← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.35-1.36

拒受财物与为埃雷特里亚人请愿

阿波罗尼奥斯列举受财富腐化的哲学家先例以告诫达米斯,随后谒见国王,拒绝个人财物,仅请求为流亡的埃雷特里亚人保留土地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.35

μὴ ἀπαξιῶσαι λαβεῖν, ὅ τι διδοίη,1 ὁ δὲ Ἀπολλώνιος ὥσπερ ξυλλαμβάνων αὐτῷ τοῦ λόγου2 παραδειγμάτων δὲ, εἶπεν ὦ Δάμι, ἀμελήσεις; ἐν οἷς ἐστιν, ὡς Αἰσχίνης μὲν ὁ τοῦ Λυσανίου παρὰ Διονύσιον ἐς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο, Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ, Ἀρίστιππος δὲ ὁ Κυρηναῖος καὶ Ἑλίκων ὁ ἐκ Κυζίκου καὶ Φύτων, ὅτʼ ἔφευγεν, ὁ Ῥηγῖνος, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυρούς, ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν. καὶ μὴν καὶ τὸν Κνίδιόν φασιν Εὔδοξον, ἐς Αἴγυπτόν ποτε ἀφικόμενον ὑπὲρ χρημάτων τε ὁμολογεῖν ἥκειν καὶ διαλέγεσθαι τῷ βασιλεῖ ὑπὲρ τούτου, καὶ ἵνα μὴ πλείους διαβάλλω, Σπεύσιππον τὸν Ἀθηναῖον οὕτω τι ἐρασιχρήματον γενέσθαι φασίν, ὡς ἐπὶ τὸν Κασάνδρου γάμον ἐς Μακεδονίαν κωμάσαι ποιήματα ψυχρὰ ξυνθέντα, καὶ δημοσίᾳ ταῦθʼ ὑπὲρ χρημάτων ᾆσαι. ἐγὼ δὲ ἡγοῦμαι, ὦ Δάμι, τὸν ἄνδρα τὸν σοφὸν πλείω κινδυνεύειν ἢ οἱ πλέοντές τε καὶ ξὺν ὅπλοις μαχόμενοι, φθόνος γὰρ ἐπʼ αὐτὸν στείχει καὶ σιωπῶντα καὶ φθεγγόμενον καὶ ξυντείνοντα καὶ ἀνιέντα κἂν παρέλθῃ τι κἂν προσέλθῃ τῳ κἂν προσείπῃ κἂν μὴ προσείπῃ. δεῖ δὲ πεφράχθαι τὸν ἄνδρα γιγνώσκειν τε ὡς ἀργίας μὲν ἡττηθεὶς ὁ σοφὸς ἢ χολῆς ἢ ἔρωτος ἢ φιλοποσίας ἢ ἑτοιμότερόν τε τοῦ καιροῦ πράξας ἴσως ἂν καὶ ξυγγνώμην φέροιτο,3 χρήμασι δὲ ὑποθεὶς ἑαυτὸν οὔτʼ ἂν ξυγγινώσκοιτο καὶ μισοῖτʼ ἄν, ὡς ὁμοῦ πάσας κακίας συνειληφώς· μὴ γὰρ ἂν ἡττηθῆναι χρημάτων αὐτόν, εἰ μὴ γαστρὸς ἥττητο καὶ ἀμπεχόνης καὶ οἴνου καὶ τοῦ ἐς ἑταίρας φέρεσθαι. σὺ δʼ ἴσως ἡγῇ τὸ ἐν Βαβυλῶνι ἁμαρτεῖν ἧττον εἶναι τοῦ Ἀθήνησιν ἢ Ὀλυμπίασιν ἢ Πυθοῖ, καὶ οὐκ ἐνθυμῇ ὅτι σοφῷ ἀνδρὶ Ἑλλὰς πάντα καὶ οὐδὲν ἔρημον ἢ βάρβαρον χωρίον οὔτε ἡγήσεται ὁ σοφὸς οὔτε νομιεῖ ζῶν γε ὑπὸ τοῖς τῆς ἀρετῆς ὀφθαλμοῖς, καὶ βλέπει μὲν ὀλίγους τῶν ἀνθρώπων, μυρίοις δʼ ὄμμασιν αὐτὸς ὁρᾶται. εἰ δὲ καὶ ἀθλητῇ ξυνῆσθα τούτων τινί, ὦ Δάμι, οἳ παλαίειν τε καὶ παγκρατιάζειν ἀσκοῦσιν, ἆρα ἂν ἠξίους αὐτόν, εἰ μὲν Ὀλύμπια ἀγωνίζοιτο καὶ ἐς Ἀρκαδίαν ἴοι, γενναῖόν τε καὶ ἀγαθὸν εἶναι, καὶ νὴ Δίʼ, εἰ Πύθια ἄγοιτο ἢ Νέμεα, ἐπιμελεῖσθαι τοῦ σώματος, ἐπειδὴ φανεροὶ οἱ ἀγῶνες καὶ τὰ στάδια ἐν σπουδαίῳ τῆς Ἑλλάδος, εἰ δὲ θύοι Φίλιππος Ὀλύμπια πόλεις ᾑρηκὼς ἢ ὁ τούτου παῖς Ἀλέξανδρος ἐπὶ ταῖς ἑαυτοῦ νίκαις ἀγῶνα ἄγοι, χεῖρον ἤδη παρασκευάζειν τὸ σῶμα καὶ μὴ φιλονίκως ἔχειν, ἐπειδὴ ἐν Ὀλύνθῳ ἀγωνιεῖται ἢ Μακεδονίᾳ ἢ Αἰγύπτῳ, ἀλλὰ μὴ ἐν Ἕλλησι καὶ σταδίοις τοῖς ἐκεῖ; ὑπὸ μὲν δὴ τῶν λόγων τούτων ὁ Δάμις οὕτω διατεθῆναί φησιν, ὡς ξυγκαλύψασθαί τε ἐφʼ οἷς αὐτὸς εἰρηκὼς ἔτυχε παραιτεῖσθαί τε τὸν Ἀπολλώνιον ξυγγνώμην αὐτῷ ἔχειν, εἰ μήπω κατανενοηκὼς αὐτὸν ἐς ξυμβουλίαν τε καὶ πειθὼ τοιαύτην ὥρμησεν. ὁ δὲ ἀναλαμβάνων αὐτὸν θάρρει, ἔφη οὐ γὰρ ἐπίπληξιν ποιούμενος, ἀλλὰ τοὐμὸν ὑπογράφων σοι ταῦτα εἶπον.

不可拒绝接受国王所赐予的任何东西。然而阿波罗尼奥斯仿佛是在为他的论点提供佐证一般,说道:‘达米斯啊,难道你要无视那些先例吗?在这些先例中,吕萨尼亚斯之子埃斯基涅斯为了钱财前往西西里的狄奥尼修斯处;据说柏拉图为了西西里的财富三度横渡卡律布狄斯;昔兰尼的阿里斯提波、基齐库斯的赫利孔,以及流亡中的雷吉翁人菲通,陷身于狄奥尼修斯的宝库如此之深,以至于几乎无法从中脱身。不仅如此,人们还说克尼多斯的欧多克索斯有一次到了埃及,坦承自己是为了钱财而来,并为此与国王商谈;且为了避免攻讦更多的人,据说雅典人斯珀西波是如此贪财,以至于为了卡珊德罗斯的婚礼前往马其顿狂欢,作了拙劣的诗篇,为了钱财在公众面前歌唱。然而达米斯啊,我认为智者所冒的危险甚于那些航海之人以及持械作战之人。因为嫉妒向他袭来,无论他是沉默还是发声,是紧绷还是松弛,无论他是走过什么、走向何人,同人打招呼还是不打招呼。智者必须严加防范,并明白这一点:智者若屈服于怠惰、愤怒、情欲或嗜酒,或是行事过于鲁莽急躁,或许还能获得宽恕;但若将自己委身于金钱,便既不会获得宽恕,还会遭到憎恨,被视为同时包揽了一切恶德。因为他绝不会屈服于金钱,除非他早已屈服于口腹、衣着、美酒以及结交艺妓。或许你以为在巴比伦犯过错不如在雅典、奥林匹亚或德尔斐犯过错严重,却未曾想到,对于智者而言处处皆是希腊,只要生活在美德的瞩目之下,智者既不会认为也不会承认任何地方是荒僻或蛮荒之所;他虽然只注视少数之人,自己却被无数双眼睛所审视。达米斯啊,若是你与练习摔跤和古希腊式搏击的某位运动员相处,难道你会在他参加奥林匹亚竞技并前往阿卡迪亚时,要求他高尚而出色,并且指宙斯起誓,若举行皮托或涅墨亚竞技会,要求他照料自己的身体,因为那些竞赛名扬四海,竞技场处于希腊的重要之地;然而若是腓力在攻占城池后献祭奥林匹亚,或者他的儿子亚历山大为了自己的胜利举办竞技会,难道你就会要求他把身体准备得更加糟糕,不再怀有求胜之心,仅仅因为他是在奥林托斯、马其顿或埃及竞技,而不是在希腊人之中以及那里的竞技场中吗?’ 达米斯说,由于这番话,他深受震撼,以至于用斗篷遮住脸庞,为自己所说出的话感到羞愧,并请求阿波罗尼奥斯宽恕他,因为他此前未曾理解阿波罗尼奥斯,竟鲁莽地提出这样的建议和规劝。而阿波罗尼奥斯安慰他道:‘安心罢;因为我并非要斥责你,而是为了向你表明我自己的原则,才说出这些话的。’

§1.36

ἀφικομένου δὲ τοῦ εὐνούχου καὶ καλοῦντος αὐτὸν παρὰ τὸν βασιλέα ἀφίξομαι, εἶπεν ἐπειδὰν τὰ πρὸς τοὺς θεοὺς εὖ μοι ἔχῃ. θύσας οὖν καὶ εὐξάμενος ἀπῄει περιβλεπόμενός τε καὶ θαυμαζόμενος τοῦ σχήματος. ὡς δὲ ἔσω παρῆλθε, δίδωμί σοι ἔφη ὁ βασιλεὺς δέκα δωρεὰς ἄνδρα σε ἡγούμενος, οἷος οὔπω τις ἀπὸ Ἑλλήνων δεῦρʼ ἦλθεν. ὁ δὲ ὑπολαβὼν οὐ πάσας, εἶπεν ὦ βασιλεῦ, παραιτήσομαι, μίαν δέ, ἣν ἀντὶ πολλῶν δεκάδων αἱροῦμαι, προθύμως αἰτήσω· καὶ ἅμα τὸν περὶ τῶν Ἐρετριέων διῆλθε λόγον ἀναλαβὼν ἀπὸ τοῦ Δάτιδος. αἰτῶ οὖν ἔφη μὴ περικόπτεσθαι τοὺς ἀθλίους τούτους τῶν ὁρίων τε καὶ τοῦ λόφου, ἀλλὰ νέμεσθαι σφᾶς μέτρον τῆς γῆς, ὃ Δαρεῖος ἐνόμισε, δεινὸν γάρ, εἰ τῆς αὑτῶν ἐκπεσόντες μηδʼ ἣν ἀντʼ ἐκείνης ἔχουσιν, ἕξουσιν.4 ξυντιθέμενος οὖν ὁ βασιλεὺς Ἐρετριεῖς εἶπεν ἐς μὲν τὴν χθὲς ἡμέραν ἐμοῦ τε πολέμιοι καὶ πατέρων ἐμῶν ἦσαν, ἐπειδὴ ὅπλων ποτὲ ἐφʼ ἡμᾶς ἦρξαν, καὶ παρεωρῶντο, ὡς τὸ γένος αὐτῶν ἀφανισθείη, λοιπὸν δὲ φίλοι τε ἀναγεγράψονται καὶ σατραπεύσει αὐτῶν ἀνὴρ ἀγαθός, ὃς δικαιώσει τὴν χώραν. τὰς δὲ ἐννέα δωρεὰς ἔφη διὰ τί οὐ λήψῃ; ὅτι, ὦ βασιλεῦ εἶπεν οὔπω φίλους ἐνταῦθα ἐκτησάμην. αὐτὸς δὲ οὐδενὸς δέῃ; φήσαντος· τῶν γε τραγημάτων ἔφη καὶ τῶν ἄρτων, ἅ με ἡδέως τε καὶ λαμπρῶς ἑστιᾷ.

当宦官来到并召唤他前往国王处时,他说:‘当我把敬奉诸神之事料理妥当后,我便前去。’ 于是他献祭并祈祷完毕后便出发了,人们注视着他并赞叹他的风度服饰。当他走入殿内时,国王说道:‘我赐予你十项赏赐,因为我认为你是一位希腊人中至今未曾有人到过此处的贤达。’ 他接话道:‘国王啊,我不会全部推辞;但有一项赏赐,我愿选它而胜过许多个十项赏赐,我愿欣然索求。’ 同时,他从达提斯讲起,述说了关于埃雷特里亚人的故事。‘因此我请求,’他说,‘不要削夺这些可怜之人的边界与丘陵,让他们享有大流士所分配给他们的土地限度;因为他们已被逐出自己的家园,若是连替代之用的土地也无法保全,那未免太可悲了。’ 国王于是赞同道:‘埃雷特里亚人直到昨日都还是我及我祖先的敌人,因为他们曾率先向我们动用武力,他们此前受到忽视,本该让其族类自行消亡;但今后他们将被登记为友人,且一位良善之人将作为总督统治他们,公正地治理该地。但是,’国王说,‘那另外九项赏赐,你为何不接受?’‘国王啊,’他说,‘因为我在此地尚未结交朋友。’国王问道:‘难道你自己什么都不需要吗?’他说:‘只要干果和面包就够了,它们使我享受得既愉快又丰盛。’

语法注4 条
  1. 1.35μὴ ἀπαξιῶσαι λαβεῖν, ὅ τι διδοίη

    承接前一语段末尾的“καὶ τοιᾷδε ὑπέθαλπεν αὐτὸν τέχνῃ”(以这般巧言委婉劝说他),作为表示劝导内容的“μή+不定词”补足从句,意为“不要拒绝接受无论给予什么”。

  2. 1.35ὥσπερ ξυλλαμβάνων αὐτῷ τοῦ λόγου

    动词“ξυλλαμβάνω”后接人物与格(αὐτῷ)与事物部分属格(τοῦ λόγου),形成“在论述中助其一臂之力”的习惯句式,此处带有反讽意味。

  3. 1.35φέροιτο

    “φέροιτο”为第三人称单数现在时希求语气中动态。与潜在助词“ἄν”连用构成潜在希求语气,与单数主语“ὁ σοφός”一致,并与后文的“ἂν ξυγγινώσκοιτο”“μισοῖτʼ ἄν”平行,意为“或许能获得宽恕”。

  4. 1.36δεινὸν γάρ, εἰ τῆς αὑτῶν ἐκπεσόντες μηδʼ ἣν ἀντʼ ἐκείνης ἔχουσιν, ἕξουσιν

    由省略系动词的“δεινόν [ἐστιν], εἰ...”引导表示情感评价的条件从句。“τῆς αὑτῶν”后省略了“γῆς”,关系从句“ἣν ἀντʼ ἐκείνης ἔχουσιν”作为后附主动词“ἕξουσιν”的宾格宾语,整体构成“若他们被逐出故土之后,连替代所得之土地亦无法保留,实属可悲”的句式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.35-1.36