← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.37-1.38

太监的处置与对国王的治国及灵魂劝诫

当就一名通奸的宦官该受何种处置被征询时,阿波罗尼奥斯建议让其在无望的相思折磨中苟活,从而免除了他的死罪。随后,他婉拒了国王的围猎邀请,传授了统治的要诀,建议在与罗马的村落争端中保持克制,并在国王病榻旁阐述灵魂之理以驱散其对死亡的忧惧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37

τοιαῦτα δὴ λαλούντων πρὸς ἀλλήλους κραυγὴ τῶν βασιλείων ἐξεφοίτησεν εὐνούχων καὶ γυναικῶν ἅμα· εἴληπτο δὲ ἄρα εὐνοῦχός τις ἐπὶ μιᾷ τῶν τοῦ βασιλέως παλλακῶν ξυγκατακείμενός τε καὶ ὁπόσα οἱ μοιχοὶ πράττων,1 καὶ ἦγον αὐτὸν οἱ ἀμφὶ τὴν γυναικωνῖτιν ἐπισπῶντες τῆς κόμης, ὃν δὴ ἄγονται τρόπον οἱ βασιλέως δοῦλοι. ἐπεὶ δὲ ὁ πρεσβύτατος τῶν εὐνούχων ἐρῶντα μὲν τῆς γυναικὸς πάλαι ᾐσθῆσθαι ἔφη καὶ προειρηκέναι οἱ, μὴ προσδιαλέγεσθαι αὐτῇ, μηδὲ ἅπτεσθαι δέρης ἢ χειρός, μηδὲ κοσμεῖν ταύτην μόνην τῶν ἔνδον, νῦν δὲ καὶ ξυγκατακείμενον εὑρηκέναι καὶ ἀνδριζόμενον ἐπὶ τὴν γυναῖκα, ὁ μὲν Ἀπολλώνιος ἐς τὸν Δάμιν εἶδεν, ὡς δὴ τοῦ λόγου ἀποδεδειγμένου,2 ὃς ἐφιλοσοφεῖτο αὐτοῖς περὶ τοῦ καὶ εὐνούχων τὸ ἐρᾶν εἶναι, ὁ δὲ βασιλεὺς πρὸς τοὺς παρόντας ἀλλʼ αἰσχρόν γε εἶπεν ὦ ἄνδρες, παρόντος ἡμῖν Ἀπολλωνίου περὶ σωφροσύνης ἡμᾶς, ἀλλὰ μὴ τοῦτον, ἀποφαίνεσθαι· τί οὖν κελεύεις, Ἀπολλώνιε, παθεῖν αὐτόν; τί δὲ ἄλλο ἢ ζῆν; εἶπε παρὰ τὴν πάντων ἀποκρινάμενος δόξαν. ἀνερυθριάσας οὖν ὁ βασιλεὺς εἶτα οὐ πολλῶν ἔφη θανάτων ἄξιος ὑφέρπων οὕτως τὴν εὐνὴν τὴν ἐμήν; ἀλλʼ οὐχ ὑπὲρ ξυγγνώμης ἔφη βασιλεῦ, ταῦτα εἶπον, ἀλλʼ ὑπὲρ τιμωρίας, ἣ ἀποκναίσει αὐτόν· εἰ γὰρ ζήσεται νοσῶν καὶ ἀδυνάτων ἁπτόμενος καὶ μήτε σῖτα μήτε ποτὰ ἥσει αὐτὸν μήτε θεάματα, ἃ σέ τε καὶ τούς σοι συνόντας εὐφρανεῖ, πηδήσεταί τε ἡ καρδία θαμὰ ἐκθρώσκοντος τοῦ ὕπνου,3 ὃ δὴ μάλιστα περὶ τοὺς ἐρῶντάς φασι γίγνεσθαι, τίς μὲν οὕτω φθόη τήξει αὐτόν, τίς δὲ οὕτω λιμὸς ἐπιθρύψει τὰ σπλάγχνα; εἰ δὲ μὴ τῶν φιλοψύχων εἴη τις, αὐτός, ὦ βασιλεῦ, δεήσεταί σού ποτε καὶ ἀποκτεῖναι αὐτὸν ἢ ἑαυτόν γε ἀποκτενεῖ πολλὰ ὀλοφυρόμενος τὴν παροῦσαν ταύτην ἡμέραν, ἐν ᾗ μὴ εὐθὺς ἀπέθανε. τοῦτο μὲν δὴ τοιοῦτον τοῦ Ἀπολλωνίου καὶ οὕτω σοφόν τε καὶ ἥμερον, ἐφʼ ᾧ ὁ βασιλεὺς ἀνῆκε τὸν θάνατον τῷ εὐνούχῳ.

当他们彼此谈论这些事情时,宫中同时传出了宦官和妇女们的叫喊声;原来是一个宦官被抓到与国王的一位侍妾同榻而卧,行尽通奸者所为之事。内闱的侍从们抓着他的头发将他拖拽过来,这正是处置国王奴隶的惯常方式。年长的宦官总管声称,自己早就察觉此人爱恋那名女子,并曾告诫过他不得与她交谈,不得触碰其颈项或手,在内宫众女中不得专侍奉她一人;然而如今却发现他竟与她同卧,并对这女子行男人之事。阿波罗尼奥斯便看向达米斯,仿佛他们此前所探讨的关于宦官是否也会陷入情网的哲学论题已得到了证实。国王对在场众人说道: ‘然而诸位,当阿波罗尼奥斯在场时,由我们而非由他对节制之事作出判决,未免是可耻的。那么,阿波罗尼奥斯,你命他受何种惩罚?’ ‘除活下去之外,还能是什么呢?’他回答道,其回答出乎所有人的意料。国王涨红了脸说道: ‘如此潜入我的卧榻之人,难道还不配死上千百次吗?’ ‘国王啊,’他说,‘我说这话并非为了宽恕他,而是为了让他遭受折磨至死的刑罚。因为如果他带着病痛、渴求着不可能之事苟活下去,饮食无法使他愉悦,令你与左右之人欢欣的景物亦不能使他开怀,而每当睡眠惊退之时心跳剧烈悸动——据说这正是恋人最常经历的情状——那么,究竟何种痨病能这般消磨他,何种饥馑能这般摧残他的五脏六腑呢?除非他是那种贪生怕死之徒,否则,国王啊,终有一日他自己会哀求你将他处死,或者自己了断性命,痛悔今日这未能立时死去的日子。’ 阿波罗尼奥斯的举措便是这般明智与仁厚,国王因此免去了那名宦官的死罪。

§1.38

μέλλων δέ ποτε πρὸς θήρᾳ γίγνεσθαι τῶν ἐν τοῖς παραδείσοις θηρίων, ἐς οὓς λέοντές τε ἀπόκεινται τοῖς βαρβάροις καὶ ἄρκτοι καὶ παρδάλεις, ἠξίου τὸν Ἀπολλώνιον παρατυχεῖν οἱ θηρῶντι, ὁ δὲ ἐκλέλησαι, ὦ βασιλεῦ, ἔφη ὅτι μηδὲ θύοντί σοι παρατυγχάνω; καὶ ἄλλως οὐχ ἡδὺ θηρίοις βεβασανισμένοις καὶ παρὰ τὴν φύσιν τὴν ἑαυτῶν δεδουλωμένοις ἐπιτίθεσθαι. ἐρομένου δὲ αὐτὸν τοῦ βασιλέως, πῶς ἂν βεβαίως καὶ ἀσφαλῶς ἄρχοι,4 πολλοὺς ἔφη τιμῶν, πιστεύων δὲ ὀλίγοις. πρεσβευομένου δέ ποτε τοῦ τῆς Συρίας ἄρχοντος περὶ κωμῶν, οἶμαι, δύο προσοίκων τῷ Ζεύγματι καὶ φάσκοντος ὑπακηκοέναι μὲν αὐτὰς Ἀντιόχῳ καὶ Σελεύκῳ πάλαι, νῦν δὲ ὑπʼ αὐτῷ εἶναι Ῥωμαίοις προσηκούσας, καὶ τοὺς μὲν Ἀραβίους τε καὶ Ἀρμενίους μὴ ἐνοχλεῖν τὰς κώμας, αὐτὸν δὲ ὑπερβαίνοντα τοσαύτην γῆν καρποῦσθαι σφᾶς, ὡς αὐτοῦ μᾶλλον ἢ Ῥωμαίων οὔσας, μεταστησάμενος ὁ βασιλεὺς τοὺς πρέσβεις τὰς μὲν κώμας ταύτας, ἔφη Ἀπολλώνιε, ξυνεχώρησαν τοῖς ἐμοῖς προγόνοις οἱ βασιλεῖς, οὓς εἶπον, τροφῆς ἕνεκα τῶν θηρίων, ἃ παρʼ ἡμῖν ἁλισκόμενα φοιτᾷ ἐς τὴν ἐκείνων διὰ τοῦ Εὐφράτου, οἱ δʼ, ὥσπερ ἐκλαθόμενοι τούτου καινῶν τε καὶ ἀδίκων ἅπτονται. τίς οὖν φαίνεταί σοι τῆς πρεσβείας ὁ νοῦς; μέτριος, ὦ βασιλεῦ, ἔφη καὶ ἐπιεικής, εἰ, ἃ δύνανται καὶ ἄκοντος ἔχειν ἐν τῇ ἑαυτῶν ὄντα,5 βούλονται παρʼ ἑκόντος εὑρίσκεσθαι μᾶλλον. προσετίθει δὲ καὶ τὸ μὴ δεῖν ὑπὲρ κωμῶν, ὧν μείζους κέκτηνται τάχα καὶ ἰδιῶται, διαφέρεσθαι πρὸς Ῥωμαίους καὶ πόλεμον οὐδʼ ὑπὲρ μεγάλων αἴρεσθαι. νοσοῦντι δὲ τῷ βασιλεῖ παρὼν τοσαῦτά τε καὶ οὕτω θεῖα περὶ ψυχῆς διεξῆλθεν, ὡς τὸν βασιλέα ἀναπνεῦσαι καὶ πρὸς τοὺς παρόντας εἰπεῖν, ὅτι Ἀπολλώνιος οὐχ ὑπὲρ τῆς βασιλείας μόνης ἀφροντιστεῖν εἴργασταί με, ἀλλὰ καὶ ὑπὲρ τοῦ θανάτου.

有一次,国王准备前往苑囿中狩猎野兽(蛮族人在其中蓄养了狮子、熊与猎豹),邀请阿波罗尼奥斯在他打猎时在场,阿波罗尼奥斯却说: ‘国王啊,难道你忘记了我甚至连你的献祭都不曾参加吗?况且,去袭击那些受尽折磨、违背天性而被奴役的野兽,并非赏心乐事。’ 当国王向他请教如何才能稳固而安全地进行统治时,他说:‘尊崇多数人,但只信任极少数人。’ 又有一次,叙利亚的长官就紧邻宙格玛的——我想是两个——村落派来使节,声称这些村庄从前虽曾臣属于安条克和塞琉古,如今却归其管辖、属于罗马人;阿拉伯人和亚美尼亚人均未骚扰这些村庄,而国王自己却跨越如此广阔的土地去榨取其物产,仿佛它们属于国王而非罗马人。国王屏退使节后说道: ‘阿波罗尼奥斯啊,这些村落是我所提到的那些先王割让给我祖先的,用以供给那些在我们境内被捕获、经由幼发拉底河前往彼处的野兽的口粮;而他们却仿佛遗忘了此事,提出前所未有的非分要求。那么,你认为这使团的意图何在?’ ‘国王啊,’他说,‘若他们宁愿通过你的首肯来获取本就处于其领土之内、即便你违心也能据有的事物,那么这一意图显得颇为温和且公允。’ 他还补充道,绝不应为了那些或许连平民都拥有更大产业的村庄而与罗马人起争端,甚至哪怕为了大事也不应轻启战端。而在国王患病时,他守候在一旁,对灵魂作了如此丰瞻且神圣的阐述,以致国王宽慰舒怀,对在场众人说道: ‘阿波罗尼奥斯不仅使我不再忧虑王位,甚至连死亡也不再挂怀。’

语法注5 条
  1. 1.37ὁπόσα οἱ μοιχοὶ πράττων

    ὁπόσα 为关系代词的中性复数宾格,作分词 πράττων 的内宾语(或副词性宾格),意为“行通奸者所为的一切事”,关系从句中省略了限定动词 πράττουσι。

  2. 1.37ὡς δὴ τοῦ λόγου ἀποδεδειγμένου

    由 ὡς 引导的属格绝对结构,表示主语(阿波罗尼奥斯)的主观见解(“仿佛该论题已得到证实”)。随后的关系代词 ὃς 先行词为 τοῦ λόγου,其具体论题由介词短语 περὶ τοῦ... 加以规定。

  3. 1.37ἐκθρώσκοντος τοῦ ὕπνου

    属格绝对结构,表时间状况:“当睡眠惊退之时”或“骤然从睡梦中惊醒时”。动词 ἐκθρῴσκω 本义为“跃出、疾跳而去”。

  4. 1.38πῶς ἂν βεβαίως καὶ ἀσφαλῶς ἄρχοι

    间接疑问从句,保留了直接引语中表潜在可能(potentialis)的 ἄν 与祈愿语气(πῶς ἂν ἄρχοιμι; '我如何才能统治?')。

  5. 1.38ἃ δύνανται καὶ ἄκοντος ἔχειν ἐν τῇ ἑαυτῶν ὄντα

    ἄκοντος 属于省略了代词主语(σοῦ)的属格绝对结构(“即使违背你的意愿”)。分词 ὄντα 为中性复数,修饰关系代词 ἃ(“处于他们自己的领土之内的”),整体结构表达:“那些处于他们自己领地内、哪怕违背你的心意他们也能拥有的东西”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.37-1.38