← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§2.12-2.13

印度象的习性与关于象牙性质的考察

阿波罗尼奥斯一行在印度河目睹象群渡河,获悉其军事用途及塔克西拉一头与亚历山大有关的长寿大象。随后引用尤巴王的观点,从解剖学角度驳斥象牙是角的说法,并按栖息地论述了大象牙质与习性的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12

ἐπὶ δὲ τὸν Ἰνδὸν ἐλθόντες ἀγέλην ἐλεφάντων ἰδεῖν φασι περαιουμένους1 τὸν ποταμὸν καὶ τάδε ἀκοῦσαι περὶ τοῦ θηρίου· ὡς οἱ μὲν αὐτῶν ἕλειοι, οἱ δʼ αὖ ὄρειοι, καὶ τρίτον ἤδη γένος πεδινοί εἰσιν, ἁλίσκονταί τε ἐς τὴν τῶν πολεμικῶν χρείαν. μάχονται γὰρ δὴ ἐπεσκευασμένοι πύργους οἵους κατὰ δέκα καὶ πεντεκαίδεκα ὁμοῦ τῶν Ἰνδῶν δέξασθαι, ἀφʼ ὧν τοξεύουσί τε καὶ ἀκοντίζουσιν οἱ Ἰνδοί, καθάπερ ἐκ πυλῶν βάλλοντες. καὶ αὐτὸ δὲ τὸ θηρίον χεῖρα τὴν προνομαίαν ἡγεῖται καὶ χρῆται αὐτῇ ἐς τὸ ἀκοντίζειν. ὅσον δὲ ἵππου Νισαίου μείζων ὁ Λιβυκὸς ἐλέφας, τοσοῦτον τῶν ἐκ Λιβύης οἱ Ἰνδοὶ μείζους. περὶ δὲ ἡλικίας τοῦ ζῴου καὶ ὡς μακροβιώτατοι, εἴρηται μὲν καὶ ἑτέροις, ἐντυχεῖν δὲ καὶ οὗτοί φασιν ἐλέφαντι περὶ Τάξιλα μεγίστην τῶν ἐν Ἰνδοῖς πόλιν, ὃν μυρίζειν τε οἱ ἐπιχώριοι καὶ ταινιοῦν· εἶναι γὰρ δὴ τῶν πρὸς Ἀλέξανδρον ὑπὲρ Πώρου μεμαχημένων εἷς οὗτος, ὅν, ἐπειδὴ προθύμως ἐμεμάχητο, ἀνῆκεν ὁ Ἀλέξανδρος τῷ Ἡλίῳ. εἶναι δὲ αὐτῷ καὶ χρυσοῦ ἕλικας περὶ τοῖς εἴτʼ ὀδοῦσιν εἴτε κέρασι καὶ γράμματα ἐπʼ αὐτῶν Ἑλληνικὰ λέγοντα ΑΛΕΞΑΝΔΡΟΣ Ο ΔΙΟΣ ΤΟΝ ΑΙΑΝΤΑ ΤΩΙ ΗΛΙΩΙ. ὄνομα γὰρ τοῦτο τῷ ἐλέφαντι ἔθετο μεγάλου ἀξιώσας μέγαν. ξυνεβάλοντο δὲ οἱ ἐπιχώριοι πεντήκοντα εἶναι καὶ τριακόσια ἔτη μετὰ τὴν μάχην οὔπω λέγοντες καὶ ὁπόσα γεγονὼς ἐμάχετο.

他们来到印度河边,据说看见一群大象正在渡河,并听到了关于这种巨兽的如下情况:它们有的生于沼泽,有的居于山岳,还有第三种生于平原,它们都被捕获以供战事之需。实际上,它们背负着能同时容纳约十到十五名印度人的战楼作战,印度人便从楼上射箭投枪,犹如从城门上向外投射一般。而且巨兽自己也将鼻子视为手,并用它来投掷长矛。利比亚象比尼萨马大多少,印度象就比利比亚象大多少。关于这种动物的寿命以及它们何其长寿,别人也曾叙及;但这些人说,他们在印度最大的城市塔克西拉附近也遇到了一头大象,当地人给它涂抹香膏并系上花带。原来这头大象正是当年为波罗斯与亚历山大作战的象群之一;因其战斗英勇,亚历山大便将其献给了太阳神。它的牙上——或者叫角上——还套有金螺旋饰环,上面刻有希腊铭文写道:“宙斯之子亚历山大将埃阿斯奉献于太阳神。”因为亚历山大认为这巨大的巨兽配得上伟大的英雄,便赋予它这个名字。当地人推算自那场战役以来已过了三百五十年,这还不算它参战时已有多少岁。

§2.13

Ἰόβας δέ, ὃς ἦρξέ ποτε τοῦ Λιβυκοῦ ἔθνους, φησὶ μὲν ξυμπεσεῖν ἀλλήλοις ἐπʼ ἐλεφάντων πάλαι Λιβυκοὺς ἱππέας — εἶναι δὲ τοῖς μὲν πύργον ἐς τοὺς ὀδόντας κεχαραγμένον, τοῖς δὲ οὐδέν — νυκτὸς δὲ ἐπιλαβούσης τὴν μάχην ἡττηθῆναι μὲν τοὺς ἐπισήμους φησί, φυγεῖν δὲ ἐς τὸν Ἄτλαντα τὸ ὄρος, αὐτὸς δὲ ἑλεῖν τετρακοσίων μήκει ἐτῶν ὕστερον τῶν διαφυγόντων ἕνα καὶ τοὐπίσημον εἶναι αὐτῷ κοῖλον καὶ οὔπω περιτετριμμένον ὑπὸ τοῦ χρόνου. οὗτος ὁ Ἰόβας τοὺς ὀδόντας κέρατα ἡγεῖται τῷ φύεσθαι μὲν αὐτοὺς ὅθεν περ οἱ κρόταφοι, παραθήγεσθαι δὲ μηδενὶ ἑτέρῳ,2 μένειν δʼ ὡς ἔφυσαν καὶ μή, ὅπερ οἱ ὀδόντες, ἐκπίπτειν εἶτʼ ἀναφύεσθαι· ἐγὼ δʼ οὐ προσδέχομαι τὸν λόγον· κέρατά τε γὰρ εἰ μὴ πάντα, τά γε τῶν ἐλάφων ἐκπίπτει καὶ ἀναφύεται, ὀδόντες δὲ οἱ μὲν τῶν ἀνθρώπων ἐκπεσοῦνται καὶ ἀναφύσονται πάντες, ζῴων δʼ ἂν οὐδενὶ ἑτέρῳ χαυλιόδους ἢ κυνόδους αὐτομάτως ἐκπέσοι, οὐδʼ ἂν ἐπανέλθοι ἐκπεσών, ὅπλου γὰρ ἕνεκα ἡ φύσις ἐμβιβάζει αὐτοὺς ἐς τὰς γένυς. καὶ ἄλλως τὰ κέρατα γραμμὴν ἀποτορνεύει κύκλῳ πρὸς τῇ ῥίζῃ κατʼ ἐνιαυτὸν ἕκαστον, ὡς αἶγές τε δηλοῦσι καὶ ποῖμναι καὶ βόες, ὀδοὺς δὲ λεῖος ἐκφύεται καὶ ἢν μὴ πηρώσῃ τι αὐτόν, τοιόσδε ἀεὶ μένει, μετέχει γὰρ τῆς λιθώδους ὕλης τε καὶ οὐσίας. καὶ μὴν καὶ τὸ κερασφορεῖν περὶ τὰ δίχηλα τῶν ζῴων μόνα ἕστηκε, τὸ δὲ ζῷον τοῦτο πεντώνυχον καὶ πολυσχιδὲς τὴν βάσιν, ἣ διὰ τὸ μὴ ἐσφίγχθαι χηλαῖς ὥσπερ ἐν ὑγρῷ ἕστηκε. καὶ τοῖς μὲν κερασφόροις ἅπασιν ὑποβάλλουσα ἡ φύσις ὀστᾶ σηραγγώδη περιφύει τὸ κέρας ἔξωθεν, τὸ δὲ τῶν ἐλεφάντων πλῆρες ἀποφαίνει καὶ ὅμοιον, ἀναπτύξαντι3 δὲ σύριγξ αὐτὸ λεπτὴ διέρπει μέσον, ὥσπερ τοὺς ὀδόντας. εἰσὶ δὲ οἱ μὲν τῶν ἑλείων ὀδόντες πελιδνοὶ καὶ μανοὶ μεταχειρίσασθαί τε ἄτοποι, πολλαχοῦ γὰρ αὐτῶν ὑποδεδύκασι σήραγγες, πολλαχοῦ δὲ ἀνεστᾶσι χάλαζαι μὴ ξυγχωροῦσαι τῇ τέχνῃ, οἱ δὲ τῶν ὀρείων μείους μὲν ἢ οὗτοι, λευκοὶ δὲ ἱκανῶς καὶ δύσεργον περὶ αὐτοὺς οὐδέν, ἄριστοι δὲ οἱ τῶν πεδινῶν ὀδόντες, μέγιστοί τε γὰρ καὶ λευκότατοι καὶ ἀναπτύξαι ἡδεῖς καὶ γίγνονται πᾶν ὅ τι θέλει ἡ χείρ. εἰ δὲ καὶ ἤθη ἐλεφάντων χρὴ ἀναγράφειν, τοὺς μὲν ἐκ τῶν ἑλῶν ἁλισκομένους ἀνοήτους ἡγοῦνται καὶ κούφους Ἰνδοί, τοὺς δὲ ἐκ τῶν ὀρῶν κακοήθεις τε καὶ ἐπιβουλευτὰς καὶ ἢν μὴ δέωνταί τινος, οὐ βεβαίους τοῖς ἀνθρώποις, οἱ πεδινοὶ δὲ χρηστοί τε εἶναι λέγονται καὶ εὐάγωγοι καὶ μιμήσεως ἐρασταί· γράφουσι γοῦν καὶ ὀρχοῦνται καὶ παρενσαλεύουσι πρὸς αὐλὸν καὶ πηδῶσιν ἀπὸ τῆς γῆς ἐκεῖνοι.

曾统治利比亚部族的尤巴说,古时利比亚骑手曾骑着大象互相交战——一方的象牙上刻有塔楼的标志,另一方则没有任何标记。当夜幕降临中断了战斗时,他说带有标记的一方战败并逃往阿特拉斯山;四百年后尤巴本人捕获了其中一头逃遁的象,发现上面的标记深凹其中,尚未被岁月磨平。这位尤巴认为象牙是角,因为它们正是从太阳穴所在之处生长出来的,不经任何他物研磨,保持初生之貌,并不像牙齿那样脱落后再重新长出。但我并不赞同这种说法。因为角即便不是全都如此,至少鹿角是会脱落并重新长出的;至于牙齿,人类的牙齿虽然都会脱落再生,但在其他动物中,獠牙或犬齿绝不会自行脱落,即便脱落也不会再生,因为自然是将它们作为武器植入颌骨之中的。此外,正如山羊、绵羊和公牛所表明的那样,角每年都会在根部周围旋出一道圆环纹理,而象牙长出时即光滑平整,若非遭受损伤便始终保持原样,因为它是兼具石质的材料与本质的。再者,生角之事仅见于偶蹄动物,而这种巨兽则是五趾且足底多裂,因未被蹄甲束紧而宛若踏在柔软湿润之地。对于所有生角之物,自然都在其下衬以多孔海绵状的骨头,并将角包裹生长于外,而大象的牙则被造成实心而均匀,若剖切开来,其中央如牙齿一般贯穿着一条细管。沼泽象的牙呈铅灰色且质地疏松,难于加工,因为其内部多处潜藏空洞,多处凸起硬结,不便于工艺操作;山岳象的牙虽比它们小,但足够洁白且毫无难工之处;而平原象的牙则是最优良的,因为它们最大最白,便于剖切加工,能在匠人手中化为心之所欲的任意形状。若还须记述大象的性情,印度人认为从沼泽捕获的大象愚钝轻浮,来自山岳的则阴险多诈,除非有所求,否则对人不忠;而平原象据说优良、易于驯导且热衷于模仿:它们确实能写字、起舞、随着笛声摇曳,并能从地面跃起。

语法注3 条
  1. 2.12περαιουμένους

    分词 περαιουμένους 为阳性复数宾格,虽然其直接先行词为阴性单数名词 ἀγέλην(群),但在语法上根据其实际意义(即复数的象 ἐλέφαντες)进行了意合一致(constructio ad sensum)。

  2. 2.13τῷ φύεσθαι μὲν αὐτοὺς... παραθήγεσθαι δὲ μηδενὶ ἑτέρῳ...

    由中性与格定冠词 τῷ 引导的一系列不定式短语(φύεσθαι、παραθήγεσθαι、μένειν 等)作为主句动词 ἡγεῖται(认为)的“原因/根据与格”,陈述尤巴认为象牙是角的理由。

  3. 2.13ἀναπτύξαντι

    阳性与格分词 ἀναπτύξαντι(对切开者而言)充当关系与格或评判者与格,表示条件或观察视角:“若有人将其剖切开来,便可见一条细管穿过其中央”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:2.12-2.13