← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.25-1.26

巴比伦的景观与阿波罗尼奥斯拜访术士

作者详细记述了巴比伦的宏伟城墙、幼发拉底河底秘密隧道的施工奇迹,以及饰有希腊图案和仿天穹审判殿的奢华王宫,并叙述了阿波罗尼奥斯避开达米斯单独拜访术士的往事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25

τὰ δὲ ἐν Βαβυλῶνι τοῦ ἀνδρὸς τούτου καὶ ὁπόσα Βαβυλῶνος πέρι προσήκει γιγνώσκειν, τοιάδε εὗρον· ἡ Βαβυλὼν τετείχισται μὲν ὀγδοήκοντα καὶ τετρακόσια στάδια, τοσαύτη κύκλῳ, τεῖχος δὲ αὐτῆς τρία μὲν τὸ ὕψος ἡμίπλεθρα, πλέθρου δὲ μεῖον τὸ εὖρος, ποταμῷ δὲ Εὐφράτῃ τέμνεται ξὺν ὁμοιότητι τοῦ εἴδους,1 ὃν ἀπόρρητος ὑποστείχει γέφυρα τὰ βασίλεια τὰ ἐπὶ ταῖς ὄχθαις ἀφανῶς ξυνάπτουσα. γυνὴ γὰρ λέγεται Μήδεια τῶν ἐκείνῃ ποτὲ ἄρχουσα τὸν ποταμὸν ὑποζεῦξαι τρόπον, ὃν μήπω τις ποταμὸς ἐζεύχθη·2 λίθους γὰρ δὴ καὶ χαλκὸν καὶ ἄσφαλτον καὶ ὁπόσα ἐς ἔφυδρον ξύνδεσιν ἀνθρώποις εὕρηται, παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ νήσασα τὸ ῥεῦμα ἐς λίμνας ἔτρεψε, ξηρόν τε ἤδη τὸν ποταμὸν ὤρυγεν ὀργυιὰς ἐς δύο σήραγγα ἐργαζομένη κοίλην, ἵνʼ ἐς τὰ βασίλεια τὰ παρὰ ταῖς ὄχθαις ὥσπερ ἐκ γῆς ἀναφαίνοιτο, καὶ ἤρεψεν αὐτὴν ἴσως τῷ τοῦ ῥεύματος δαπέδῳ. οἱ μὲν δὴ θεμέλιοι ἐβεβήκεσαν καὶ οἱ τοῖχοι τῆς σήραγγος, ἅτε δὲ τῆς ἀσφάλτου δεομένης τοῦ ὕδατος ἐς τὸ λιθοῦσθαί τε καὶ πήγνυσθαι ὁ Εὐφράτης ἐπαφείθη ὑγρῷ τῷ ὀρόφῳ3 καὶ ὧδε ἔστη τὸ ζεῦγμα. τὰ δὲ βασίλεια χαλκῷ μὲν ἤρεπται καὶ ἀπʼ αὐτῶν ἀστράπτει, θάλαμοι δὲ καὶ ἀνδρῶνες καὶ στοαί, τὰ μὲν ἀργύρῳ, τὰ δὲ χρυσοῖς ὑφάσμασι, τὰ δὲ χρυσῷ αὐτῷ καθάπερ γραφαῖς ἠγλάισται, τὰ δὲ ποικίλματα τῶν πέπλων ἐκ τῶν Ἑλληνικῶν σφίσιν ἥκει λόγων, Ἀνδρομέδαι καὶ Ἀμυμῶναι καὶ Ὀρφεὺς πολλαχοῦ. χαίρουσι δὲ τῷ Ὀρφεῖ, τιάραν ἴσως καὶ ἀναξυρίδα τιμῶντες, οὐ γὰρ μουσικήν γε, οὐδὲ ᾠδάς, αἷς ἔθελγεν. ἐνύφανταί που καὶ ὁ Δᾶτις τὴν Νάξον ἐκ τῆς θαλάττης ἀνασπῶν καὶ Ἀρταφέρνης περιεστηκὼς τὴν Ἐρέτριαν καὶ τῶν ἀμφὶ Ξέρξην, ἃ νικᾶν ἔφασκεν· Ἀθῆναι γὰρ δὴ ἐχόμεναί εἰσι καὶ Θερμοπύλαι καὶ τὰ Μηδικώτερα ἔτι, ποταμοὶ ἐξαιρούμενοι τῆς γῆς καὶ θαλάττης ζεῦγμα καὶ ὁ Ἄθως ὡς ἐτμήθη. φασὶ δὲ καὶ ἀνδρῶνι ἐντυχεῖν, οὗ τὸν ὄροφον ἐς θόλου ἀνῆχθαι σχῆμα οὐρανῷ τινι εἰκασμένον, σαπφειρίνῃ δὲ αὐτὸν κατηρέφθαι λίθῳ — κυανωτάτη δὲ ἡ λίθος καὶ οὐρανία ἰδεῖν — καὶ θεῶν ἀγάλματα, οὓς νομίζουσιν, ἵδρυται ἄνω καὶ χρυσᾶ φαίνεται, καθάπερ ἐξ αἰθέρος. δικάζει μὲν δὴ ὁ βασιλεὺς ἐνταῦθα, χρυσαῖ δὲ ἴυγγες ἀποκρέμανται τοῦ ὀρόφου τέτταρες τὴν Ἀδράστειαν αὐτῷ παρεγγυῶσαι καὶ τὸ μὴ ὑπὲρ τοὺς ἀνθρώπους αἴρεσθαι. ταύτας οἱ μάγοι αὐτοί φασιν ἁρμόττεσθαι φοιτῶντες ἐς τὰ βασίλεια, καλοῦσι δὲ αὐτὰς θεῶν γλώττας.

关于此人在巴比伦的事迹,以及关于巴比伦应当知晓的一切,我查得如下情形:巴比伦筑有长达四百八十斯塔德的城墙,其周长便有这般规模;其城墙高一普勒特隆半,宽不足一普勒特隆;幼发拉底河将其划分为形状均等的两半,河底之下有一座隐秘的桥梁暗中连通着两岸的王宫。据说,曾统治该地的某位米底王后以一种从未有河流被架通的方式跨架了这条河:她在河岸上堆积了石料、青铜、沥青以及人类为水下胶结所发明的一切物料,将水流引入湖泊,并趁河床干涸之际向下挖掘两㖊深,修筑了一条空心隧道,使其犹如自地下钻出一般通入岸边的王宫,隧道的顶部则葺得与河床底面相平。隧道的基石与墙壁就此落定;但由于沥青需要水才能石化凝结,幼发拉底河便在顶部尚未干燥时被重新放回,跨河工程便由此成形。 王宫用青铜覆顶,闪光自其中射出;寝室、男厅和柱廊,有的饰以白银,有的饰以金线织物,有的则如绘画般饰以黄金本身。织锦上的刺绣图案取自希腊神话——安德洛墨达、阿密摩涅,以及随处可见的俄耳甫斯。他们喜爱俄耳甫斯,或许是出于对他头巾和长裤的推崇,绝非因为他的音乐或他用以使人陶醉的歌声。织物上还绣有达提斯将纳克索斯岛从海中拔起,阿塔费涅斯包围厄勒特里亚,以及薛西斯诸事中他自称取胜的战绩:因为雅典与温泉关皆被攻破,还有更具米底色彩的夸张壮举——河流被从大地上抽干、大海被架桥、以及阿索斯山如何被开凿。据说他们还遇到了一间男厅,其屋顶被筑成仿若苍天的穹窿形状,并以蓝宝石覆盖——这块石头深蓝至极,望之如天——他们所信奉的诸神雕像被安置在高处,通体金黄,宛若来自以太天界。国王便在此断案,天花板上悬垂着四只金质蚁䴕,提醒他敬畏阿德剌斯忒亚,切勿自视凌驾于凡人之上。常出入王宫的术士们自称负责安置这些物件,并将它们称为‘诸神之舌’。

§1.26

περὶ δὲ τῶν μάγων Ἀπολλώνιος μὲν τὸ ἀποχρῶν εἴρηκε, συγγενέσθαι γὰρ αὐτοῖς καὶ τὰ μὲν μαθεῖν, τὰ δὲ ἀπελθεῖν διδάξας, Δάμις δὲ τοὺς μὲν λόγους, οἷοι ἐγένοντο τῷ ἀνδρὶ πρὸς τοὺς μάγους, οὐκ οἶδεν, ἀπαγορεῦσαι γὰρ αὐτῷ μὴ συμφοιτᾶν4 παρʼ αὐτοὺς ἰόντι, λέγει δʼ οὖν φοιτᾶν αὐτὸν τοῖς μάγοις μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας, καὶ ἔρεσθαί ποτε τί οἱ μάγοι; τὸν δὲ ἀποκρίνασθαι σοφοὶ μέν, ἀλλʼ οὐ πάντα.

关于这些术士,阿波罗尼奥斯已作了充分的交待:他曾与他们会面,习得了一些知识,并在离开前传授了另一些知识。但达米斯并不清楚阿波罗尼奥斯与术士之间进行了怎样的谈话,因为当阿波罗尼奥斯前往拜访时,曾禁止达米斯同行。不过达米斯提到,阿波罗尼奥斯常在正午与午夜时分走访术士;达米斯有一次问道:‘术士究竟如何?’阿波罗尼奥斯答道:‘确实聪明,但并非无所不知。’

语法注4 条
  1. 1.25ξὺν ὁμοιότητι τοῦ εἴδους

    副词性短语,意为“以形态的均等相似”,指幼发拉底河穿城而过,将城市对称地划分为大致相等的两部分。

  2. 1.25τρόπον, ὃν μήπω τις ποταμὸς ἐζεύχθη

    τρόπον为副词性宾格(“以……方式”)。关系代词宾格ὃν在此充当被动动词ἐζεύχθη(ζεύγνυμι的第三人称单数被动不定过去时)的内格(cognate accusative),整体意为“以从未有河流被架通的方式”。

  3. 1.25ὑγρῷ τῷ ὀρόφῳ

    处于表语位语序(形容词在冠词和名词之前)的与格短语,作为ἐπαφείθη的状语,表示附带情况:“趁着屋顶尚且潮湿之时”。

  4. 1.26ἀπαγορεῦσαι γὰρ αὐτῷ μὴ συμφοιτᾶν

    动词ἀπαγορεύω(禁止)接不定式συμφοιτᾶν时附带了赘词否定词μή(pleonastic negative),符合古典希腊语在禁止动词后的惯用法,意为“禁止他同行”,而非双重否定表肯定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.25-1.26