- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.11-1.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯与祭司探讨诸神的全知与公正,强调祈祷当求其所应得而不可越度。随后记述他在埃盖逗留期间,严辞斥责了一名贪图其美色并施加恐吓的基利家骄横长官,并准确预言了该长官三日后因谋反被处决的命运。
τό γε μὴν θύοντας ἢ ἀνατιθέντας μὴ ὑπερβάλλειν τὸ μέτριον ὧδε αὐτῷ ἐφιλοσοφεῖτο·1 πλειόνων γάρ ποτε ξυνεληλυθότων ἐς τὸ ἱερὸν ἄρτι ἐξεληλαμένου τοῦ Κίλικος ἤρετο τὸν ἱερέα οὑτωσί· ἆρα ἔφη οἱ θεοὶ δίκαιοι; δικαιότατοι μὲν οὖν εἶπε. τί δέ· ξυνετοί; καὶ τί ἔφη ξυνετώτερον τοῦ θείου; τὰ δὲ τῶν ἀνθρώπων ἴσασιν, ἢ ἄπειροι αὐτῶν εἰσι; καὶ μὴν τοῦτʼ ἔφη πλεονεκτοῦσι μάλιστα οἱ θεοὶ τῶν ἀνθρώπων, ὅτι οἱ μὲν ὑπʼ ἀσθενείας οὐδὲ τὰ ἑαυτῶν ἴσασι, τοῖς δὲ γιγνώσκειν ὑπάρχει τὰ ἐκείνων τε καὶ τὰ αὑτῶν. πάντα ἔφη ἄριστα, ὦ ἱερεῦ, καὶ ἀληθέστατα. ἐπεὶ τοίνυν πάντα γιγνώσκουσι, δοκεῖ μοι τὸν ἥκοντα ἐς θεοῦ καὶ χρηστὰ ἑαυτῷ ξυνειδότα τοιάνδε εὐχὴν εὔχεσθαι· ὦ θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα· ὀφείλεται γάρ που, ὦ ἱερεῦ, τοῖς μὲν ὁσίοις τὰ ἀγαθά, τοῖς δὲ φαύλοις τἀναντία, καὶ οἱ θεοὶ οὖν εὖ ποιοῦντες, ὃν μὲν ἂν ὑγιᾶ τε καὶ ἄτρωτον κακίας εὕρωσι, πέμπουσι δήπου στεφανώσαντες οὐ χρυσοῖς στεφάνοις, ἀλλʼ ἀγαθοῖς πᾶσιν, ὃν δʼ ἂν κατεστιγμένον ἴδωσι καὶ διεφθορότα, καταλείπουσι τῇ δίκῃ, τοσοῦτον αὐτοῖς ἐπιμηνίσαντες, ὅσον ἐτόλμησαν καὶ ἱερὰ ἐσφοιτᾶν μὴ καθαροὶ ὄντες. καὶ ἅμα ἐς τὸν Ἀσκληπιὸν βλέψας φιλοσοφεῖς, ἔφη ὦ Ἀσκληπιέ, τὴν ἄρρητόν τε καὶ συγγενῆ σαυτῷ φιλοσοφίαν μὴ συγχωρῶν τοῖς φαύλοις δεῦρο ἥκειν, μηδʼ ἂν πάντα σοι τὰ ἀπὸ Ἰνδῶν καὶ Σαρδῴων ξυμφέρωσιν· οὐ γὰρ τιμῶντες τὸ θεῖον θύουσι ταῦτα καὶ ἀνάπτουσιν, ἀλλʼ ὠνούμενοι τὴν δίκην, ἣν οὐ ξυγχωρεῖτε αὐτοῖς δικαιότατοι ὄντες. πολλὰ τοιαῦτα ἐν τῷ ἱερῷ ἐφιλοσόφει ἐν ἐφήβῳ ἔτι. κἀκεῖνα τῆς ἐν Αἰγαῖς διατριβῆς·
关于献祭与奉献者不可超越适度之理,他曾作过如下的哲理探讨:有一次,在那个基利家人刚被逐出不久、圣所中聚集了更多人群之时,他这样询问祭司:“诸神是公正的吗?”祭司答道:“自然是至公至正的。”“那么,他们是有智慧的吗?”“难道还有比神明更有智慧的吗?”祭司说。“那么他们晓得凡人的事呢,还是对此一无所知?”祭司道:“正是在这一点上,诸神最胜过凡人:凡人因其软弱甚至连自身的事都不明了,而诸神却能洞悉凡人的事以及他们自己的事。”阿波罗尼奥斯说:“祭司啊,所言极是,至真至确。因此,既然诸神洞悉一切,在我看来,凡来到神前而自问问心无愧之人,应当作这样的祈祷:‘诸神啊,请赐予我所应得之物。’因为,祭司啊,善报理应归于敬虔之人,而恶报则归于邪恶之人;故而诸神行其美事,凡遇见健全且未受恶德玷污之人,便以诸般美善而非黄金花冠为之加冕送归;而一旦见到劣迹斑斑、腐化堕落之人,便将其付予正义惩处,并因其身怀污秽竟敢出入圣所而对其降下如此巨大的愤怒。”说着,他同时注视着阿斯克勒庇俄斯道:“阿斯克勒庇俄斯啊,你正践行着与你自身相通的玄妙哲学,决不允许恶徒来到此地,即便他们为你运来印度与撒丁尼亚的所有财宝亦不为所动;因为他们献祭并奉纳这些东西,绝非出于对神明的尊崇,而是企图收买正义以求免罚,而至公至正的你们却决不向他们妥协。” 他在青年时代便在圣所中常作许多这类的哲理之论。
Κιλίκων ἦρχεν ὑβριστὴς ἄνθρωπος καὶ κακὸς τὰ ἐρωτικά· ἐς τοῦτον ἦλθε λόγος τῆς τοῦ Ἀπολλωνίου ὥρας, ὁ δὲ ἐρρῶσθαι φράσας οἷς ἔπραττεν, ἐν Ταρσοῖς δὲ ἄρα ἀγορὰν ἦγεν, ἐξωρμήθη ἐς τὰς Αἰγὰς νοσεῖν τε ἑαυτὸν φήσας καὶ τοῦ Ἀσκληπιοῦ δεῖσθαι, καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ βαδίζοντι ἰδίᾳ σύστησόν με ἔφη τῷ θεῷ. ὁ δὲ ὑπολαβὼν καὶ τί σοι δεῖ τοῦ συστήσοντος,2 εἶπεν εἰ χρηστὸς εἶ; τοὺς γὰρ σπουδαίους οἱ θεοὶ καὶ ἄνευ τῶν προξενούντων ἀσπάζονται. ὅτι νὴ Δίʼ, ἔφη Ἀπολλώνιε, σὲ μὲν ὁ θεὸς πεποίηται ξένον, ἐμὲ δὲ οὔπω. ἀλλὰ κἀμοῦ ἔφη καλοκαγαθία προὐξένησεν, ᾗ χρώμενος, ὡς δυνατὸν νέῳ, θεράπων τέ εἰμι τοῦ Ἀσκληπιοῦ καὶ ἑταῖρος· εἰ δὲ καὶ σοὶ καλοκαγαθίας μέλει, χώρει θαρρῶν παρὰ τὸν θεὸν καὶ εὔχου, ὅ τι ἐθέλεις. νὴ Δίʼ, εἶπεν ἢν σοί γε προτέρῳ εὔξωμαι. καὶ τί ἔφη ἐμοὶ εὔξῃ; ὃ ἦ δʼ ὃς εὔχεσθαι δεῖ τοῖς καλοῖς· εὐχόμεθα δὲ αὐτοῖς κοινωνεῖν τοῦ κάλλους καὶ μὴ φθονεῖν τῆς ὥρας. ἔλεγε δὲ ταῦτα ὑποθρύπτων ἑαυτὸν καὶ τοὺς ὀφθαλμοὺς ὑγραίνων καὶ τί γὰρ οὐχ ἑλίττων τῶν οὕτως ἀσελγῶν τε καὶ ἐπιρρήτων; ὁ δὲ ταυρηδὸν ὑποβλέψας αὐτὸν μαίνῃ, ἔφη ὦ κάθαρμα. τοῦ δʼ οὐ μόνον πρὸς ὀργὴν ταῦτα ἀκούσαντος, ἀλλὰ καὶ ἀπειλήσαντος, ὡς ἀποκόψοι αὐτοῦ τὴν κεφαλήν, καταγελάσας ὁ Ἀπολλώνιος ὦ ἡ δεῖνα ἡμέρα3 ἀνεβόησε· τρίτη δὲ ἄρα ἦν ἀπʼ ἐκείνης, ἐν ᾗ δήμιοι κατὰ τὴν ὁδὸν ἀπέκτειναν τὸν ὑβριστὴν ἐκεῖνον, ὡς ξὺν Ἀρχελάῳ τῷ Καππαδοκίας βασιλεῖ νεώτερα ἐπὶ Ῥωμαίους πράττοντα. ταῦτα καὶ πολλὰ τοιαῦτα Μαξίμῳ τῷ Αἰγιεῖ ξυγγέγραπται, ἠξιώθη δὲ καὶ βασιλείων ἐπιστολῶν οὗτος εὐδοκιμῶν τὴν φωνήν.4
而以下这件事亦发生在他在埃盖逗留期间: 统治基利家的是一个骄横暴虐且情欲败坏的官员。此人听闻了阿波罗尼奥斯俊美韶华的声名,便抛下手中公务——他当时本在塔尔索斯主持庭审——声称自己抱病且需要阿斯克勒庇俄斯的医治,仓促赶赴埃盖。他走近正在独自漫步的阿波罗尼奥斯,说道:“请引荐我见神明。”阿波罗尼奥斯回应道:“如果你是个善人,何须引荐之人?因为正直之人,诸神无需中介亦会欣然接纳。”那人道:“凭宙斯起誓,阿波罗尼奥斯,这是因为神已收你为座上宾,却尚未如此待我。”阿波罗尼奥斯答道:“然而对我而言,也是道德操守充当了引荐者,我以年轻之人所能及的限度践行操守,因而既是阿斯克勒庇俄斯的侍从又是其友伴;若你也看重道德操守,便可坦然走向神前,祈求你所愿之物。”那人说:“凭宙斯起誓,我自会祈求,只要能先向你祈求。”阿波罗尼奥斯问:“你要向我祈求何物?”那人答道:“自然是应当向绝美之人祈求之物;我们向他们祈求分享美色,祈求不要吝惜青春韶华。”他说这番话时身姿轻佻,眼神迷离,极尽放荡与不可言说之媚态。阿波罗尼奥斯像公牛般怒视着他,斥道:“你疯了,你这卑鄙的下流坯!” 那人听闻此言不仅勃然大怒,更扬言要砍下他的头颅;阿波罗尼奥斯却嗤之以笑,高喊道:“啊,某某之日啊!”果不其然,就在从那天算起的第三日,刑吏便在半道上将那个骄横之徒处决,罪名是他涉嫌与卡帕多细亚国王阿耳刻拉奥斯合谋背叛罗马人。埃盖的马克西穆斯记录了这些及许多类似之事,而马克西穆斯此人后来亦因其出众的文才而受重用,掌管了帝国敕令与书信。
- 1.11τό γε μὴν θύοντας ἢ ἀνατιθέντας μὴ ὑπερβάλλειν τὸ μέτριον ὧδε αὐτῷ ἐφιλοσοφεῖτο
带冠词不定式短语 τό ... μέτριον 整体作被动动词 ἐφιλοσοφεῖτο 的主语,与表示施动者的与格 αὐτῷ(“由他进行哲理探讨”)相配合。分词 θύοντας ἢ ἀνατιθέντας 作为不定式 ὑπερβάλλειν 的意义主语(泛指人称的宾格)。
- 1.12καὶ τί σοι δεῖ τοῦ συστήσοντος
结构 δεῖ + 与格 (σοι) + 属格 (τοῦ συστήσοντος, 将来时分词名词化),意为“对于你而言,何须引荐者?”代词 τί 作副词性/内宾宾格,询问所需的程度或内容。
- 1.12ὦ ἡ δεῖνα ἡμέρα
感叹词 ὦ 后接主格名词短语(ἡ δεῖνα ἡμέρα,“某某之日”)的感叹表达。在古希腊语中,ὦ 除接呼格外亦常接主格以表惊叹或宣告;此处阿波罗尼奥斯带着预知与嘲弄,直呼即将到来的那个注定的死期。
- 1.12ἠξιώθη δὲ καὶ βασιλείων ἐπιστολῶν οὗτος εὐδοκιμῶν τὴν φωνήν
动词 ἀξιόω 的被动语态搭配价值或职位的属格(βασιλείων ἐπιστολῶν,指代掌管罗马皇帝文书/敕令的职务),意为“被认为配得上……/获任……”。分词 εὐδοκιμῶν 表原因,后接修饰限定的宾格 τὴν φωνήν(“在文辞/雄辩才华方面受人赞誉”)。
