← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.30-1.32

觐见巴比伦国王与毕达哥拉斯式的自处

阿波罗尼奥斯穿过奢华的王宫而心无旁骛,与达米斯谈论女诗人达摩菲勒,随后觐见国王瓦尔达内斯;他在向太阳神的献祭中拒绝沾染血腥,并向国王陈述了自己作为毕达哥拉斯门徒的生活方式与真知灼见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.30

εἰσῄει μὲν δὴ παραπεμπόμενος ὑπὸ πλειόνων, τουτὶ γὰρ ᾤοντο καὶ τῷ βασιλεῖ χαρίζεσθαι μαθόντες ὡς χαίροι ἀφιγμένῳ, διιὼν δὲ ἐς τὰ βασίλεια οὐ διέβλεψεν ἐς οὐδὲν τῶν θαυμαζομένων, ἀλλʼ ὥσπερ ὁδοιπορῶν διῄει αὐτά, καὶ καλέσας τὸν Δάμιν ἤρου με ἔφη πρώην, ὅ τι ὄνομα ἦν τῇ Παμφύλῳ γυναικί, ἣ δὴ Σαπφοῖ τε ὁμιλῆσαι λέγεται καὶ τοὺς ὕμνους, οὓς ἐς τὴν Ἄρτεμιν τὴν Περγαίαν ᾅδουσι, ξυνθεῖναι τὸν Αἰολέων τε καὶ Παμφύλων τρόπον. ἠρόμην, ἔφη τὸ δὲ ὄνομα οὐκ εἶπας. οὐκ, ὦ χρηστέ, εἶπον, ἀλλʼ ἐξηγούμην σοι τοὺς νόμους τῶν ὕμνων καὶ τὰ ὀνόματα καὶ ὅπη τὰ Αἰολέων ἐς τὸ ἀκρότατόν τε καὶ τὸ ἴδιον Παμφύλων παρήλλαξε· πρὸς ἄλλῳ μετὰ ταῦτα ἐγενόμεθα, καὶ οὐκέτʼ ἤρου με περὶ τοῦ ὀνόματος· καλεῖται τοίνυν ἡ σοφὴ αὕτη Δαμοφύλη, καὶ λέγεται τὸν Σαπφοῦς τρόπον παρθένους τε ὁμιλητρίας κτήσασθαι ποιήματά τε ξυνθεῖναι τὰ μὲν ἐρωτικά, τὰ δὲ ὕμνους. τά τοι ἐς τὴν Ἄρτεμιν καὶ παρῴδηται αὐτῇ καὶ ἀπὸ τῶν Σαπφῴων ᾖσται. ὅσον μὲν δὴ ἀπεῖχε τοῦ ἐκπεπλῆχθαι βασιλέα τε καὶ ὄγκον, ἐδήλου τῷ μηδὲ ὀφθαλμῶν ἄξια ἡγεῖσθαι τὰ τοιαῦτα, ἀλλὰ ἑτέρων πέρι διαλέγεσθαι κἀκεῖνα δήπου ἡγεῖσθαι ὁρᾶν.1

于是,他在众人的簇拥下走了进来,因为众人得知国王为其到来而欢喜,便以为这样做亦是在讨好国王。但他走入王宫时,并未对任何令人赞叹之物投以目光,而是宛如行路一般穿行其间,并唤来达米斯说道:‘你日前曾问我,那位据说与萨福交往、并以埃奥利斯与潘菲利亚风格谱写众人向佩尔盖的阿耳忒弥斯所唱颂歌的潘菲利亚女子名叫什么。’‘我确实问过,’对方答道,‘但您并未告知其名。’‘可敬的朋友啊,我确实未曾说明,而是向你阐明了赞歌的格律规则、各种名称,以及她如何将埃奥利斯风格转变成潘菲利亚那极具特色而独特的体裁;随后我们谈及别事,你便不再向我询问其名。这位才女名叫达摩菲勒,据说她效仿萨福的方式,招揽少女结为同伴,创作诗作,有的抒发爱情,有的则是颂歌。那些献给阿耳忒弥斯的诗作,甚至是由她仿拟并从萨福的作品中吟唱出来的。’他丝毫不为国王及其权势威仪所震慑,正是通过认为此类事物甚至不值一顾,反而与人谈论其他事情、且认定自己真正凝视的乃是那些事理这一举动显露出来的。

§1.31

προϊδὼν δὲ ὁ βασιλεὺς προσιόντα, καὶ γάρ τι καὶ μῆκος ἡ τοῦ ἱεροῦ αὐλὴ εἶχε, διελάλησέ τε πρὸς τοὺς ἐγγύς, οἷον ἀναγιγνώσκων τὸν ἄνδρα, πλησίον τε ἤδη γιγνομένου μέγα ἀναβοήσας οὗτος ἔφη ὁ Ἀπολλώνιος, ὃν Μεγαβάτης ὁ ἐμὸς ἀδελφὸς ἰδεῖν ἐν Ἀντιοχείᾳ φησὶ θαυμαζόμενόν τε καὶ προσκυνούμενον ὑπὸ τῶν σπουδαίων, καὶ ἀπεζωγράφησέ μοι τότε τοιοῦτον αὐτόν, ὁποῖος ἥκει. προσελθόντα δὲ καὶ ἀσπασάμενον προσεῖπέ τε ὁ βασιλεὺς φωνῇ Ἑλλάδι καὶ ʽδὴʼ ἐκέλευσε θύειν μετʼ αὐτοῦ· λευκὸν δὲ ἄρα ἵππον τῶν σφόδρα Νισαίων καταθύσειν ἔμελλε τῷ Ἡλίῳ φαλάροις κοσμήσας, ὥσπερ ἐς πομπήν, ὁ δʼ ὑπολαβὼν σὺ μέν, ὦ βασιλεῦ, θῦε, ἔφη, τὸν σαυτοῦ τρόπον, ἐμοὶ δὲ ξυγχώρησον θῦσαι τὸν ἐμαυτοῦ· καὶ δραξάμενος τοῦ λιβανωτοῦ, Ἥλιε, ἔφη, πέμπε με ἐφʼ ὅσον τῆς γῆς ἐμοί τε καὶ σοὶ δοκεῖ, καὶ γιγνώσκοιμι ἄνδρας ἀγαθούς, φαύλους δὲ μήτε ἐγὼ μάθοιμι μήτε ἐμὲ φαῦλοι. καὶ εἰπὼν ταῦτα τὸν λιβανωτὸν ἐς τὸ πῦρ ἧκεν, ἐπισκεψάμενος δὲ αὐτὸ ὅπη διανίσταται καὶ ὅπη θολοῦται καὶ ὁπόσαις κορυφαῖς ᾅττει καί που καὶ ἐφαπτόμενος τοῦ πυρός, ὅπη εὔσημόν τε καὶ καθαρὸν φαίνοιτο θῦε, ἔφη, λοιπόν, ὦ βασιλεῦ, κατὰ τὰ σαυτοῦ πάτρια, τὰ γὰρ πάτρια τἀμὰ τοιαῦτα.

国王远远看见他走来——因为神庙的庭院颇有几分深长——便宛如认出了此人一般与身旁之人交谈,待他已走至近前,便大声呼喊道:‘此人正是阿波罗尼奥斯,我兄弟梅加巴特斯曾说在安条克见过他,备受方正之士的赞叹与顶礼,当时他向我描摹的形象,正与眼前来人一般无二。’当他走上前行礼问候时,国王用希腊语向他致意,并命他一同献祭;原来国王正打算向太阳神献祭一匹极为纯正的尼萨白马,宛如准备游行一般为其配以马饰。然而阿波罗尼奥斯接着说道:‘国王啊,您固然应当依照您自己的规矩献祭,但请容许我按我自己的规矩献祭。’说罢抓起一把乳香说道:‘太阳神啊,请将我送往大地上对我和对您都显为适宜所及之处;愿我结识善人,而对于恶徒,既不容我得知他们,亦不让恶徒得知于我。’说完这番话,他便将乳香掷入火中,仔细察看火势如何升腾、如何变浑、以多少火焰之尖向前疾冲,并在火焰显现出吉兆与纯净之处甚至伸手轻触火焰,说道:‘国王啊,接下来便依照您自己祖传的规矩献祭罢,因为我祖传的规矩正是如此。’

§1.32

καὶ ἀνεχώρησε τῆς θυσίας, ὡς μὴ κοινωνοίη τοῦ αἵματος.2 μετὰ δὲ τὴν θυσίαν προσῆλθε καὶ ὦ βασιλεῦ, ἔφη τὴν φωνὴν τὴν Ἑλλάδα πᾶσαν γιγνώσκεις, ἢ σμικρὰ αὐτῆς ὑπὲρ τοῦ εὐξυμβόλου ἴσως καὶ τοῦ μὴ ἀηδὴς δοκεῖν, εἴ τις ἀφίκοιτο Ἕλλην; πᾶσαν εἶπεν ἴσα τῇ ἐγχωρίῳ ταύτῃ, καὶ λέγε ὅ τι βούλει, διὰ τοῦτο γάρ που ἐρωτᾷς· διὰ τοῦτο ἔφη καὶ ἄκουε· ἡ μὲν ὁρμή μοι τῆς ἀποδημίας Ἰνδοί εἰσι, παρελθεῖν δὲ οὐδʼ ὑμᾶς ἐβουλήθην, σέ τε ἀκούων ἄνδρα, οἷον ἐξ ὄνυχος ἤδη ὁρῶ,3 σοφίαν τε, ἥπερ ὑμῖν ἐστιν ἐπιχώριος μελετωμένη μάγοις ἀνδράσι, κατιδεῖν δεόμενος, εἰ τὰ θεῖα, ὡς λέγονται, σοφοί εἰσι· σοφία δὲ ἐμοὶ Πυθαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν ὧδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς διάλεξιν θεῶν καὶ γηίνῳ τούτῳ ἐρίῳ ἐστάλθαι, οὐ γὰρ προβάτου ἐπέχθη, ἀλλʼ ἀκήρατος ἀκηράτων φύεται ὕδατός τε καὶ γῆς δῶρα ὀθόνη· καὶ αὐτὸ δὲ τὸ ἄνετον τῆς κόμης ἐκ Πυθαγόρου ἐπήσκησα, καὶ τὸ καθαρεύειν ζῴου βορᾶς ἐκ τῆς ἐκείνου μοι σοφίας ἥκει. ξυμπότης μὲν δὴ καὶ κοινωνὸς ῥᾳστώνης ἢ τρυφῆς οὔτʼ ἄν σοι γενοίμην οὔτʼ ἂν ἑτέρῳ οὐδενί, φροντίδων δὲ ἀπόρων τε καὶ δυσευρέτων δοίην ἂν λύσεις οὐ γιγνώσκων τὰ πρακτέα μόνον, ἀλλὰ καὶ προγιγνώσκων. ταῦτα ὁ Δάμις μὲν διαλεχθῆναί φησι τὸν ἄνδρα, Ἀπολλώνιος δὲ ἐπιστολὴν αὐτὰ πεποίηται, πολλὰ δὲ καὶ ἄλλα τῶν ἑαυτῷ ἐς διάλεξιν εἰρημένων ἐς ἐπιστολὰς ἀνετυπώσατο.

于是他退出了祭礼,以免染指血腥。献祭之后,他走上前说道:‘国王啊,您是通晓全部希腊语,还是为了便于交际、并在有希腊人来访时不致显得不通人情,而仅略知一二?’‘完全通晓,’国王说,‘正如通晓这本土语言一样;你想说什么便说什么罢,想必你正是为此而问。’‘确是为此,’他说,‘那么请听:我此番远行的志向本在印度人,但亦不愿与你们擦肩而过,因为我听闻您是一位贤明之士,如今从微末细节中亦已然看出;又渴望考察你们这方水土所独有、由术士们潜心研修的智慧,探究他们在神圣事物上是否真如传闻那般明智。而我的智慧则源于萨摩斯人毕达哥拉斯,正是他教导我当如此敬奉神明,领会神明无论显现还是隐微之道,步入与神明的交谈之中,并披上这大地出产的羊毛——因它并非剪自绵羊,而是纯洁之物自纯洁之源中生长,乃水与大地的恩赐,即亚麻布;蓄留这长发本身亦是我仿效毕达哥拉斯的修习,禁绝食用动物之肉亦源于他的智慧。因此,作为饮宴的同饮者或安逸奢华的同伴,我既不可能成为您的伴侣,亦不可能成为任何他人的伴侣;然而面对棘手难寻其解的忧患,我不仅能知晓当行之事,更能事先洞察,从而为您提供解决之道。’达米斯称阿波罗尼奥斯是如此口头交谈的,但阿波罗尼奥斯本人却将这些写成了一封书信,并将自己在交谈中陈述的许多其他内容亦重写成了书信。

语法注3 条
  1. 1.30κἀκεῖνα δήπου ἡγεῖσθαι ὁρᾶν

    此句属于由 τῷ 所统领的一连串不定词并列结构(μηδὲ ... ἡγεῖσθαι, ἀλλὰ ... διαλέγεσθαι κἀκεῖνα ... ἡγεῖσθαι)。κἀκεῖνα 指向前文的 ἑτέρων(即与达米斯谈论的女诗人达摩菲勒等话题),作 ὁρᾶν 的宾语,意为‘认定自己心中所探讨的那些精神事理,才是自己真正凝视的对象’。

  2. 1.32ὡς μὴ κοινωνοίη τοῦ αἵματος

    由 ὡς 引导的目的从句,因主句动词为历史时态(ἀνεχώρησε),从句使用祈愿语气(κοινωνοίη)以符合从属时态序列。体现了阿波罗尼奥斯遵循毕达哥拉斯派教义、拒绝沾染动物流血祭祀的意图。

  3. 1.32οἷον ἐξ ὄνυχος ἤδη ὁρῶ

    化用了古希腊谚语‘由爪知狮’(ἐξ ὄνυχος τὸν λέοντα),意指通过细枝末节或局部特征便能看透全局或人的本性;此处指‘正如我从些微迹象中已然看出的那般人物’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.30-1.32