- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段引用了达米斯关于基西亚地区厄勒特里亚人流放定居点的恶劣环境、被俘历史、希腊风俗以及墓志哀歌的记载,并叙述了阿波罗尼奥斯如何修缮其先祖墓冢,并向波斯国王请命以保护其耕地免受邻近蛮族劫掠。
ξυνῳδὰ δὲ τούτοις καὶ ὁ Δάμις περὶ τῶν Ἐρετριέων ἀναγέγραφεν· οἰκοῦσι γὰρ ἐν τῇ Μηδικῇ, Βαβυλῶνος οὐ πολὺ ἀπέχοντες, ἡμέρας ʽὁδὸνʼ δρομικῷ ἀνδρί, ἡ χώρα δὲ ἄπολις, ἡ γὰρ Κισσία κῶμαι πᾶσα καί τι καὶ νομάδων ἐν αὐτῇ γένος μικρὰ τῶν ἵππων ἀποβαίνοντες.1 ἡ δὲ τῶν Ἐρετριέων οἰκεῖται μὲν τῶν ἄλλων μέση, περιβέβληται δὲ ποταμοῦ τάφρον, ἣν αὐτοὶ βαλέσθαι περὶ τῇ κώμῃ λέγονται τεῖχος αὐτὴν ποιούμενοι πρὸς τοὺς ἐν τῇ Κισσίᾳ βαρβάρους. ὕπομβρος δὲ ἀσφάλτῳ ἡ χώρα καὶ πικρὰ ἐμφυτεῦσαι, βραχυβιώτατοί τε οἱ ἐκείνῃ ἄνθρωποι, τὸ γὰρ ἀσφαλτῶδες ποτὸν ἐς πολλὰ τῶν σπλάγχνων ἱζάνει. τρέφει δʼ αὐτοὺς λόφος ἐν ὁρίοις τῆς κώμης, ὃν ὑπεραίροντα τοῦ παρεφθορότος χωρίου σπείρουσι τε καὶ ἡγοῦνται γῆν. φασὶ δὲ ἀκοῦσαι τῶν ἐγχωρίων, ὡς ἑπτακόσιοι μὲν τῶν Ἐρετριέων πρὸς τοῖς ὀγδοήκοντα ἥλωσαν, οὔτι που μάχιμοι πάντες, ἦν γάρ τι καὶ θῆλυ ἐν αὐτοῖς γένος καὶ γεγηρακός, ἦν δʼ, οἶμαί, τι καὶ παιδία, τὸ γὰρ πολὺ τῆς Ἐρετρίας τὸν Καφηρέα ἀνέφυγε καὶ ὅ τι ἀκρότατον τῆς Εὐβοίας. ἀνήχθησαν δὲ ἄνδρες μὲν ἀμφὶ τοὺς τετρακοσίους, γύναια δὲ ἴσως δέκα, οἱ δὲ λοιποὶ ἀπʼ Ἰωνίας τε καὶ Λυδίας ἀρξάμενοι διεφθάρησαν ἐλαυνόμενοι ἄνω.2 λιθοτομίαν δὲ αὐτοῖς παρεχομένου τοῦ λόφου καί τινες καὶ λιθουργοὺς εἰδότες τέχνας ἱερά τε ἐδείμαντο Ἑλληνικὰ καὶ ἀγοράν, ὁπόσην εἰκὸς ἦν, βωμούς τε ἱδρύσαντο Δαρείῳ μὲν δύο, Ξέρξῃ δὲ ἕνα, Δαριδαίῳ δὲ πλείους. διετέλεσαν δὲ ἐς Δαριδαῖον ἔτη μετὰ τὴν ἅλωσιν ὀκτὼ καὶ ὀγδοήκοντα γράφοντες τὸν Ἑλλήνων τρόπον, καὶ οἱ τάφοι δὲ οἱ ἀρχαῖοι σφῶν ὁ δεῖνα τοῦ δεῖνος γεγράφαται, καὶ τὰ γράμματα Ἑλλήνων μέν, ἀλλʼ οὔπω ταῦτα ἰδεῖν φασι. καὶ ναῦς ἐγκεχαραγμένας τοῖς τάφοις,3 ὡς ἕκαστος ἐν Εὐβοίᾳ ἔζη ἢ θαλάττιον ἢ καὶ ἁλουργὸν πράττων, καί τι καὶ ἐλεγεῖον ἀναγνῶναι γεγραμμένον ἐπὶ ναυτῶν τε καὶ ναυκλήρων σήματι· "οἵδε ποτʼ Αἰγαίοιο βαθύρροον οἶδμα πλέοντες Ἐκβατάνων πεδίῳ κείμεθʼ ἐνὶ μεσάτῳ. χαῖρε κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετʼ Ἀθῆναι, γείτονες Εὐβοίης, χαῖρε θάλασσα φίλη." τοὺς μὲν δὴ τάφους διεφθορότας ἀναλαβεῖν τε αὐτὸν ὁ Δάμις φησὶ καὶ ξυγκλεῖσαι χέασθαί τε καὶ ἐπενεγκεῖν σφισιν, ὁπόσα νόμιμα, πλὴν τοῦ τεμεῖν τι ἢ καθαγίσαι, δακρύσαντά τε καὶ ὑποπλησθέντα ὁρμῆς τάδε ἐν μέσοις ἀναφθέγξασθαι· Ἐρετριεῖς οἱ κλήρῳ τύχης δεῦρʼ ἀπενεχθέντες, ὑμεῖς μέν, εἰ καὶ πόρρω τῆς αὑτῶν, τέθαφθε γοῦν, οἱ δʼ ὑμᾶς ἐνταῦθα ῥίψαντες ἀπώλοντο περὶ τὴν ὑμετέραν νῆσον ἄταφοι δεκάτῳ μεθʼ ὑμᾶς ἔτει· τὸ γὰρ ἐν κοίλῃ Εὐβοίᾳ πάθος θεοὶ φαίνουσιν. Ἀπολλώνιος δὲ πρὸς τὸν σοφιστὴν ἐπὶ τέλει τῆς ἐπιστολῆς καὶ ἐπεμελήθην, φησὶν ὦ Σκοπελιανέ, τῶν σῶν Ἐρετριέων νέος ὢν ἔτι καὶ ὠφέλησα ὅ τι ἐδυνάμην καὶ τοὺς τεθνεῶτας αὐτῶν καὶ τοὺς ζῶντας. τί δῆτα ἐπεμελήθη τῶν ζώντων; οἱ πρόσοικοι τῷ λόφῳ βάρβαροι σπειρόντων τῶν Ἐρετριέων αὐτὸν ἐληίζοντο τὰ φυόμενα περὶ τὸ θέρος ἥκοντες καὶ πεινῆν ἔδει γεωργοῦντας ἑτέροις. ὁπότʼ οὖν παρὰ βασιλέα ἀφίκετο, εὕρετο αὐτοῖς τὸ χρῆσθαι μόνους τῷ λόφῳ.4
达米斯的记述也与这些相符,记载了关于厄勒特里亚人的事迹。因为他们居住在米底亚地区,离巴比伦不远,对于健步之人而言不过一天的行程。该地没有城市,因为基西亚境内全是由村落组成,其中还有某个游牧民族,几乎很少从马背上下来。厄勒特里亚人的居所位于其他村落的中部,四周环绕着引自河流的濠堑,据说这是他们自己为了防备基西亚的蛮族而环绕村落挖掘修筑的壁垒。这片土地浸润着沥青,对于耕种而言极为苦涩,当地的人们寿数极短,因为含有沥青的饮水会淤积在许多内脏器官中。养育他们的是位于村落边界的一座丘陵,它高出于受损败坏的土地之上,他们便在其上播种,并将其视作可用之土。他们说,从当地原住民那里听说,当时被俘的厄勒特里亚人共有七百八十名,绝非全都是战斗人员,因为其中也包含妇女和老者,依我想来,也有些许幼童,毕竟厄勒特里亚的大部分人口早已逃亡至卡菲柔斯岬以及优卑亚的最险峻山巅。被押往内陆的男子约四百人,妇女或有十人,其余的人自爱奥尼亚和吕底亚起,在被往内陆驱赶的途中便已丧命。由于那座山丘为他们提供了采石场,加之他们当中有人懂得石匠技艺,他们便建造了希腊式的神庙和规模适宜的广场,并为大流士立了两座祭坛,为薛西斯立了一座,为达里代奥斯立的则更多。在陷落后的八十八年里,直至达里代奥斯时代,他们始终按照希腊人的方式书写;他们的古墓上也刻着‘某人之子某人’,其文字是希腊文,但他们说至今未曾见过这些字样。墓碑上还雕刻着船只,象征着各人生前在优卑亚是以航海为生还是以采染紫贝为业;据说他们还在水手与船主的墓碣上读到了刻写的一首哀歌: ‘吾等曾泛舟于爱琴海深流之波浪,今长眠于埃克巴坦那平原之正中。别了,曾名震一方的故土厄勒特里亚;别了,优卑亚之邻雅典;别了,挚爱的大海。’ 达米斯说,阿波罗尼奥斯修复了那些残损的坟墓,修筑围栏将其封闭,并为他们举行奠酒和奉献一切合乎礼法的悼仪,唯独没有宰杀或献祭牲体;他潸然泪下,胸中涌起激越的情感,在众人中间朗声高呼道: ‘受命运之骰播弄而被掳至此的厄勒特里亚人啊,你们虽远隔故土,终究得以入土为安;而当年将你们抛弃于此的那些人,却在你们之后的第十年,于你们的岛屿周围死无葬身之地。因为诸神已然昭示了在凹陷的优卑亚所受的灾祸。’ 阿波罗尼奥斯在给那位智者的信末写道: ‘斯科佩利安努斯啊,我尚且年轻之时,便照料过你的厄勒特里亚人,并在我力所能及的范围内,为他们的亡者与生者皆提供了庇佑。’ 那么,他究竟是如何照料生者的呢?居住在山丘周围的蛮族,每当厄勒特里亚人耕种此山,便在夏收时分前来抢掠收成,以致耕作者不得不挨饿,反倒成了为他人劳作。因此,当他觐见国王时,便为他们争取到了唯有他们才享有该山使用权的特权。
- 1.24μικρὰ τῶν ἵππων ἀποβαίνοντες
分词 ἀποβαίνοντες 为阳性复数,与语法上为中性单数的集合名词 γένος(部族)发生意念一致(constructio ad sensum),指代构成该部族的群体。中性复数宾格 μικρά 作副词使用,意为“极少/罕有”。
- 1.24ἀπʼ Ἰωνίας τε καὶ Λυδίας ἀρξάμενοι διεφθάρησαν ἐλαυνόμενοι ἄνω
分词 ἀρξάμενοι 与介词 ἀπό 连用,构成表示起点的惯用表达,意为“从……开始/起”。与主句被动动词 διεφθάρησαν(丧生)连用的现在被动分词 ἐλαυνόμενοι 表示伴随状况或方式(“被驱赶着”),副词 ἄνω 则指由沿海向内陆腹地行进。
- 1.24καὶ ναῦς ἐγκεχαραγμένας τοῖς τάφοις
该宾格短语承接前文由 φασί(他们说)所引导的间接引语。宾格名词 ναῦς 及其完成时被动分词 ἐγκεχαραγμένας(雕刻在墓上的船只)与下文的不定词 ἀναγνῶναι(读到一首哀歌)并列,均从属于陈述动词的支配。
- 1.24εὕρετο αὐτοῖς τὸ χρῆσθαι μόνους τῷ λόφῳ
中动式 εὕρετο 用于表示“经请托而为某人获得/争取到”。冠词化不定词短语 τὸ χρῆσθαι 作 εὕρετο 的直接宾语,形容词宾格 μόνους 作不定词的逻辑主语(“唯独他们享有使用权”),与格 αὐτοῖς 则为利益与格(为他们)。
