- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.3-1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者交代了本传记的资料来源(包括达米斯的回忆录和埃盖人马克西穆斯的记录),随后记述了阿波罗尼奥斯在提亚纳的出身、普罗透斯向其母的显灵、伴随其降生的天鹅与天火异兆,以及当地神圣的阿斯巴玛翁誓泉。
ἐγένετο Δάμις ἀνὴρ οὐκ ἄσοφος τὴν ἀρχαίαν ποτὲ οἰκῶν Νῖνον· οὗτος τῷ Ἀπολλωνίῳ προσφιλοσοφήσας ἀποδημίας τε αὐτοῦ ἀναγέγραφεν, ὧν κοινωνῆσαι καὶ αὐτός φησι, καὶ γνώμας καὶ λόγους καὶ ὁπόσα ἐς πρόγνωσιν εἶπε. καὶ προσήκων τις τῷ Δάμιδι τὰς δέλτους τῶν ὑπομνημάτων τούτων οὔπω γιγνωσκομένας ἐς γνῶσιν ἤγαγεν Ἰουλίᾳ τῇ βασιλίδι. μετέχοντι δέ μοι τοῦ περὶ αὐτὴν κύκλου — καὶ γὰρ τοὺς ῥητορικοὺς πάντας λόγους ἐπῄνει καὶ ἠσπάζετο — μεταγράψαι τε προσέταξε τὰς διατριβὰς ταύτας καὶ τῆς ἀπαγγελίας αὐτῶν ἐπιμεληθῆναι, τῷ γὰρ Νινίῳ σαφῶς μέν, οὐ μὴν δεξιῶς γε ἀπηγγέλλετο.1 ἐνέτυχον δὲ καὶ Μαξίμου τοῦ Αἰγιέως βιβλίῳ ξυνειληφότι τὰ ἐν Αἰγαῖς Ἀπολλωνίου πάντα, καὶ διαθῆκαι δὲ τῷ Ἀπολλωνίῳ γεγράφαται, παρʼ ὧν ὑπάρχει μαθεῖν, ὡς ὑποθειάζων τὴν φιλοσοφίαν ἐγένετο. οὐ γὰρ Μοιραγένει γε προσεκτέον βιβλία μὲν ξυνθέντι ἐς Ἀπολλώνιον τέτταρα, πολλὰ δὲ τῶν περὶ τὸν ἄνδρα ἀγνοήσαντι. ὡς μὲν οὖν ξυνήγαγον ταῦτα διεσπασμένα καὶ ὡς ἐπεμελήθην τοῦ ξυνθεῖναι αὐτά, εἴρηκα, ἐχέτω δὲ ὁ λόγος τῷ τε ἀνδρὶ τιμήν, ἐς ὃν ξυγγέγραπται, τοῖς τε φιλομαθεστέροις ὠφέλειαν· ἦ γὰρ ἂν μάθοιεν, ἃ μήπω γιγνώσκουσιν.
曾有一位并非缺乏智慧的人名叫达米斯,从前居住在古老的尼尼微;他曾跟随阿波罗尼奥斯修习哲学,记录了他的游历——达米斯自称也参与了这些游历——以及他的见解、言论和所有预知之辞。达米斯的一位亲属将这些尚不为人所知的回忆录书版呈献给尤利亚皇后。由于我属于她身边的文人圈子——因为她赞赏并喜好一切修辞言论——她便指示我重写这些篇章,并留心润色其叙述风格;因为那位尼尼微人的叙述虽清晰明了,却不够练达。我还读到了埃盖人马克西穆斯的著作,其中汇集了阿波罗尼奥斯在埃盖的所有事迹;阿波罗尼奥斯本人也留有遗嘱,从中可以得知他在哲学上何其通灵入圣。人们切不可盲从莫伊拉戈内斯,他虽撰写了四卷关于阿波罗尼奥斯的书,却对这位先哲的许多生平一无所知。因此,我如何搜集这些散佚的材料并如何着意编纂,已作了交代;愿这部论著能为传主带来荣光,并使好学者获益,因为他们必将学到至今尚未知晓之事。
Ἀπολλωνίῳ τοίνυν πατρὶς μὲν ἦν Τύανα πόλις Ἑλλὰς ἐν τῷ Καππαδοκῶν ἔθνει, πατὴρ δὲ ὁμώνυμος, γένος ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον, πλοῦτος ὑπὲρ τοὺς ἐκεῖ, τὸ δὲ ἔθνος βαθύ. κυούσῃ δὲ αὐτὸν τῇ μητρὶ φάσμα ἦλθεν Αἰγυπτίου δαίμονος ὁ Πρωτεὺς ὁ παρὰ τῷ Ὁμήρῳ ἐξαλλάττων· ἡ δὲ οὐδὲν δείσασα ἤρετο αὐτόν, τί ἀποκυήσοι· ὁ δὲ ἐμέ εἶπε. σὺ δὲ τίς; εἰπούσης Πρωτεὺς ἔφη ὁ Αἰγύπτιος θεός. ὅστις μὲν δὴ τὴν σοφίαν ὁ Πρωτεὺς ἐγένετο, τί ἂν ἐξηγοίμην τοῖς γε ἀκούουσι τῶν ποιητῶν, ὡς ποικίλος τε ἦν καὶ ἄλλοτε ἄλλος καὶ κρείττων τοῦ ἁλῶναι, γιγνώσκειν τε ὡς ἐδόκει καὶ προγιγνώσκειν πάντα; καὶ μεμνῆσθαι χρὴ τοῦ Πρωτέως, μάλιστα ἐπειδὰν προϊὼν ὁ λόγος δεικνύῃ τὸν ἄνδρα πλείω μὲν ἢ ὁ Πρωτεὺς προγνόντα, πολλῶν δὲ ἀπόρων τε καὶ ἀμηχάνων κρείττω γενόμενον ἐν αὐτῷ μάλιστα τῷ ἀπειλῆφθαι.2
阿波罗尼奥斯的故乡是位于卡帕多细亚境内的希腊城邦提亚纳;他的父亲与他同名,家族古老且系出建城始祖,资财凌驾于当地众人之上,而那一民族是富庶的。他的母亲怀他之时,埃及神灵普罗透斯——即荷马诗篇中善于变幻的那位——的幻影显现;她毫无惧色,问他自己将诞下什么,他答道: “我。” 当她说: “那么你是谁?” 他说道: “普罗透斯,埃及之神。” 至于普罗透斯在智慧上是何等人物,对于听闻过诗人吟唱的人,我又何须详述他是如何变化多端、千姿百态且不可捉摸,又如何看似知晓并预知一切?我们应当牢记普罗透斯其人,尤其是当后文的叙述展现出这位先哲预知之事甚于普罗透斯,且正是在深陷重围之际战胜了无数艰危绝境之时。
τεχθῆναι δὲ ἐν λειμῶνι λέγεται, πρὸς ᾧ νῦν τὸ ἱερὸν αὐτῷ ἐκπεπόνηται. καὶ μηδὲ ὁ τρόπος ἀγνοείσθω, ὃν ἀπετέχθη· ἀγούσῃ γὰρ τῇ μητρὶ τόκου ὥραν ὄναρ ἐγένετο βαδίσαι ἐς τὸν λειμῶνα καὶ ἄνθη κεῖραι, καὶ δῆτα ἀφικομένη αἱ μὲν δμωαὶ προσεῖχον τοῖς ἄνθεσιν ἐσκεδασμέναι κατὰ τὸν λειμῶνα, αὐτὴ δὲ ἐς ὕπνον ἀπήχθη κλιθεῖσα ἐν τῇ πόᾳ. κύκνοι τοίνυν, οὓς ὁ λειμὼν ἔβοσκε, χορὸν ἐστήσαντο περὶ αὐτὴν καθεύδουσαν, καὶ τὰς πτέρυγας, ὥσπερ εἰώθασιν, ἄραντες ἀθρόον ἤχησαν, καὶ γάρ τι καὶ ζεφύρου ἦν ἐν τῷ λειμῶνι, ἡ δὲ ἐξέθορέ τε ὑπὸ τῆς ᾠδῆς καὶ ἀπέτεκεν, ἱκανὴ δὲ πᾶσα ἔκπληξις μαιεύσασθαι καὶ πρὸ τῆς ὥρας. οἱ δὲ ἐγχώριοί φασιν, ὡς ὁμοῦ τε τίκτοιτο καὶ σκηπτὸς ἐν τῇ γῇ πεσεῖσθαι δοκῶν ἐμμετεωρισθείη τῷ αἰθέρι καὶ ἀφανισθείη ἄνω, τό, οἶμαι, ἐκφανὲς καὶ ὑπὲρ πάντα τὰ ἐν τῇ γῇ καὶ τὸ ἀγχοῦ θεῶν καὶ ὁπόσα ὅδε ὁ ἀνὴρ ἐγένετο, φαίνοντες οἱ θεοὶ καὶ προσημαίνοντες.3
据说他降生在一片草地上,如今在其近旁已建起一座奉祀他的圣所。他出生的方式亦不可忽略:当他的母亲临盆之期将至时,做了一个梦,让她走到草地上去采摘鲜花。当她依梦而至,侍女们散落在草地上采花,她自己则斜倚在青草上沉沉睡去。这时,草地所饲养的天鹅围绕着熟睡的她排成环舞之阵,像往常一样扬起翅膀齐声鸣响——草地上亦有西风微拂。她在歌声惊醒中霍然而起并产下了婴儿,因为任何突如其来的惊恐都足以促成分娩,哪怕在产期之前。当地人说,正当他降生之时,一道看似即将落地的霹雳腾入高空,并在上方消逝不见;依我看来,这是诸神在显明并预示这位先哲的辉耀超拔于大地上的一切,与神明比肩,以及他后来所成就的一切伟业。
ἔστι δέ τι περὶ Τύανα ὕδωρ Ὁρκίου Διός, ὥς φασι, καλοῦσι δὲ αὐτὸ Ἀσβαμαῖον, οὗ πηγὴ ἀναδίδοται ψυχρά, παφλάζει δέ, ὥσπερ ὁ θερμαινόμενος λέβης. τοῦτο εὐόρκοις μὲν ἵλεών τε καὶ ἡδὺ ὕδωρ, ἐπιόρκοις δὲ παρὰ πόδας ἡ δίκη· ἀποσκήπτει γὰρ καὶ ἐς ὀφθαλμοὺς καὶ ἐς χεῖρας καὶ ἐς πόδας, καὶ ὑδέροις ἁλίσκονται καὶ φθόαις, καὶ οὐδʼ ἀπελθεῖν δυνατόν, ἀλλʼ αὐτόθι ἔχονται καὶ ὀλοφύρονται πρὸς τῷ ὕδατι ὁμολογοῦντες ἃ ἐπιώρκησαν· οἱ μὲν δὴ ἐγχώριοί φασι παῖδα τοῦ Διὸς τὸν Ἀπολλώνιον γεγονέναι, ὁ δʼ ἀνὴρ Ἀπολλωνίου ἑαυτὸν καλεῖ.4
在提亚纳附近有一处据说是誓言之宙斯的泉水,他们称之为阿斯巴玛翁,其泉源涌出的水虽冰冷,却如加热之釜般沸腾腾涌。这水对守誓者慈和甘甜,对背誓者惩戒则如影随形;因为疾病会降临在其眼、手、足上,他们受水肿与虚耗之苦所缚,且无法离去,只得滞留原地在水旁哀鸣,坦白自己背弃的誓言。当地人声称阿波罗尼奥斯是宙斯之子,但他自己却称自己为阿波罗尼奥斯之子。
- 1.3τῷ γὰρ Νινίῳ σαφῶς μέν, οὐ μὴν δεξιῶς γε ἀπηγγέλλετο
与格 τῷ Νινίῳ 在被动语态动词 ἀπηγγέλλετο 下充当施事与格,意为“被那位尼尼微人(报告得虽清晰,却不够练达)”。“尼尼微人”指上文提及的达米斯。
- 1.4ἐν αὐτῷ μάλιστα τῷ ἀπειλῆφθαι
由介词 ἐν 与带有冠词的完成时被动不定式 τῷ ἀπειλῆφθαι(源自 ἀπολαμβάνω,“截断、包围、陷入困境”)构成的时间/情态介词短语,意为“正是在深陷绝境/被彻底围困之时”。
- 1.5τό, οἶμαι, ἐκφανὲς καὶ ὑπὲρ πάντα τὰ ἐν τῇ γῇ καὶ τὸ ἀγχοῦ θεῶν καὶ ὁπόσα ὅδε ὁ ἀνὴρ ἐγένετο, φαίνοντες οἱ θεοὶ καὶ προσημαίνοντες
包含了语序倒置(hyperbaton)与插入成分 οἶμαι 的句式结构。一连串中性实体化短语(τό... ἐκφανές, [τὸ] ὑπὲρ πάντα..., τὸ ἀγχοῦ θεῶν, ὁπόσα...)前置充当分词 φαίνοντες... καὶ προσημαίνοντες 的直接宾语,用以指代诸神通过雷电异兆所预示的阿波罗尼奥斯非凡的品质与功业。
- 1.6ὁ δʼ ἀνὴρ Ἀπολλωνίου ἑαυτὸν καλεῖ
属格 Ἀπολλωνίου 是表示父名的属格(或源生属格),需补足被省略的 υἱόν,读作“自称为阿波罗尼奥斯之[子]”,与当地人声称他是宙斯之子的说法形成对比。
