← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.7-1.8

阿波罗尼奥斯的求学与毕达哥拉斯式生活

阿波罗尼奥斯自幼展现出过人天赋,后由塔尔苏斯转至清静的埃盖研习各派哲学,并在十六岁时毅然践行严格的毕达哥拉斯式生活,绝肉戒奢,在圣所中名噪一时。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

προϊὼν δὲ ἐς ἡλικίαν, ἐν ᾗ γράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδʼ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους,1 ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο, καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ αὐτὸν ἔτη τεσσαρεσκαίδεκα ἄγει ἐς Ταρσοὺς ὁ πατὴρ παρʼ Εὐθύδημον τὸν ἐκ Φοινίκης. ὁ δὲ Εὐθύδημος ῥήτωρ τε ἀγαθὸς ἦν καὶ ἐπαίδευε τοῦτον, ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι, τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι,2 ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, ᾧ παρακάθηνται, καθάπερ τῶν ὀρνίθων οἱ ὑγροί. τό τοι παύσασθε μεθύοντες τῷ ὕδατι Ἀπολλωνίῳ πρὸς αὐτοὺς ἐν ἐπιστολῇ εἴρηται. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιοῦ καὶ ὁ Ἀσκληπιὸς αὐτὸς ἐπίδηλος τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ περιπάτου, διήκουε δὲ καὶ τῶν Ἐπικούρου λόγων, οὐδὲ γὰρ τούτους ἀπεσπούδαζε, τοὺς δέ γε Πυθαγορείους ἀρρήτῳ τινὶ σοφίᾳ ξυνέλαβε· διδάσκαλος μὲν γὰρ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων οὐ πάνυ σπουδαῖος, οὐδὲ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος, γαστρός τε γὰρ ἥττων ἦν καὶ ἀφροδισίων καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο· ἦν δὲ οὗτος Εὔξενος ὁ ἐξ Ἡρακλείας τοῦ Πόντου, τὰς δὲ Πυθαγόρου δόξας ἐγίγνωσκεν, ὥσπερ οἱ ὄρνιθες ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώπων, τὸ γὰρ χαῖρε καὶ τὸ εὖ πρᾶττε καὶ τὸ Ζεὺς ἵλεως καὶ τὰ τοιαῦτα οἱ ὄρνιθες εὔχονται οὔτε εἰδότες ὅ τι λέγουσιν οὔτε διακείμενοι πρὸς τοὺς ἀνθρώπους, ἀλλὰ ἐρρυθμισμένοι τὴν γλῶτταν·3 ὁ δέ, ὥσπερ οἱ νέοι τῶν ἀετῶν ἐν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτοὺς μελετώμενοι ὑπʼ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δυνηθῶσιν, ὑπερπέτονται τοὺς γονέας ἄλλως τε κἂν λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πετομένους, οὕτω καὶ ὁ Ἀπολλώνιος προσεῖχέ τε τῷ Εὐξένῳ παῖς ἔτι καὶ ἤγετο ὑπʼ αὐτοῦ βαίνων ἐπὶ τοῦ λόγου, προελθὼν δὲ ἐς ἔτος δέκατον καὶ ἕκτον ὥρμησεν ἐπὶ τὸν τοῦ Πυθαγόρου βίον, πτερωθεὶς ἐπʼ αὐτὸν ὑπό τινος κρείττονος. οὐ μὴν τόν γε Εὔξενον ἐπαύσατο ἀγαπῶν, ἀλλʼ ἐξαιτήσας αὐτῷ προάστειον παρὰ τοῦ πατρός, ἐν ᾧ κῆποί τε ἁπαλοὶ ἦσαν καὶ πηγαί, σὺ μὲν ζῆθι τὸν σεαυτοῦ τρόπον ἔφη ἐγὼ δὲ τὸν Πυθαγόρου ζήσομαι.

当他长到学文识字的年纪时,便展现出过人的记忆力与勤勉的功力;他的口齿合乎阿提卡方言的标准,言语丝毫未受本族口音的带偏;众人的目光皆投注于他,因他在容颜仪态上实在引人注目。到了十四岁,他的父亲便带着他前往塔尔苏斯,拜在腓尼基人尤苏戴莫斯门下。尤苏戴莫斯是一位优秀的修辞学家,悉心培育于他;阿波罗尼奥斯虽敬重其师,却认为这座城邦的民风乖张,不利于潜心修习哲学;因为当地人对奢靡的沉溺无出其右者,人人皆极尽冷嘲热讽与傲慢放肆,他们醉心于细麻华服,甚于雅典人醉心于智慧;一条名为库德诺斯的河流穿城而过,他们就坐在河畔,宛如水鸟一般。正如阿波罗尼奥斯在致他们的信中所言:“莫再醉饮于河水。”于是,他在向父亲恳求之后,便将老师一同迁往附近的埃盖,那里的静谧适合潜心向学者,研习的学风也更具青年朝气,且有一座阿斯克勒庇俄斯的圣所,阿斯克勒庇俄斯神明自身亦显现于凡人之间。 在此地,柏拉图学派、克律西波斯学派以及逍遥学派的学者皆与他一同切磋哲理,他也聆听伊壁鸠鲁的学说,因他并未对此等学问一概轻视;然而对于毕达哥拉斯的教义,他却凭借某种不可言喻的智慧心领神会。他在毕达哥拉斯学说方面的老师并非十分持重求实之人,亦不将哲学付诸实行,因其耽于口腹之欲与男女欢爱,举止风度皆仿效伊壁鸠鲁;此人便是来自本都赫拉克利亚的尤克塞诺斯,他对毕达哥拉斯见解的了解,恰如飞鸟习得人言一般;因为飞鸟鸣唤“你好”、“祝安康”、“宙斯护佑”等语,既不知其所云,亦对人类无甚深情,不过是舌头受了调音而已。正如幼鹰在羽翼尚弱时随父母双飞,接受亲鸟对其飞行的训导,而一旦能够凌空翱翔,便飞越亲鸟之上,特别是当它们察觉亲鸟嘴馋贪食、为追逐脂膏之气而贴地低飞时更会如此;同样,阿波罗尼奥斯在幼年时尚顺从尤克塞诺斯,由其引领着步入理论之途,但到了十六岁,他受到某种神圣更高力量的振羽启迪,毅然迈向毕达哥拉斯的生活方式。但他并未因此而停止对尤克塞诺斯的敬爱,反而向父亲为他求得一处城郊庄园,内有清雅的花园与泉水,并对他说:“你且按你自己的方式生活,我将按毕达哥拉斯的方式生活。”

§1.8

ἡγουμένου δὲ αὐτὸν τοῦ Εὐξένου μεγάλης διανοίας ἅπτεσθαι καὶ ἐρομένου, ὁπόθεν ἄρξοιτο ὅθεν περ οἱ ἰατροί, ἔφη καὶ γὰρ ἐκεῖνοι καθαίροντες τὰς γαστέρας τοὺς μὲν οὐδὲ νοσεῖν ἐῶσι, τοὺς δὲ ἰῶνται. καὶ εἰπὼν τοῦτο τὰς μὲν ἐμψύχους βρώσεις ὡς οὔτε καθαρὰς καὶ τὸν νοῦν παχυνούσας παρῃτήσατο, τραγήματα δὲ καὶ λάχανα ἐσιτεῖτο, καθαρὰ εἶναι φάσκων, ὁπόσα ἡ γῆ αὐτὴ δίδωσι, καὶ τὸν οἶνον καθαρὸν μὲν ἔφασκεν εἶναι πῶμα ἐκ φυτοῦ οὕτως ἡμέρου τοῖς ἀνθρώποις ἥκοντα, ἐναντιοῦσθαι δὲ τῇ τοῦ νοῦ συστάσει διαθολοῦντα τὸν ἐν τῇ ψυχῇ αἰθέρα. μετὰ δὲ τὴν κάθαρσιν τῆς γαστρὸς τοιαύτην γενομένην ἀνυποδησίαν τε ποιεῖται κόσμημα καὶ λίνου ἐσθῆτα ἀμπίσχεται παραιτησάμενος τὴν ἀπὸ τῶν ζῴων, ἀνῆκέ τε τὴν κόμην καὶ ἐν τῷ ἱερῷ ἔζη. ἐκπεπληγμένων δὲ αὐτὸν τῶν περὶ τὸ ἱερὸν καὶ τοῦ Ἀσκληπιοῦ ποτε πρὸς τὸν ἱερέα φήσαντος, ὡς χαίροι θεραπεύων τοὺς νοσοῦντας ὑπὸ Ἀπολλωνίῳ μάρτυρι,4 ξυνῄεσαν ἐς τὰς Αἰγὰς ἐφʼ ἱστορίᾳ Κίλικές τε αὐτοὶ καὶ οἱ πέριξ, ὅ τε Κιλίκιος λόγος ποῖ τρέχεις; ἦ ἐπὶ τὸν ἔφηβον; ἐπʼ ἐκείνῳ τε ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχεν.

尤克塞诺斯见他怀抱宏大的志向,便问他打算从何处着手,他答道:“正从医家着手之处开始;因为医家亦是通过清理肠胃,使部分人免于罹病,而治愈另一些人。”言毕,他便弃绝了肉食,认为其不洁且使心灵蒙昧迟钝,只进食干果与蔬菜,宣称凡大地自身出产者皆为洁净;他又称葡萄酒虽是源于对人类如此温和的植物的洁净饮品,却会搅浑灵魂中的以太精气,从而妨碍心灵的澄明定势。在如此净化了肠胃之后,他便以赤足为修饰,弃绝取自动物的衣着而身披亚麻长袍,蓄起长发,长居于圣所之中。圣所周围的众人对他惊叹不已,阿斯克勒庇俄斯神有一次甚至对祭司明言,以阿波罗尼奥斯为见证而医治病患令其欢喜,以致基利家本地人与四方邻邦皆汇聚埃盖以瞻仰其风采,而那句基利家俗语“你跑去哪里?莫非是去寻那少年?”亦是因他而发,并由此获得了谚语般的流传与尊崇。

语法注4 条
  1. 1.7οὐδʼ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους

    τὴν φωνήν 是限制对格(关系对格),意为“就语音/语言而言”。表示他的发音未受当地民族(卡帕多细亚人)方言口音的带偏或同化。

  2. 1.7δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι

    在比较级 μᾶλλον ἤ 之后的从句中省略了动词 δεδώκασι,Ἀθηναῖοι 充当该省略谓语的主语,意为“他们沉溺于细麻,甚于雅典人(沉溺于)智慧”。此结构将塔尔苏斯居民的放纵奢华与雅典人对智慧的执着形成了鲜明对比。

  3. 1.7ἐρρυθμισμένοι τὴν γλῶτταν

    τὴν γλῶτταν 是伴随被动态完成时分词 ἐρρυθμισμένοι 使用的身体部位对格(关系/限制对格),指鸟儿“舌头受到调律/机械驯化”。

  4. 1.8ὑπὸ Ἀπολλωνίῳ μάρτυρι

    介词 ὑπό 后接与格,表示附带情况或在场见证,意为“以阿波罗尼奥斯为见证 / 在阿波罗尼奥斯的见证下”,这是后古典期散文中常见的介词用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.7-1.8