← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.39-1.41

告诫虚荣的国王与启程前往印度

阿波罗尼奥斯机智地贬抑了国王所夸耀的地下工程与聚敛的财富,在巴比伦居留期满后决意启程前往印度,他坚辞金钱赏赐,仅接受骆驼与向导,并与国王约定日后重逢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39

τὴν δὲ σήραγγα τὴν ὑπὸ τῷ Εὐφράτῃ δεικνύντος αὐτῷ ποτε τοῦ βασιλέως καὶ τί σοι φαίνεται τὸ θαῦμα; εἰπόντος καταβάλλων τὴν τερατουργίαν ὁ Ἀπολλώνιος θαῦμα ἂν ἦν, ὦ βασιλεῦ, ἔφη, εἰ διὰ τοῦ ποταμοῦ βαθέος οὕτω καὶ ἀπόρου ὄντος πεζῇ ἐβαδίζετε.1 δείξαντος δὲ καὶ τὰ ἐν Ἐκβατάνοις τείχη καὶ θεῶν φάσκοντος ταῦτα εἶναι οἴκησιν θεῶν μὲν οὐκ ἔστιν ὅλως οἴκησις, εἶπεν εἰ δὲ ἀνδρῶν οὐκ οἶδα· ἡ γὰρ Λακεδαιμονίων, ὦ βασιλεῦ, πόλις ἀτείχιστος ᾤκισται. καὶ μὴν καὶ δίκην τινὰ δικάσαντος αὐτοῦ κώμαις καὶ μεγαλοφρονουμένου πρὸς τὸν Ἀπολλώνιον, ὡς δυοῖν ἡμερῶν ἠκροαμένος εἴη τῆς δίκης βραδέως γʼ ἔφη τὸ δίκαιον εὗρες. χρημάτων δὲ ἐκ τῆς ὑπηκόου φοιτησάντων ποτὲ ἀθρόων ἀνοίξας τοὺς θησαυροὺς ἐδείκνυ τῷ ἀνδρὶ τὰ χρήματα ὑπαγόμενος αὐτὸν ἐς ἐπιθυμίαν πλούτου, ὁ δὲ οὐδὲν ὧν εἶδε θαυμάσας σοὶ ταῦτα, ἔφη ὦ βασιλεῦ, χρήματα, ἐμοὶ δὲ ἄχυρα· . τί ἂν οὖν ἔφη πράττων καλῶς αὐτοῖς χρησαίμην; χρώμενος, ἔφη βασιλεὺς γὰρ εἶ.

有一次,当国王向他展示幼发拉底河下的地道并问道:‘你觉得这一奇迹如何?’时,阿波罗尼奥斯贬低这奇工异巧说道:‘国王啊,若你们是在如此深不可测、难以逾越的河水中徒步行走,那才算得上奇迹呢。’ 当国王又向他展示埃克巴塔那的城墙,并声称那是诸神的居所时,他说:‘这绝非诸神的居所;至于是否为凡人的居所,我倒不知;因为国王啊,拉刻代蒙人的城邦向来是不筑城墙而居的。’ 再者,当国王为某些村落裁决了一桩争端,并向阿波罗尼奥斯自夸审理此案听取了两日之久时,他说:‘你找到公正之所在可真是迟缓啊。’ 又有一次,当臣属处汇集来巨额钱财时,国王打开宝库将财富展示给这位哲人看,企图诱使他产生对财富的欲望;但他对自己所见之物毫无惊异之色,说道:‘国王啊,对你而言这些是财富,对我而言却不过是糠秕。’ ‘那么,我通过做什么才能善加利用它们呢?’国王问道。 ‘去花用它们,’他说,‘因为你是一位国王。’

§1.40

πολλὰ τοιαῦτα πρὸς τὸν βασιλέα εἰπὼν καὶ τυχὼν αὐτοῦ προθύμου πράττειν ἃ ξυνεβούλευεν, ἔτι καὶ τῆς πρὸς τοὺς μάγους ξυνουσίας ἱκανῶς ἔχων ἄγε, ὦ Δάμι, ἔφη ἐς Ἰνδοὺς ἴωμεν. οἱ μὲν γὰρ τοῖς Λωτοφάγοις προσπλεύσαντες ἀπήγοντο τῶν οἰκείων ἠθῶν ὑπὸ τοῦ βρώματος, ἡμεῖς δὲ μὴ γευόμενοί τινος τῶν ἐνταῦθα καθήμεθα πλείω χρόνον τοῦ εἰκότος τε καὶ ξυμμέτρου. κἀμοὶ ἔφη ὁ Δάμις ὑπερδοκεῖ ταῦτα· ἐπεὶ δὲ ἐνεθυμούμην τὸν χρόνον, ὃν ἐν τῇ λεαίνῃ διεσκέψω, περιέμενον ἀνυσθῆναι αὐτόν· οὔπω μὲν οὖν ἐξήκει πᾶς, ἐνιαυτὸς γὰρ ἡμῖν ἤδη καὶ μῆνες τέτταρες· εἰ δὲ ἤδη κομιζοίμεθα, εὖ ἂν ἔχοι; οὐδὲ ἀνήσει ἡμᾶς, ἔφη ὦ Δάμι, ὁ βασιλεὺς πρότερον ἢ τὸν ὄγδοον τελευτῆσαι μῆνα· χρηστὸν γάρ που ὁρᾷς αὐτὸν καὶ κρείττω ἢ βαρβάρων ἄρχειν.2

他对国王说了许多诸如此类的话,见国王欣然实行他所建议的事,加之与麦琪僧的交往也已足够,便说道:‘来吧,达米斯,我们往印度人那里去吧。因为那些航行到食忘忧果者那里的人,因那食物而偏离了故土的习俗;而我们并未品尝此地的任何东西,坐留于此的时间却已超过了合理与适当的限度。’ ‘我也,’达米斯说,‘极为赞同此点;但由于我一直在思考你在母狮身上所看出的时间,便一直在等待其期满。如今尚未全数期满,因为我们在此已有一年零四个月了;若我们现在便启程,可行吗?’ ‘达米斯啊,’他说,‘在第八个月结束之前,国王也是绝不会放我们走的;因为你想必也看得出,他为人仁厚,做这帮蛮族的统治者未免太委屈了他。’

§1.41

ἐπεὶ δὲ ἀπαλλάττεσθαι λοιπὸν ἐδόκει καὶ ξυνεχώρησέ ποτε ὁ βασιλεὺς ἀπιέναι, ἀνεμνήσθη τῶν δωρεῶν ὁ Ἀπολλώνιος, ἃς ἀνεβάλλετο ἔς τʼ ἂν φίλοι αὐτῷ γένωνται, καὶ ὦ βέλτιστε ἔφη βασιλεῦ, τὸν ξένον οὐδὲν εὖ πεποίηκα καὶ μισθὸν ὀφείλω τοῖς μάγοις· σὺ οὖν ἐπιμελήθητι αὐτῶν καὶ τοὐμὸν προθυμήθητι περὶ ἄνδρας σοφούς τε καὶ σοὶ σφόδρα εὔνους. ὑπερησθεὶς οὖν ὁ βασιλεὺς τούτους μὲν αὔριον ζηλωτοὺς ἔφη καὶ μεγάλων ἠξιωμένους ἀποδείξω σοι, σὺ δʼ ἐπεὶ μηδενὸς δέῃ τῶν ἐμῶν, ἀλλὰ τούτοις γε ξυγχώρησον χρήματα παρʼ ἐμοῦ λαβεῖν καὶ ὅ τι βούλονται, τοὺς ἀμφὶ τὸν Δάμιν δείξας. ἀποστραφέντων οὖν κἀκείνων τὸν λόγον τοῦτον ὁρᾷς, ἔφη ὦ βασιλεῦ, τὰς ἐμὰς χεῖρας, ὡς πολλαί τέ εἰσι καὶ ἀλλήλαις ὅμοιαι; σὺ δὲ ἀλλὰ ἡγεμόνα ἄγου ὁ βασιλεὺς ἔφη καὶ καμήλους, ἐφʼ ὧν ὀχήσεσθε, τὸ γὰρ μῆκος τῆς ὁδοῦ κρεῖττον ἢ βαδίσαι πᾶσαν.3 γιγνέσθω, ἔφη ὦ βασιλεῦ, τοῦτο, φασὶ γὰρ τὴν ὁδὸν ἄπορον εἶναι μὴ οὕτως ὀχουμένῳ, καὶ ἄλλως τὸ ζῷον εὔσιτόν τε καὶ ῥᾴδιον βόσκειν, ὅπου μὴ χιλὸς εἴη. καὶ ὕδωρ δέ, οἶμαι, χρὴ ἐπισιτίσασθαι καὶ ἀπάγειν αὐτὸ ἐν ἀσκοῖς, ὥσπερ τὸν οἶνον. τριῶν ἡμερῶν ἔφη ὁ βασιλεὺς ἄνυδρος ἡ χώρα, μετὰ ταῦτα δὲ πολλὴ ἀφθονία ποταμῶν τε καὶ πηγῶν, βαδίζειν δὲ ʽδεἶ τὴν ἐπὶ Καυκάσου,4 τὰ γὰρ ἐπιτήδεια ἄφθονα καὶ φίλη ἡ χώρα. ἐρομένου δὲ αὐτὸν τοῦ βασιλέως ὅ τι αὐτῷ ἀπάξει ἐκεῖθεν· χαρίεν ἔφη ὦ βασιλεῦ, δῶρον· ἢν γὰρ ἡ συνουσία τῶν ἀνδρῶν σοφώτερόν με ἀποφήνῃ, βελτίων ἀφίξομαί σοι ἢ νῦν εἰμι. περιέβαλεν ὁ βασιλεὺς ταῦτα εἰπόντα καὶ ἀφίκοιο, εἶπε τὸ γὰρ δῶρον μέγα.

当终于似乎到了离别之时,国王终于应允他们离去,阿波罗尼奥斯想起了那些被他推迟至自己有了朋友之时的礼物,便说:‘最仁善的国王啊,我未曾给我的房东任何报答,且还欠着麦琪僧们的报酬;因此请你照料他们,替我向这些智慧且对你极尽忠诚的人们施以恩惠。’ 国王大喜过望,说道:‘明日我便会向你表明,他们已成为众人艳羡且得蒙巨赏之人;但既然你不要我的任何财物,至少准许这些人从我这里收取金钱以及任何他们想要的东西吧,’说着指了指达米斯左右的人。当他们也拒绝了这番话时,他说:‘国王啊,你看见我的这些手了吗,它们是何等之多,而且彼此一模一样?’ ‘但无论如何请你带上一位向导,’国王说,‘以及供你们骑乘的骆驼;因为路途之遥远,实非全程徒步所能及。’ ‘国王啊,就照此办吧,’他说,‘因为人们说不以此法骑行则道路难通,况且这种牲畜饮食节俭,在缺乏饲草之处也易于牧养。此外我想还必须储备饮水,并像装酒那样用皮囊运载。’ ‘有三天的路程,’国王说,‘那片地域全无水源,但在此之后便有极其丰沛的河流与泉水;你们必须走通往高加索的那条路,因为物资充裕且当地之人友好。’ 当国王问他将从彼处带回什么给他时,他说:‘一件称心的礼物,国王啊;因为如果与那些智者的交往使我变得更加智慧,我回到你身边时就会比现在的我更加完善。’ 国王在他说了这番话后拥抱了他,说道: ‘愿你归来!因为这确实是一份厚礼。’

语法注4 条
  1. 1.39θαῦμα ἂν ἦν, ὦ βασιλεῦ, ἔφη, εἰ διὰ τοῦ ποταμοῦ βαθέος οὕτω καὶ ἀπόρου ὄντος πεζῇ ἐβαδίζετε.

    非真实条件句(针对现状或普遍事实的虚拟)。主句采用未完成过去时直陈式加ἄν(θαῦμα ἂν ἦν),从句采用εἰ加未完成过去时直陈式(εἰ... ἐβαδίζετε),表示与事实相反的假设:“如果你们是在湍急的河水之中徒步行走(而非通过地下通道)”。

  2. 1.40κρείττω ἢ βαρβάρων ἄρχειν

    表示过度或不相称的比较结构(比较级κρείττω + 连词ἤ + 不定式ἄρχειν),意为“做野蛮人的统治者未免太委屈了他”(字面义“优于统治野蛮人”),形容国王的品质之高尚超出了做蛮族君主的器量。

  3. 1.41κρεῖττον ἢ βαδίσαι πᾶσαν

    同样是表示过度的比较结构(比较级κρεῖττον + ἤ + 不定式βαδίσαι),意为“路途过于漫长,无法全程徒步走完”。阴性宾格形容词πᾶσαν修饰语境中承前的ὁδόν(道路)。

  4. 1.41βαδίζειν δὲ δεῖ τὴν ἐπὶ Καυκάσου

    路径与方向的宾格用法,定冠词阴性单数宾格τὴν之后省略了名词ὁδόν(即τὴν ἐπὶ Καυκάσου ὁδόν),受不定式βαδίζειν支配,意为“必须走通往高加索的那条路”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.39-1.41