ τοὺς μείζους αὐτῶν ἀνειληφότας τοὺς αὑτῶν πώλους ἐπὶ τὰς τῶν ὀδόντων προβολὰς τάς τε προνομαίας ἐπεζευχότας δεσμοῦ ἕνεκα ταῦτα μέν, ἔφη ὦ Δάμι, οὐδὲ ἐπιτάττοντος οὐδενὸς αὐτοῖς ἀφʼ ἑαυτῶν οὗτοι διὰ ξύνεσίν τε καὶ σοφίαν πράττουσι, καὶ ὁρᾷς, ὡς παραπλησίως τοῖς σκευαγωγοῦσιν ἀνειλήφασι τοὺς πώλους καὶ καταδησάμενοι αὐτοὺς ἄγουσιν; ὁρῶ, ἔφη ὦ Ἀπολλώνιε, ὡς σοφῶς τε αὐτὸ καὶ ξυνετῶς πράττουσι. τί οὖν βούλεται τὸ εὔηθες ἐκεῖνο φρόντισμα τοῖς ἐρεσχελοῦσι1 φυσικὴν ἢ μὴ τὴν πρὸς τὰ τέκνα εἶναι εὔνοιαν; τουτὶ γὰρ καὶ ἐλέφαντες ἤδη βοῶσιν, ὡς παρὰ τῆς φύσεως αὐτοῖς ἥκει· οὐ γὰρ δὴ παρὰ ἀνθρώπων γε μεμαθήκασιν αὐτό, ὥσπερ τὰ ἄλλα, οἵ γε μηδὲ ξυμβεβιώκασί πω ἀνθρώποις, ἀλλὰ φύσει κεκτημένοι τὸ φιλεῖν, ἃ ἔτεκον, προκήδονταί τε αὐτῶν καὶ παιδοτροφοῦσι. καὶ μὴ τοὺς ἐλέφαντας εἴπῃς, ὦ Δάμι· τοῦτο γὰρ τὸ ζῷον δεύτερον ἀνθρώπου τάττω κατὰ ξύνεσίν τε καὶ βουλάς, ἀλλὰ τάς τε ἄρκτους ἐνθυμοῦμαι μᾶλλον, ὡς ἀγριώταται θηρίων οὖσαι πάνθʼ ὑπὲρ τῶν σκύμνων πράττουσι, τούς τε λύκους, ὡς ἀεὶ προσκείμενοι τῷ ἁρπάζειν ἡ μὲν θήλεια φυλάττει, ἃ ἔτεκεν, ὁ δὲ ἄρρην ὑπὲρ σωτηρίας τῶν σκυλάκων ἀπάγει αὐτῇ σῖτον, τάς τε παρδάλεις ὡσαύτως, αἳ διὰ θερμότητα χαίρουσι τῷ γίγνεσθαι μητέρες,2 δεσπόζειν γὰρ δὴ τότε βούλονται τῶν ἀρρένων καὶ τοῦ οἴκου ἄρχειν, οἱ δὲ ἀνέχονται τὸ ἐξ αὐτῶν πᾶν ἡττώμενοι τοῦ τόκου. λέγεται δέ τις καὶ περὶ τῶν λεαινῶν λόγος, ὡς ἐραστὰς μὲν ποιοῦνται τοὺς παρδάλεις καὶ δέχονται αὐτοὺς ἐπὶ τὰς εὐνὰς τῶν λεόντων ἐς τὰ πεδία, τῆς δὲ γαστρὸς ὥραν ἀγούσης ἀναφεύγουσιν ἐς τὰ ὄρη καὶ τὰ τῶν παρδάλεων ἤθη, στικτὰ γὰρ τίκτουσιν, ὅθεν κρύπτουσιν αὐτὰ καὶ θηλάζουσιν ἐν σκολιαῖς λόχμαις πλασάμεναι ἀφημερεύειν πρὸς θήραν. εἰ γὰρ φωράσειαν τουτὶ οἱ λέοντες, διασπῶνται τοὺς σκύμνους καὶ ξαίνουσι τὴν σπορὰν ὡς νόθον. ἐνέτυχες δήπου καὶ τῶν Ὁμηρείων λεόντων ἑνί, ὡς ὑπὲρ τῶν ἑαυτοῦ σκύμνων δεινὸν βλέπει καὶ ῥώννυσιν ἑαυτὸν μάχης ἅπτεσθαι. καὶ τὴν τίγριν δὲ χαλεπωτάτην οὖσάν φασιν ἐν τῇδε τῇ χώρᾳ καὶ περὶ τὴν θάλατταν τὴν Ἐρυθρὰν ἐπὶ τὰς ναῦς ἵεσθαι, τοὺς σκύμνους ἀπαιτοῦσαν, καὶ ἀπολαβοῦσαν μὲν ἀπιέναι χαίρουσαν, εἰ δὲ ἀποπλεύσαιεν, ὠρύεσθαι αὐτὴν πρὸς τῇ θαλάττῃ καὶ ἀποθνήσκειν ἐνίοτε. τὰ δὲ τῶν ὀρνίθων τίς οὐκ οἶδεν; ὡς ἀετοὶ μὲν καὶ πελαργοὶ καλιὰς οὐκ ἂν πήξαιντο μὴ πρότερον αὐταῖς ἐναρμόσαντες ὁ μὲν τὸν ἀετίτην λίθον, ὁ δὲ τὸν λυχνίτην ὑπὲρ τῆς ᾠογονίας καὶ τοῦ μὴ πελάζειν σφίσι τοὺς ὄφεις. κἂν τὰ ἐν τῇ θαλάττῃ σκοπῶμεν, τοὺς μὲν δελφῖνας οὐκ ἂν θαυμάσαιμεν, εἰ χρηστοὶ ὄντες φιλοτεκνοῦσι, φαλαίνας δὲ καὶ φώκας καὶ τὰ ζῳοτόκα ἔθνη πῶς οὐ θαυμασόμεθα, εἰ φώκη μέν, ἣν εἶδον ἐγὼ ἐν Αἰγαῖς καθειργμένην ἐς κυνήγια, οὕτως ἐπένθησεν ἀποθανόντα τὸν σκύμνον, ὃν ἐν τῷ οἰκίσκῳ ἀπεκύησεν, ὡς μὴ προσδέξασθαι τριῶν ἡμερῶν σῖτον, καίτοι βορωτάτη θηρίων οὖσα, φάλαινα δὲ ἐς τοὺς χηραμοὺς τῆς φάρυγγος ἀναλαμβάνει τοὺς σκύμνους, ἐπειδὰν φεύγῃ τι ἑαυτῆς μεῖζον; καὶ ἔχιδνα ὤφθη ποτὲ τοὺς ὄφεις, οὓς ἀπέτεκε, λιχμωμένη καὶ θεραπεύουσα ἐκκειμένῃ τῇ γλώττῃ. μὴ γὰρ δεχώμεθα, ὦ Δάμι, τὸν εὐήθη λόγον, ὡς ἀμήτορες οἱ τῶν ἐχιδνῶν τίκτονται, τουτὶ γὰρ οὐδὲ ἡ φύσις ξυγκεχώρηκεν, οὔτε ἡ πεῖρα. ὑπολαβὼν οὖν ὁ Δάμις ξυγχωρεῖς οὖν ἔφη τὸν Εὐριπίδην ἐπαινεῖν ἐπὶ τῷ ἰαμβείῳ τούτῳ, ᾧ πεποίηται αὐτῷ ἡ Ἀνδρομάχη λέγουσα "ἅπασι δʼ ἀνθρώποις ἄρʼ ἦν ψυχὴ τέκνα;3" ξυγχωρῶ, ἔφη σοφῶς γὰρ καὶ δαιμονίως εἴρηται, πολλῷ δʼ ἂν σοφώτερον καὶ ἀληθέστερον εἶχεν, εἰ περὶ πάντων ζῴων ὕμνητο. ἔοικας, ἔφη Ἀπολλώνιε, μεταγράφειν τὸ ἰαμβεῖον, ἵνʼ οὕτως ᾅδοιμεν· "ἅπασι δὲ ζῴοις ἄρʼ ἦν ψυχὴ τέκνα." καὶ ἕπομαί σοι, βέλτιον γάρ.

阿波罗尼乌斯看见大象正在渡过印度河——我想大约有三十头,它们以其中最小的一头为向导,而较大的象则将自己的幼崽抱起放在突出的象牙上,并将象鼻搭在上方如同绑带一般扣紧。于是他说道: “达米斯啊,这些举动不是任何人吩咐它们的,而是它们凭着自身的聪慧与智谋自发做出来的。你难道没有看见,它们多么像驮运行李的人那样抱起幼崽,将它们束紧后带着前行吗?” “我看到了,阿波罗尼乌斯,”达米斯说道,“它们做得何其明智且具智谋!那么,对于那些争论对子女的慈爱究竟是否出自天性的人来说,那种愚蠢的思虑又究竟有何意义呢?因为此刻就连大象也在高声宣告,这是它们从自然那里得来的。它们绝非像其他技艺那样是从人类那里学来的,因为它们甚至尚未与人类共同生活过;相反,它们天然地拥有一种对自己所生之物的关爱,因而预先呵护它们并加以哺育。” “达米斯,且不要提大象了,”他说道,“因为在智谋与计虑方面,我将这种动物排在人类之后位列第二。我倒是更能想到熊,它们虽是野兽中最凶残的,却为了幼崽做尽一切;想到狼,虽然它们时刻热衷于劫掠,雌狼却守护着自己所生之子,而雄狼为了幼崽的安全给雌狼运来食物;豹也是如此,它们因生性狂热而乐于成为母亲,因为那时它们便想主宰雄兽并统御家室,而雄兽因屈服于对后代的爱怜而甘受它们的一切摆布。关于母狮,也有这样一种传言,说它们招引豹为情郎,并把它们迎进平原上狮子的巢穴;但当怀胎足月之时,它们便逃往山林和豹的栖息地。因为它们产下的是带有斑点的幼崽,所以它们假装外出打猎终日不归,将幼崽藏在弯曲的灌木丛中哺乳。因为倘若雄狮察觉此事,就会将幼崽撕裂,将这杂种血脉彻底摧毁。想必你也曾读到过荷马笔下的狮子之一,它为了自己的幼崽露出可怖的目光,鼓足力量投身战斗。人们还说,这片土地以及红海周围最凶悍的母虎,会扑向船只索要幼崽,一旦夺回便欢喜离去;但如果船只扬帆而去,它就会在海边哀号,有时甚至因此死去。至于鸟类的习性,又有谁不知道呢?雕和鹳若不预先在巢中安放石头——前者安放雕石,后者安放夜光石——以利产卵并防止蛇类靠近,便绝不会筑巢。若我们再观察海洋中的生灵,海豚性情良善而爱子,我们固然不会惊奇;但至于鲸鱼、海豹以及那些胎生的族类,我们怎能不感到惊奇呢?我在埃盖曾见过一头被关押用于狩猎表演的海豹,它在小室内产下幼崽后幼崽死去了,它竟悲伤得三天不进饮食,尽管它是野兽中最贪食的;而在遭遇比自身更庞大的敌害逃跑时,鲸鱼会把幼崽含入口咽的凹穴之中。甚至有人曾见过毒蛇伸出舌头舔舐抚育自己产下的小蛇。达米斯啊,我们切不可相信那种愚妄的传言,说什么毒蛇的幼崽是丧母而生的;因为自然与经验都绝不承认此事。” 于是达米斯接过话头说道:“那么,你赞同称赞欧里庇得斯的这句抑扬格诗行吗?他在诗中让安德洛玛刻说道: ‘对于所有人而言,子女原来就是生命?’” “我赞同,”他说道,“因为这话讲得明智而神妙;但倘若它是针对一切动物而歌唱的,那就更加明智、更加真实了。” “阿波罗尼乌斯,”达米斯说道,“你似乎是在改写这句诗行,好让我们这样吟唱: ‘对于所有生灵而言,后代原来就是生命。’ 我愿意听从你的看法,因为这样确实更好。”

语法注3 条
  1. 2.14τί οὖν βούλεται τὸ εὔηθες ἐκεῖνο φρόντισμα τοῖς ἐρεσχελοῦσι

    短语 τί βούλεται 为固定惯用表达,意为“……意味着什么/有什么意义”,此处搭配关系与格 τοῖς ἐρεσχελοῦσι(“对于那些抬杠/争论不休的人而言”),构成反问:“对于那些争论不休的人来说,那种愚蠢的思虑究竟有何意义?”

  2. 2.14οἳ διὰ θερμότητα χαίρουσι τῷ γίγνεσθαι μητέρες

    阴性复数关系代词 αἳ 作主语,动词为 χαίρουσι,后接表原因的带冠词与格不定式 τῷ γίγνεσθαι,其表语 μητέρες 采用主格,与不定式的逻辑主语(雌豹)保持一致。

  3. 2.14ἅπασι δʼ ἀνθρώποις ἄρʼ ἦν ψυχὴ τέκνα

    引自欧里庇得斯《安德洛玛刻》第418行。未完成过去时 ἦν 与小词 ἄρα 连用,表示说话者刚刚省悟到的普遍事实(所谓的“顿悟未完成过去时”/哲学未完成时,“原来竟是……”)。ψυχή 为表语名词,意为“生命本身/灵魂”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.14