- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.33-1.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯婉拒在王宫下榻而寄居于平民家中,国王随即许诺赐予十项赏赐,然而他并不关心财物,反而思索起宦官的情欲与真正的节制之道,达米斯则劝告他审慎应答以防触怒国王。
ἐπεὶ δὲ χαίρειν ὁ βασιλεὺς ἔφη καὶ ἀγάλλεσθαι ἥκοντι μᾶλλον, ἢ εἰ τὰ Περσῶν καὶ Ἰνδῶν πρὸς τοῖς οὖσιν αὐτῷ ἐκτήσατο, ξένον τε ποιεῖσθαι καὶ κοινωνὸν τῆς βασιλείου στέγης, εἰ ἐγώ σε, ὦ βασιλεῦ, εἶπεν ἐς πατρίδα τὴν ἐμὴν Τύανα ἥκοντα ἠξίουν οἰκεῖν οὗ ἐγώ, οἰκῆσαι ἂν ἤρας; μὰ Δίʼ εἶπεν εἰ μὴ τοσαύτην γε οἰκίαν οἰκήσειν ἔμελλον,1 ὁπόσην δορυφόρους τε καὶ σωματοφύλακας ἐμοὺς αὐτόν τε ἐμὲ λαμπρῶς δέξασθαι. ὁ αὐτὸς οὖν ἔφη καὶ παρʼ ἐμοῦ λόγος· εἰ γὰρ ὑπὲρ ἐμαυτὸν οἰκήσω, πονήρως διαιτήσομαι, τὸ γὰρ ὑπερβάλλον λυπεῖ τοὺς σοφοὺς μᾶλλον ἢ ὑμᾶς τὸ ἐλλεῖπον·2 ξενιζέτω με οὖν ἰδιώτης ἔχων ὁπόσα ἐγώ, σοὶ δὲ ἐγὼ ξυνέσομαι ὁπόσα βούλει. ξυνεχώρει ὁ βασιλεύς, ὡς μὴ ἀηδές τι αὐτῷ λάθοι πράξας, καὶ ᾤκησε παρʼ ἀνδρὶ Βαβυλωνίῳ χρηστῷ τε καὶ ἄλλως γενναίῳ. δειπνοῦντι δὲ ἤδη εὐνοῦχος ἐφίσταται τῶν τὰς ἀγγελίας διαφερόντων καὶ προσειπὼν τὸν ἄνδρα βασιλεὺς ἔφη δωρεῖταί σε δέκα δωρεαῖς καὶ ποιεῖται κύριον τοῦ ἐπαγγεῖλαι αὐτάς, δεῖται δέ σου μὴ μικρὰ αἰτῆσαι, μεγαλοφροσύνην γὰρ ἐνδείξασθαι σοί τε καὶ ἡμῖν βούλεται. ἐπαινέσας δὲ τὴν ἐπαγγελίαν πότε οὖν χρὴ αἰτεῖν; ἤρετο, ὁ δὲ αὔριον ἔφη, καὶ ἅμα ἐφοίτησε παρὰ πάντας τοὺς βασιλέως φίλους τε καὶ ξυγγενεῖς, παρεῖναι κελεύων αἰτοῦντι καὶ τιμωμένῳ τῷ ἀνδρί. φησὶ δὲ ὁ Δάμις ξυνιέναι μέν, ὅτι μηδὲν αἰτήσοι, τόν τε τρόπον αὐτοῦ καθεωρακὼς καὶ εἰδὼς εὐχόμενον τοῖς θεοῖς εὐχὴν τοιαύτην. ὦ θεοί, δοίητε μοι μικρὰ ἔχειν καὶ δεῖσθαι μηδενός. ἐφεστηκότα μέντοι ὁρῶν καὶ ἐνθυμουμένῳ ὅμοιον οἴεσθαι ὡς αἰτήσοι μέν, βασανίζοι δέ, ὅ τι μέλλει αἰτήσειν. ὁ δὲ ἑσπέρας ἤδη ὦ Δάμι, ἔφη θεωρῶ πρὸς ἐμαυτόν, ἐξ ὅτου ποτὲ οἱ βάρβαροι τοὺς εὐνούχους σώφρονας ἡγοῦνται καὶ ἐς τὰς γυναικωνίτιδας ἐσάγονται. ἀλλὰ τοῦτο, ἔφη ὦ Ἀπολλώνιε, καὶ παιδὶ δῆλον· ἐπειδὴ γὰρ ἡ τομὴ τὸ ἀφροδισιάζειν ἀφαιρεῖται σφᾶς, ἀνεῖνταί σφισιν αἱ γυναικωνίτιδες, κἂν ξυγκαθεύδειν ταῖς γυναιξὶ βούλωνται. τὸ δὲ ἐρᾶν εἶπεν ἢ τὸ ξυγγίγνεσθαι γυναιξὶν ἐκτετμῆσθαι αὐτοὺς οἴει; ἄμφω, ἔφη εἰ γὰρ σβεσθείη τὸ μόριον ὑφʼ οὗ διοιστρεῖται τὸ σῶμα, οὐδʼ ἂν τὸ ἐρᾶν ἐπέλθοι οὐδενί. ὁ δὲ βραχὺ ἐπισχὼν αὔριον, ἔφη ὦ Δάμι, μάθοις ἄν, ὅτι καὶ εὐνοῦχοι ἐρῶσι καὶ τὸ ἐπιθυμητικόν, ὅπερ ἐσάγονται διὰ τῶν ὀφθαλμῶν, οὐκ ἀπομαραίνεται σφῶν, ἀλλʼ ἐμμένει θερμόν τε καὶ ζώπυρον, δεῖ γάρ τι περιπεσεῖν, ὃ τὸν σὸν ἐλέγξει λόγον. εἰ δὲ καὶ τέχνη τις ἦν ἀνθρωπεία τύραννός τε καὶ δυνατὴ τὰ τοιαῦτα ἐξωθεῖν τῆς γνώμης, οὐκ ἄν μοι δοκῶ τοὺς εὐνούχους ποτὲ ἐς τὰ τῶν σωφρονούντων ἤθη προσγράψαι κατηναγκασμένους τὴν σωφροσύνην καὶ βιαίῳ τέχνῃ ἐς τὸ μὴ ἐρᾶν ἠγμένους. σωφροσύνη γὰρ τὸ ὀρεγόμενόν τε καὶ ὁρμῶντα μὴ ἡττᾶσθαι ἀφροδισίων,3 ἀλλʼ ἀπέχεσθαι καὶ κρείττω φαίνεσθαι τῆς λύττης ταύτης.
当国王说因他的到来而欣喜自豪,甚于自己在现有财产之外又获得波斯人与印度人的疆土,并要以他为宾客,同享王室宫殿之居所时,阿波罗尼奥斯说道:‘国王啊,若是我在您来到我的故乡图阿纳时,要求您住在我所住的地方,您会愿意住下吗?’‘指宙斯起誓,断然不愿,’国王说,‘除非我将要住进的那座宅第大到足以阔绰地容纳我的枪兵、卫士以及我自己。’‘那么,从我这边亦是同样的道理,’阿波罗尼奥斯说,‘因为若是我住在超越我自身本分的地方,我便会过得困苦不适;对于智者而言,过剩之物的折磨,远甚于匮乏对你们的折磨。因此,且让某位与我拥有一样多的普通平民招待我罢,至于与您相伴,您希望多久我便多久。’国王答应了,以免不知不觉中做出让他不快之事;于是他寄宿在一位善良且在其他方面亦十分高贵的巴比伦人家中。他正在用晚膳时,传信的宦官中有一人走上前,向他致意道:‘国王赐予你十项赏赐,并赋予你随意申述这些赏赐的特权;但他请求你不要索求微小之物,因为他渴望向你以及向我们展现其慷慨宏度。’他称赞了这番许诺,问道:‘那么应当何时索求?’宦官回答道:‘明日。’同时他走访了国王所有的亲友与同族,命他们在该男子提出请求并受享荣耀时在场。达米斯称,他固然明白阿波罗尼奥斯什么也不会索求,因他洞察其为人,且深知他向诸神作出的乃是如下的祈祷:‘诸神啊,赐予我拥有微少之物,且别无所求罢。’然而看到他站在那里凝神沉思,宛如正在心中筹划,达米斯便以为他确实要索求,只是在斟酌将要索求何物。然而到了傍晚,阿波罗尼奥斯说道:‘达米斯啊,我心中正在思忖,蛮族究竟因何缘故将宦官视为克制自守之人而引入深宫妇人居所。’‘然而这事,’达米斯说,‘阿波罗尼奥斯啊,连孩童亦明白;因为既然阉割切除了他们行房的能力,深宫后庭便向他们敞开,即便他们想与妇人们同寝亦无妨。’‘那么你以为,’阿波罗尼奥斯说,‘恋爱,抑或是与妇人交媾,已从他们身上被切除了吗?’‘二者皆然,’达米斯说,‘因为驱使身体狂乱躁动的器官若是被熄灭,谁的心中都不会再涌起爱恋之念。’阿波罗尼奥斯略停顿片刻后说道:‘明日,达米斯啊,你便会知晓,即便宦官亦会恋爱,而他们借由双目所引入的欲望,并不会在他们身上枯萎,反而灼热如星火般长存;因为必将有一桩事发生,足以驳倒你的说法。而且,即便真有某种人类的技术,强横有力且能够将此类欲望逐出心智,我想我亦绝不会将宦官记入克制自守者之列,因为他们是被强逼着去克制,被暴力的手段引向不去恋爱而已。真正的克制,乃是当人渴望并冲动时,却不屈服于肉欲,而是节制自守,显出自己凌驾于这种狂乱之上。’
ὑπολαβὼν οὖν ὁ Δάμις ταῦτα μὲν καὶ αὖθις ἐπισκεψόμεθα, ἔφη ὦ Ἀπολλώνιε, ἃ δὲ χρὴ ἀποκρίνασθαι αὔριον πρὸς τὴν τοῦ βασιλέως ἐπαγγελίαν λαμπρὰν οὖσαν διεσκέφθαι προσήκει. αἰτήσεις μὲν γὰρ ἴσως οὐδέν, τὸ δʼ ὅπως ἂν μὴ ἄλλῳ, φασί, τύφῳ παραιτεῖσθαι δοκοίης, ἅπερ ἂν ὁ βασιλεὺς διδῷ, τοῦτο ὅρα καὶ φυλάττου αὐτό,4 ὁρῶν οἷ τῆς γῆς εἰ καὶ ὅτι ἐπʼ αὐτῷ κείμεθα. δεῖ δὲ φυλάττεσθαι διαβολάς, ὡς ὑπεροψίᾳ χρώμενον, γιγνώσκειν τε ὡς νῦν μὲν ἐφόδιά ἐστιν ἡμῖν ὁπόσα ἐς Ἰνδοὺς πέμψαι, ἐπανιοῦσι δὲ ἐκεῖθεν οὔτʼ ἂν ἀποχρήσαι ταῦτα, γένοιτο δὲ οὐκ ἂν ἕτερα. καὶ τοιᾷδε ὑπέθαλπεν αὐτὸν τέχνῃ,
达米斯便接话道:‘这些事情我们日后再探究罢,阿波罗尼奥斯啊;但明日面对国王那般显赫的恩许,当如何作答,理应事先深思熟虑。因为你或许什么也不会索求,然而正如俗话所说,切不可显得是因为“另一种虚荣”而推辞国王所赐予之物,务必明察此点并严加防范,须看清你身在何方土地,且我们性命全在国王掌握之中。我们当防备傲慢之嫌的指责,且须明白,我们目前的盘缠仅够送我们至印度,而从彼处归来时这些盘缠便不足以应付,届时亦无法从别处获得。’他便是以这般巧言来委婉规劝阿波罗尼奥斯。
- 1.33εἰ μὴ τοσαύτην γε οἰκίαν οἰκήσειν ἔμελλον
紧接在誓词 μὰ Δίʼ 之后,此处省略了否定的主句(如 οὐκ ἂν ἤρων),构成带有除外条件的与过去事实相反的虚拟表达(“指宙斯起誓,[我绝不会愿意,] 除非我将要住进……”)。ἔμελλον 表示过去的时间视点下的打算或预期。
- 1.33τὸ γὰρ ὑπερβάλλον λυπεῖ τοὺς σοφοὺς μᾶλλον ἢ ὑμᾶς τὸ ἐλλεῖπον
对称的比较句构:前半句的主语 τὸ ὑπερβάλλον(过剩)与宾语 τοὺς σοφούς(智者)同后半句的主语 τὸ ἐλλεῖπον(匮乏)与宾语 ὑμᾶς(你们)形成对仗,动词 λυπεῖ 在后半句承前省略。
- 1.33σωφροσύνη γὰρ τὸ ὀρεγόμενόν τε καὶ ὁρμῶντα μὴ ἡττᾶσθαι ἀφροδισίων
带冠词不定词短语 τὸ ... μὴ ἡττᾶσθαι 作为句子的主语,与表语名词 σωφροσύνη 对应。分词 ὀρεγόμενόν τε καὶ ὁρμῶντα 为宾格,作不定词的逻辑主语,指代泛称之人。
- 1.34τὸ δʼ ὅπως ἂν μὴ ἄλλῳ, φασί, τύφῳ παραιτεῖσθαι δοκοίης, ἅπερ ἂν ὁ βασιλεὺς διδῷ, τοῦτο ὅρα καὶ φυλάττου αὐτό
句首的中性冠词 τὸ 将紧随其后的 ὅπως 引导的整个从句名词化并前置提引,随后在主句中由 τοῦτο 及 αὐτό 双重复指承接。ὅπως ἂν ... δοκοίης 带有小辞 ἄν 与祈愿语气,表示顾虑或目的。
