← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.1-1.2

毕达哥拉斯传统与为阿波罗尼奥斯辩护的意图

作者在回顾了毕达哥拉斯与恩培多克勒的哲学传统之后,为追随同等道路却因与异域贤者交往及展现预知能力而被诬指为术士的提亚纳的阿波罗尼奥斯进行辩护,并表明将根据城邦、圣所及书简等一手材料准确记述其真实生平的写作旨趣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπʼ αὐτῷ φασιν· ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος, ἀναβιοίη τε ἀποθανών, ἀποθάνοι δέ, ὡς ᾠδαὶ Ὁμήρου, ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ θυσίας· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς,1 ἀλλὰ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου, γιγνώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρʼ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν ὁμολογοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δὲ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γιγνώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν καὶ τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γὰρ "χαίρετʼ, ἐγὼ δʼ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός "καὶ "ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κόρη τε κόρος τε "καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν τὸν Πυθαγόρου τρόπον φιλοσοφησάντων ἱστοροῦσιν, ὧν οὐ προσήκει με νῦν ἅπτεσθαι σπεύδοντα ἐπὶ τὸν λόγον, ὃν ἀποτελέσαι προὐθέμην·

称赞萨摩斯人毕达哥拉斯的人,论及他时作如下记述:他原本尚未成为爱奥尼亚人,而曾是在特洛伊的欧福耳玻斯,死后复生,且如荷马的诗篇所唱的那样死去;他摒弃由死尸制成的衣物,远离一切有生命的食物与祭祀;因为他不用血污秽祭坛,而是以蜜饼、乳香和赞歌献给诸神,这些便是经由他奉至诸神之处的供品,他也深知,相较于百牛大祭与篮中利刃,诸神更悦纳这等祭品;因为他确实常与诸神同在,并从诸神那里得知他们在何事上悦纳凡人、在何事上愤怒,并由此阐述自然;因为其他人只是揣度神圣之物,并抱有彼此相悖的见解,但阿波罗却亲自向他显现并承认其身份,而雅典娜、缪斯诸女神以及凡人尚未知其形貌与名号的其他诸神,虽未公开承认,却也与他相伴。无论毕达哥拉斯宣告什么,同侪们都视之为法律,尊崇他如来自宙斯者,他们彼此间亦操练关于神圣之事的缄默;因为他们听闻了许多神圣且不可外传之事,若不首先学会缄默亦是一种言说,便极难守住这些秘密。再者,人们说阿克拉加斯人恩培多克勒亦循着这一智慧之道而行。因为他说: “欢呼吧,我对你们而言已是不朽之神,不再是凡人”,又说: “因为我曾几何时已做过少女与少男”,并且他在奥林匹亚所献之牛,据说是用面团制成后献祭的,这些都当属于称道毕达哥拉斯学说之人的行径。关于那些依循毕达哥拉斯方式进行哲学思考的人,人们还记载了许多其他事情,但鉴于我正急于完成所设定的这篇论述,此刻不便过多涉及。

§1.2

ἀδελφὰ γὰρ τούτοις ἐπιτηδεύσαντα Ἀπολλώνιον καὶ θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθόντα τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτʼ ἀρχαίους οὔτʼ αὖ νέους οὔπω οἱ ἄνθρωποι γιγνώσκουσιν ἀπὸ τῆς ἀληθινῆς σοφίας,2 ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν, ἀλλʼ ὁ μὲν τό, ὁ δὲ τὸ ἐπαινεῖ τοῦ ἀνδρός, οἱ δέ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς βιαίως σοφόν, κακῶς γιγνώσκοντες· Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ, Πλάτων τε βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτοῦ λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ προαισθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον ἐς τὴν σοφίαν ταύτην, ἢ διαβεβλήσεταί γε καὶ Σωκράτης ἐφʼ οἷς παρὰ τοῦ δαιμονίου προεγίγνωσκε καὶ Ἀναξαγόρας ἐφʼ οἷς προὔλεγε· καίτοι τίς οὐκ οἶδε τὸν Ἀναξαγόραν Ὀλυμπίασι μέν, ὁπότε ἥκιστα ὗε, παρελθόντα ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου οἰκίαν τε, ὡς πεσεῖται, προειπόντα μὴ ψεύσασθαι, πεσεῖν γάρ, νύκτα τε ὡς ἐξ ἡμέρας ἔσται καὶ ὡς λίθοι περὶ Αἰγὸς ποταμοὺς τοῦ οὐρανοῦ ἐκδοθήσονται, προαναφωνήσαντα ἀληθεῦσαι;3 καὶ σοφίᾳ ταῦτα τοῦ Ἀναξαγόρου προστιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγιγνώσκειν4 καί φασιν, ὡς μάγῳ τέχνῃ ταῦτʼ ἔπραττεν. δοκεῖ οὖν μοι μὴ περιιδεῖν τὴν τῶν πολλῶν ἄγνοιαν, ἀλλʼ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθʼ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφʼ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπʼ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς ἤδη, τὰ δὲ ἐξ ὧν εἶπον ἕτεροι περὶ αὐτοῦ, τὰ δὲ ἐκ τῶν ἐκείνου ἐπιστολῶν. ἐπέστελλε δὲ βασιλεῦσι σοφισταῖς φιλοσόφοις Ἠλείοις Δελφοῖς Ἰνδοῖς Αἰγυπτίοις ὑπὲρ θεῶν ὑπὲρ ἐθῶν ὑπὲρ ἠθῶν ὑπὲρ νόμων, παρʼ οἷς ὅ τι ἁμαρτάνοιτο, ἐπηνώρθου. τὰ δὲ ἀκριβέστερα ὧδε συνελεξάμην·

事实上,阿波罗尼奥斯践行了与这些人相通之道,以比毕达哥拉斯更为神圣的方式接近智慧,超然于诸种僭主统治之上,其所处的时代既非远古亦非近代,然而世人尚未能从他以哲学和健全方式所修行的真正智慧的角度来认识他;相反,有人称道此人的这一面,有人称道那一面,而另一些人,因他曾与巴比伦的术士、印度的婆罗门以及埃及的裸行者交往,便认定他是行巫术的术士,出于无知而中伤他,说他是靠强力邪术获取智慧。因为恩培多克勒、毕达哥拉斯本人以及德谟克利特都曾与术士交往,谈论过许多神异之事,却从未被归入巫术一途;柏拉图游历埃及,将当地许多先知与祭司的教导融入自己的言论中,宛如画工在素描底稿上施加色彩,尽管因其智慧而遭受凡人极大的嫉妒,却也从未被视为行使巫术。提前感知并预知诸多事物,绝不能成为将阿波罗尼奥斯贬损至那种法术的借口,否则苏格拉底也会因其从灵异所预知的事而蒙受中伤,阿那克萨哥拉亦会因其预言而遭非议。然而,谁人不知阿那克萨哥拉在奥林匹亚毫无雨意之时,因预报暴雨而身披羊皮进入竞技场,又预言某所房屋必将倒塌而未尝落空(因为确实倒塌了),预先宣告昼化为夜(日食)以及在埃戈斯波塔米附近石头将从天而降,且句句应验?世人将这些归功于阿那克萨哥拉的智慧,却剥夺了阿波罗尼奥斯基于智慧的预知,反称他是凭借巫术成就这些事。因此,在我看来不可忽视大众的愚昧,而应在这位先哲言说或行事的时代,以及他赖以被视为神异与神圣的智慧路径两方面,准确详实地阐明他的生平。我所搜集的材料,一部分来自爱戴他的城邦,一部分来自因他而恢复了已废弃礼规的圣所,一部分来自他人论及他的言论,一部分则来自他本人的书简。他曾致信诸王、智者、哲人、厄利斯人、德尔斐人、印度人、埃及人,论及诸神、习俗、德行与法律,凡在他们当中有所过失者,他皆予以匡正。更为详尽的事实,我采辑如下:

语法注4 条
  1. 1.1ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος, ἀναβιοίη τε ἀποθανών, ἀποθάνοι δέ, ὡς ᾠδαὶ Ὁμήρου, ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ θυσίας· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς

    在引导间接引语的连词 ὡς 之后,一系列动词(εἴη, γένοιτο, ἀναβιοίη, ἀποθάνοι, παραιτοῖτο, καθαρεύοι)在引述过往传说的现在时主句动词 φασιν 之后采用了转述祈愿语气(斜格祈愿式)。随后的解释性分句 μὴ γὰρ αἱμάττειν... 则转为了不定式结构(αἱμάττειν, φοιτᾶν, γιγνώσκειν)。

  2. 1.2ἀδελφὰ γὰρ τούτοις ἐπιτηδεύσαντα Ἀπολλώνιον καὶ θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθόντα τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτʼ ἀρχαίους οὔτʼ αὖ νέους οὔπω οἱ ἄνθρωποι γιγνώσκουσιν ἀπὸ τῆς ἀληθινῆς σοφίας

    该句的核心骨架是 οὔπω οἱ ἄνθρωποι γιγνώσκουσιν Ἀπολλώνιον(“世人尚未认识阿波罗尼奥斯”),宾格名词 Ἀπολλώνιον 被四个并列的分词短语(ἐπιτηδεύσαντα, προσελθόντα, ὑπεράραντα, γενόμενον)长距离修饰。介词短语 ἀπὸ τῆς ἀληθινῆς σοφίας 修饰动词 γιγνώσκουσιν,表示评价的基准或视角(“根据真正的智慧”)。

  3. 1.2καίτοι τίς οὐκ οἶδε τὸν Ἀναξαγόραν ... παρελθόντα ... προειπόντα μὴ ψεύσασθαι ... προαναφωνήσαντα ἀληθεῦσαι;

    动词 οἶδε 支配宾格 τὸν Ἀναξαγόραν,先接补充性分词 παρελθόντα,随后转为受 οἶδε 支配的不定式 μὴ ψεύσασθαι(“并未落空/没有说谎”)与 ἀληθεῦσαι(“道出了真相/应验”),而 προειπόντα 与 προαναφωνήσαντα 则是分别从属于这两个不定式的状语分词。

  4. 1.2ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγιγνώσκειν

    动词 ἀφαιρέομαι(剥夺)支配双宾格结构:被剥夺的人(τὸν Ἀπολλώνιον)与被剥夺的事物(此处为带冠词中性单数不定式 τὸ κατὰ σοφίαν προγιγνώσκειν),意为“剥夺阿波罗尼奥斯依凭智慧进行预知的能力/权利”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.1-1.2