← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.9-1.10

医治放纵的青年与驱逐不敬的富豪

在埃盖圣所中,阿波罗尼奥斯以明晰的哲理点化了一位因放纵而患水肿病的亚述青年,助其恢复健康;随后他又识破一位因通奸作恶被剜去一眼却企图以巨额财富贿赂神明的基利家富豪,促使祭司遵神谕将其驱逐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

ἄξιον δὲ μηδὲ τὰ ἐν τῷ ἱερῷ παρελθεῖν βίον γε ἀφηγούμενον ἀνδρός, ὃς καὶ τοῖς θεοῖς ἦν ἐν λόγῳ· μειράκιον γὰρ δὴ Ἀσσύριον παρὰ τὸν Ἀσκληπιὸν ἧκον ἐτρύφα νοσοῦν καὶ ἐν πότοις ἔζη, μᾶλλον δὲ ἀπέθνησκεν· ὑδέρῳ δὲ ἄρα εἴχετο καὶ μέθῃ χαῖρον αὐχμοῦ ἠμέλει. ἠμελεῖτο δὴ ὑπὸ τοῦ Ἀσκληπιοῦ διὰ ταῦτα καὶ οὐδὲ ὄναρ αὐτῷ ἐφοίτα. ἐπιμεμφομένῳ δὲ ταῦτα ἐπιστὰς ὁ θεὸς εἰ Ἀπολλωνίῳ ἔφη διαλέγοιο, ῥᾴων ἔσῃ. προσελθὼν οὖν τῷ Ἀπολλωνίῳ τί ἂν ἔφη τῆς σῆς σοφίας ἐγὼ ἀπολαύσαιμι; κελεύει γάρ με ὁ Ἀσκληπιὸς συνεῖναί σοι. ὃ ἦ δʼ ὃς ἔσται σοι πρὸς τὰ παρόντα πολλοῦ ἄξιον· ὑγιείας γάρ που δέῃ; νὴ Δίʼ εἶπεν ἥν γε ὁ Ἀσκληπιὸς ἐπαγγέλλεται μέν, οὐ δίδωσι δέ. εὐφήμει, ἔφη τοῖς γὰρ βουλομένοις δίδωσι, σὺ δὲ ἐναντία τῇ νόσῳ πράττεις,1 τρυφῇ γὰρ διδοὺς ὀψοφαγίαν ἐπεσάγεις ὑγροῖς καὶ διεφθορόσι τοῖς σπλάγχνοις καὶ ὕδατι ἐπαντλεῖς πηλόν. ταυτὶ μὲν σαφέστερα, οἶμαι, τῆς Ἡρακλείτου σοφίας ἐχρησμῴδει· ὁ μὲν γὰρ δεῖσθαι ἔφη τοῦ ποιήσοντος ἐξ ἐπομβρίας αὐχμόν,2 ἐσελθόντος αὐτὸν τουτουὶ τοῦ πάθους, οὐκ εὐξύνετά που λέγων, οὐδὲ δῆλα, ὁ δʼ ἤγαγεν ἐς ὑγίειαν τὸ μειράκιον τὰ σοφὰ σαφῶς ἑρμηνεύσας.

在叙述一位连诸神都对其赞誉有加之人的生平时,亦不可略过他在圣所中的事迹。原来有一位亚述青年因病来到阿斯克勒庇俄斯圣所,患病期间却依旧沉湎骄奢,在纵酒中度日,或者更确切地说,是在濒临死亡;他实则是患了水肿病,却偏嗜沉醉,对干燥节制的疗法不屑一顾。因此阿斯克勒庇俄斯神亦对其置之不理,甚至不曾入梦探视。当他对此心怀抱怨时,神明现身对他说道:“你若与阿波罗尼奥斯交谈,病情便会好转。”于是他前去求见阿波罗尼奥斯,说道:“我能从您的智慧中获益何物?因为阿斯克勒庇俄斯命我与你结交。”阿波罗尼奥斯答道:“那将对你眼下的处境大有裨益;想必你是在渴求健康吧?”青年说:“凭宙斯起誓,正是如此;阿斯克勒庇俄斯应许了健康,却并未赐予。”阿波罗尼奥斯道:“休得妄言!神明将健康赐予诚心求取之人,而你的所作所为却与病体的康复背道而驰:你纵容奢华,将珍馐美味倾注于湿腐坏损的脏腑之中,简直是在泥泞之上泼洒污水。”在我看来,阿波罗尼奥斯此言比起赫拉克利特的玄智来得更为明晰;因为赫拉克利特当年染上此疾时,曾说自己需要能将倾盆大雨化为干旱之人,其言辞决难索解且晦暗不明,而阿波罗尼奥斯却以明晰之语阐释哲理,从而使青年重获健康。

§1.10

ἰδὼν δὲ ἀθρόον ποτὲ ἐν τῷ βωμῷ αἷμα καὶ διακείμενα ἐπὶ τοῦ βωμοῦ τὰ ἱερὰ τεθυμένους τε βοῦς Αἰγυπτίους καὶ σῦς μεγάλους, καὶ τὰ μὲν δέροντας αὐτούς, τὰ δὲ κόπτοντας, χρυσίδας τε ἀνακειμένας δύο καὶ λίθους ἐν αὐταῖς τῶν ἰνδικωτάτων καὶ θαυμασίων, προσελθὼν τῷ ἱερεῖ τί ταῦτα; ἔφη λαμπρῶς γάρ τις χαρίζεται τῷ θεῷ. ὁ δὲ θαυμάσῃ ἔφη μᾶλλον, ὅτι μήτε ἱκετεύσας ποτὲ ἐνταῦθα μήτε διατρίψας, ὃν οἱ ἄλλοι χρόνον, μήτε ὑγιάνας πω παρὰ τοῦ θεοῦ, μηδʼ ἅπερ αἰτήσων ἦλθεν ἔχων, χθὲς γὰρ δὴ ἀφιγμένῳ ἔοικεν, ὁ δʼ οὕτως ἀφθόνως θύει. φησὶ δὲ πλείω μὲν θύσειν, πλείω δὲ ἀναθήσειν, εἰ πρόσοιτο αὐτὸν ὁ Ἀσκληπιός. ἔστι δὲ τῶν πλουσιωτάτων· κέκτηται γοῦν ἐν Κιλικίᾳ βίον πλείω ἢ Κίλικες ὁμοῦ πάντες· ἱκετεύει δὲ τὸν θεὸν ἀποδοῦναί οἱ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξερρυηκότα. ὁ δὲ Ἀπολλώνιος, ὥσπερ γεγηρακὼς εἰώθει, τοὺς ὀφθαλμοὺς ἐς τὴν γῆν στήσας τί δὲ ὄνομα αὐτῷ; ἤρετο. ἐπεὶ δὲ ἤκουσε δοκεῖ μοι, ἔφη ὦ ἱερεῦ, τὸν ἄνθρωπον τοῦτον μὴ προσδέχεσθαι τῷ ἱερῷ, μιαρὸς γάρ τις ἥκει καὶ κεχρημένος οὐκ ἐπὶ χρηστοῖς τῷ πάθει,3 καὶ αὐτὸ δὲ τὸ πρὶν εὑρέσθαί τι παρὰ τοῦ θεοῦ πολυτελῶς θύειν οὐ θύοντός ἐστιν, ἀλλʼ ἑαυτὸν παραιτουμένου4 σχετλίων τε καὶ χαλεπῶν ἔργων. ταῦτα μὲν ὁ Ἀπολλώνιος. ὁ δʼ Ἀσκληπιὸς ἐπιστὰς νύκτωρ τῷ ἱερεῖ ἀπίτω ἔφη ὁ δεῖνα τὰ ἑαυτοῦ ἔχων, ἄξιος γὰρ μηδὲ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἔχειν. ἀναμανθάνων οὖν ὁ ἱερεὺς τὸν ἄνθρωπον, γυνὴ μὲν τῷ Κίλικι τούτῳ ἐγεγόνει θυγατέρα ἔχουσα προτέρων γάμων, ὁ δὲ ἤρα τῆς κόρης καὶ ἀκολάστως εἶχε ξυνῆν τε οὐδʼ ὡς λαθεῖν· ἐπιστᾶσα γὰρ ἡ μήτηρ τῇ εὐνῇ τῆς μὲν ἄμφω, τοῦ δὲ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξέκοψεν ἐναράξασα τὰς περόνας.

又有一次,阿波罗尼奥斯见到祭坛上流淌着大量的鲜血,祭品陈列其上,埃及良牛与硕大生猪被宰杀献祭,仆役们正有的剥皮、有的剔肉,又有两只金杯被奉纳其间,内嵌极珍异罕见的印度宝石。他便走近祭司问道:“此为何物?看来有人正极尽奢华地讨好神明呢。”祭司答道:“更有令你惊奇之事:此人既未曾在此祈愿,亦未曾如常人那般守候留宿,既未蒙神明赐予康复,亦未获得其前来祈求之物——盖因他看似昨日方才抵达——却献上了如此丰厚的祭牲。他甚至声称,若阿斯克勒庇俄斯愿接纳他,他还将献上更多祭品、奉纳更多珍宝。他是巨富之一,在基利家所拥有的地产甚至超过全基利家人财富的总和;他正祈求神明恢复他那只已然溃流坏死的眼睛。” 阿波罗尼奥斯便如日后年迈时习以为常的那样,将目光投向地面,问道:“他叫什么名字?”听闻其名后,他说道:“祭司啊,在我看来,不可让此人踏入圣所;因为他来时污秽不堪,其所受灾厄亦非因正当善举而致;且在未蒙神明赐福之前便如此铺张献祭,此非虔敬奉神者之所为,而是企图以财帛为其伤天害理的滔天罪行乞求免罪。”阿波罗尼奥斯如是说。而阿斯克勒庇俄斯神在夜间显现于祭司,说道:“让某某人带着他自己的东西离去,因为他连另一只眼睛也不配保全。”祭司随后彻查此人底细,得知这个基利家人娶过一个妇人,妇人带着前夫所生的女儿;他贪恋那少女的美色,放荡无度,且毫不避人地与她通奸;母亲撞见二人在床,便拔下发簪刺入,剜去了女儿的双眼,以及这男人的其中一只眼睛。

语法注4 条
  1. 1.9ἐναντία τῇ νόσῳ πράττεις

    ἐναντία τῇ νόσῳ πράττεις 意为“你的作为与疾病的医治背道而驰”。τῇ νόσῳ 为由 ἐναντία 所支配的与格,指疾病所要求的调理之道(即干燥与节制),而非指与病症顺向而行。

  2. 1.9τοῦ ποιήσοντος ἐξ ἐπομβρίας αὐχμόν

    带冠词的将来时分词 τοῦ ποιήσοντος 作 δεῖσθαι(动词 δέομαι 的不定式)所要求的属格补足语,意指“能使大雨转为干旱之人”。此处化用了赫拉克利特患水肿病时向医家求治所说的隐晦谜语。

  3. 1.10κεχρημένος οὐκ ἐπὶ χρηστοῖς τῷ πάθει

    动词 χράομαι(在此引申为“遭遇、蒙受”)的完成时分词 κεχρημένος 支配与格 τῷ πάθει(受难、残疾)。介词短语 οὐκ ἐπὶ χρηστοῖς 意为“并非出于善事”或“作为不光彩行径的结果”,指出其失明实系恶有恶报。

  4. 1.10οὐ θύοντός ἐστιν, ἀλλʼ ἑαυτὸν παραιτουμένου

    此处为系动词 ἐστιν 连接属格分词 θύοντος 与 παραιτουμένου 构成的特征属格(predicate genitive of characteristic),意为“不是献祭之人的作为,而是为自身乞求免除惩罚之人的作为”。中动相分词 παραιτουμένου 支配反身代词 ἑαυτόν,意为“替自己乞求免罪”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.9-1.10