← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.27-1.29

拒拜王像与巴比伦国王的热情接见

阿波罗尼奥斯抵达巴比伦城门后拒绝向国王金像行礼,在官员的盘问中展现卓识,被众人视为贤明的希腊谋士而获接纳。与此同时,正因异梦而惶恐不安的国王闻讯后将其联想为昔日的忒狄斯托克利,随即欣然下令召其一同献祭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27

ταυτὶ μὲν ὕστερον. ἀφικομένῳ δὲ αὐτῷ ἐς βαβυλῶνα ὁ σατράπης ὁ ἐπὶ τῶν μεγάλων πυλῶν μαθὼν ὅτι ὑπὲρ ἱστορίας ἥκοι, ὀρέγει χρυσῆν εἰκόνα τοῦ βασιλέως, ἣν εἰ μὴ προσκυνήσειέ τις, οὐ θεμιτὸν ἦν ἐσφοιτᾶν ἔσω. πρεσβεύοντι μὲν οὖν παρὰ τοῦ Ῥωμαίων ἄρχοντος οὐδεμία ἀνάγκη τούτου, παρὰ βαρβάρων δὲ ἥκοντι ἢ ἀφιστοροῦντι τὴν χώραν, εἰ μὴ τὴν εἰκόνα προθεραπεύσειεν, ἄτιμον ἀπειλῆφθαι·1 καὶ σατραπεύεται παρὰ τοῖς βαρβάροις τὰ οὕτως εὐήθη. ἐπεὶ τοίνυν τὴν εἰκόνα εἶδε τίς ἔφη οὗτος; ἀκούσας δὲ ὅτι ὁ βασιλεύς οὗτος, εἶπεν ὃν ὑμεῖς προσκυνεῖτε, εἰ ἐπαινεθείη ὑπʼ ἐμοῦ καλὸς κἀγαθὸς δόξας μεγάλων τεύξεται· καὶ εἰπὼν ταῦτα διὰ πυλῶν ᾔει. θαυμάσας δὲ ὁ σατράπης αὐτὸν ἐπηκολούθησέ τε καὶ κατασχὼν τὴν χεῖρα τοῦ Ἀπολλωνίου δι’ ἑρμηνέος ἤρετο ὄνομά τε αὐτοῦ καὶ οἶκον καὶ ὅ τι ἐπιτηδεύοι καὶ ἐφʼ ὅ τι φοιτῴη, καὶ ἀπογραψάμενος ταῦτα ἐς γραμματεῖον στολήν τε αὐτοῦ καὶ εἶδος ἐκεῖνον μὲν περιμεῖναι κελεύει, δραμὼν δὲ αὐτὸς παρὰ τοὺς ἄνδρας, οἳ δὴ νομίζονται βασιλέως ὦτα, ἀνατυποῖ τὸν Ἀπολλώνιον προειπών, ὅτι μήτε προσκυνεῖν βούλεται μήτε τι ἀνθρώπῳ ἔοικεν· οἱ δὲ ἄγειν κελεύουσι τιμῶντά τε καὶ μηδὲν ὕβρει πράττοντα, ἐπεὶ δὲ ἦλθεν, ἤρετο αὐτὸν ὁ πρεσβύτατος ὅ τι μαθὼν καταφρονήσειε2 τοῦ βασιλέως, ὁ δὲ οὔπω ἔφη κατεφρόνησα. καταφρονήσειας δʼ ἄν; πάλιν ἐρομένου νὴ Δίʼ εἶπεν ἤν γε ξυγγενόμενος μὴ καλόν τε καὶ ἀγαθὸν εὕρω αὐτόν. ἀπάγεις δὲ δὴ τίνα αὐτῷ δῶρα; τοῦ δὲ αὖ τήν τε ἀνδρείαν καὶ δικαιοσύνην καὶ τὰ τοιαῦτα φήσαντος πότερον, ἔφη, ὡς οὐκ ἔχοντι; μὰ Δίʼ, εἶπεν ἀλλʼ ὡς μαθησομένῳ χρῆσθαι, ἢν ἔχῃ αὐτάς. καὶ μὴν χρώμενος τούτοις ἔφη τήν τε βασιλείαν, ἣν ὁρᾷς, ἀπολωλυῖαν αὐτῷ ἀνέλαβε τόν τε οἶκον ἐπανήγαγε τοῦτον οὐκ ἀπόνως, οὐδὲ ῥᾳθύμως. ποστὸν δὲ δὴ τοῦτο ἔτος τῇ ἀνακτηθείσῃ ἀρχῇ;3 τρίτου ἔφη ἀρχόμεθα, δύο ἤδη που μῆνες. ἀναστήσας οὖν, ὥσπερ εἰώθει, τὴν γνώμην ὦ σωματοφύλαξ, εἶπεν ἢ ὅ τί σε προσήκει καλεῖν, Δαρεῖος ὁ Κύρου καὶ Ἀρταξέρξου πατὴρ τὰ βασίλεια ταῦτα κατασχὼν ἑξήκοντα, οἶμαι, ἔτη λέγεται τελευτὴν ὑποπτεύσας τοῦ βίου τῇ δικαιοσύνῃ θῦσαι, καὶ ὦ δέσποινα, εἰπεῖν, ἥ τίς ποτε εἶ· ὥσπερ ἐπιθυμήσας μὲν πάλαι τῆς δικαιοσύνης, οὔπω δὲ αὐτὴν γιγνώσκων, οὐδὲ δοκῶν κεκτῆσθαι, τὼ παῖδέ τε οὕτως ἀμαθῶς ἐπαίδευσεν, ὡς ὅπλα ἐπʼ ἀλλήλους ἄρασθαι, καὶ ὁ μὲν τρωθῆναι, ὁ δὲ ἀποθανεῖν ὑπὸ τοῦ ἑτέρου, σὺ δʼ ἤδη τοῦτον ἴσως οὐδʼ ἐν τῷ βασιλείῳ θρόνῳ καθῆσθαι εἰδότα ξυνειληφέναι ὁμοῦ πάσας ἀρετὰς βούλει καὶ ἐπαίρεις αὐτὸν σοὶ φέρων, οὐκ ἐμοί, κέρδος, εἰ βελτίων γένοιτο. βλέψας οὖν ὁ βάρβαρος ἐς τὸν πλησίον ἕρμαιον ἔφη θεῶν τις ἄγει τουτονὶ τὸν ἄνδρα ἐνταῦθα, ἀγαθὸς γὰρ ξυγγενόμενος ἀγαθῷ πολλῷ βελτίω τὸν βασιλέα ἡμῖν ἀποφανεῖ καὶ σωφρονέστερον καὶ ἡδίω, ταυτὶ γὰρ διαφαίνεται τοῦ ἀνδρός. ἐσέθεον οὖν εὐαγγελιζόμενοι πᾶσιν, ὅτι ἀνὴρ ἐπὶ ταῖς βασιλέως θύραις ἑστήκοι σοφός τε καὶ Ἕλλην καὶ ξύμβουλος ἀγαθός.

这些都是后来的事。当他抵达巴比伦时,驻守大门的行省总督得知他是为游历考查而来,便递出一尊国王的金像;若有人不对其行屈膝礼,便不得进入城内。从罗马统治者处派来的使节固然无此必要,但若是来自异邦人境地或游览此邦之人,若不先向该像顶礼致敬,便定受屈辱地被拒之门外;这般愚昧的规矩在异邦人中间由总督负责执行。于是,当他见到这尊塑像时,便问道:‘此是何人?’听到回答说是国王时,他便说:‘你们所顶礼的这个人,若经我赞赏、被认为贤良方正,便将获得极大的益处。’说罢便径直穿门而过。 总督惊诧不已,便跟在他身后,抓住阿波罗尼奥斯的手,通过通译询问他的姓名、家世、所事之业以及所为何来;将这些连同他的服饰与容貌一同记录在书板上后,便命他在原地等待,自己则奔向被称为‘国王之耳’的官员处,向他们描述阿波罗尼奥斯的形容,事先禀报说此人既不肯行屈膝礼,行止也全然不似常人。官员们下令将他引来,须以礼相待,切不可行傲慢之事。待他来到,最年长的官员便质问他究竟何故胆敢藐视国王;他答道:‘我尚未曾藐视。’对方复问:‘那你难道会藐视?’他回答道:‘指宙斯起誓,倘若我与他交往之后,发现他并非贤良方正之人,自当如此。’‘那么你究竟带了何种礼物献给他?’阿波罗尼奥斯再次回答说是勇敢、正义及诸如此类的美德;对方道:‘莫非是因他未曾具备这些?’‘绝非如此,’阿波罗尼奥斯说,‘而是为了使他在拥有这些美德时,能够懂得如何去运用。’‘然而,’对方说,‘国王正是凭借运用这些美德,才如你所见收复了他曾失去的王统,并历经艰辛、毫不懈怠地重振了这一家族。’‘那么这收复的统治权如今是第几年了?’‘方入第三年,’对方答道,‘大约已有两月。’ 阿波罗尼奥斯遂如平日那般振作精神说道:‘侍卫长官啊,无论该当如何称呼你,居鲁士与阿尔塔薛西斯的父亲大流士曾统治这王宫据我想来有六十年之久,据说他在预感余生将尽时,曾向正义献祭,并说道:“女主啊,无论你是何方神圣!”这正宛如他虽久已向往正义,却尚未认识正义,亦不认为自己已拥有正义一般;他对其两个儿子的教育亦是如此昏昧,以至于兄弟二人彼此操戈相残,一人负伤,另一人则死于对方之手。而你如今却指望这个或许连如何端坐王位都尚且不知的君王,一下子兼备所有美德,并以此使他骄狂自满——他若变得更为贤明,获益的乃是你,而非我。’异邦官员遂望着身旁之人说道:‘神明将此人作为天降之幸带到此处;因为贤者与贤者相交,必将使我们的国王变得远为优秀、更为审慎、更易亲近;因为这些品质在此人身上昭然可见。’于是他们跑进去向众人报喜,称王门前正立着一位通晓智慧的希腊人,是一位极佳的谋士。

§1.29

ἐπεὶ δὲ τῷ βασιλεῖ ἀνηγγέλη ταῦτα, ἔτυχε μὲν θύων παρόντων αὐτῷ τῶν μάγων, τὰ γὰρ ἱερὰ ὑπʼ ἐκείνοις δρᾶται, καλέσας δὲ αὐτῶν ἕνα ἥκει ἔφη τὸ ἐνύπνιον, ὃ διηγούμην σοι τήμερον ἐπισκοπουμένῳ με ἐν τῇ εὐνῇ. ὄναρ δὲ ἄρα τῷ βασιλεῖ τοιοῦτον ἀφῖκτο· ἐδόκει Ἀρταξέρξης εἶναι ὁ τοῦ Ξέρξου καὶ μεθεστηκέναι ἐς ἐκεῖνον τὸ εἶδος, περιδεῶς τε εἶχε, μὴ ἐς μεταβολὴν ἤδη τὰ πράγματα ἥκῃ αὐτῷ ἐς τοῦτο ἐξηγουμένῳ τὴν μεταβολὴν τοῦ εἴδους. ἐπεὶ δὲ ἤκουσεν Ἕλληνά τε καὶ σοφὸν εἶναι τὸν ἥκοντα, ἐσῆλθεν αὐτὸν Θεμιστοκλῆς ὁ Ἀθηναῖος, ὃς ἀπὸ Ἑλλήνων ποτὲ ἥκων ξυνεγένετο τῷ Ἀρταξέρξῃ καὶ πολλοῦ ἄξιον ἐκεῖνόν τε ἐποίησεν ἑαυτόν τε παρέσχετο. καὶ προτείνας τὴν δεξιὰν κάλει, ἔφη καὶ γὰρ ἂν καὶ ἀπὸ τοῦ καλλίστου ἄρξαιτο ξυνθύσας τε καὶ ξυνευξάμενος.4

当此事呈报给国王时,国王适逢在术士们的陪同下献祭,因祭礼皆由他们主持。国王唤来其中一人说道:‘我今日在床榻上你来省视我时对你讲述的那个梦境,如今应验了。’原来国王曾做过这样一个梦:他恍惚觉得自己是薛西斯之子阿尔塔薛西斯,且相貌也变成了对方的模样;由于他将形貌的改变解释为政局的变动,因而极度惊惧,唯恐大权将生变故。然而当听说来者是一位通达智慧的希腊人时,他心中便浮现出雅典人忒弥斯托克利,因他当年曾自希腊来投,与阿尔塔薛西斯相结交,既成就了那位君王的伟业,亦展现了自身的卓越才能。国王遂伸出右手说道:‘快快召他进来;若能与我们一同献祭并同声祈祷,这当是再好不过的开端。’

语法注4 条
  1. 1.27ἄτιμον ἀπειλῆφθαι

    完成时被动态不定式 ἀπειλῆφθαι(源自 ἀπολαμβάνω,意为‘关在门外、拒之门外’)与宾格主语/表语形容词 ἄτιμον 构成宾格加不定式结构,受上下文隐含的规约或惯例(如 νόμος ἦν)支配,意为‘受辱地被拒之门外’。

  2. 1.28ὅ τι μαθὼν καταφρονήσειε

    间接疑问句中的 ὅ τι μαθών 是习惯用法(源自直接疑问句中的 τί μαθών),意为‘究竟因何缘故、有何想法而……’。由于主句动词为过去时态(ἤρετο),从属节动词采用了希求法过去时 καταφρονήσειε。

  3. 1.28ποστὸν δὲ δὴ τοῦτο ἔτος τῇ ἀνακτηθείσῃ ἀρχῇ;

    与格 τῇ ἀνακτηθείσῃ ἀρχῇ 作关涉与格('对于收复的政权而言,今年是第几年?')。代词 τοῦτο 作主语,ποστὸν ἔτος 为表语名词短语。

  4. 1.29καὶ γὰρ ἂν καὶ ἀπὸ τοῦ καλλίστου ἄρξαιτο ξυνθύσας τε καὶ ξυνευξάμενος

    带有 ἄν 的希求法(ἄρξαιτο)表示潜在/推测语气,与两个表示方式或手段的不定过去时分词(ξυνθύσας, ξυνευξάμενος)相配合,意为‘因为通过一同献祭与同声祈祷,他便能从最美好的事情开始’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.27-1.29