← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.22-1.23

母狮的征兆与基西亚的厄勒特里亚人

阿波罗尼奥斯根据一头腹怀八胎的被猎母狮,预言在国王那里的停留期为一年零八个月,并驳斥了达米斯援引荷马雀鸟先例的质疑。随后进抵基西亚时,他梦见搁浅呼救的游鱼,并将其解读为神祇命其前往探访并救济久居该地的厄勒特里亚遗民。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22

προελθόντες δὲ εἴκοσι στάδια λεαίνῃ ἐντυγχάνουσιν ἀπεσφαγμένῃ ἐν θήρᾳ, καὶ ἦν τὸ θηρίον μέγα καὶ ὅσον οὔπω εἶδον, ἐβόων τε οἱ ἐκ τῆς κώμης συνερρυηκότες, καί, νὴ Δίʼ, οἱ τεθηρακότες, ὥς τι μέγα θαῦμα ἐν αὐτῷ ὁρῶντες· καὶ ἦν ἀτεχνῶς θαῦμα· σκύμνους γὰρ ἀνατμηθεῖσα ὀκτὼ εἶχεν. ὁ δὲ τῆς λεαίνης τόκος,1 αἱ λέαιναι μηνῶν μὲν κυΐσκουσιν ἕξ, τρὶς δὲ ἀποτίκτουσιν, ἀριθμὸς δὲ τῶν σκύμνων παρὰ μὲν τὴν πρώτην τρεῖς, ἐπὶ δὲ τῆς δευτέρας δύο, τρίτου δὲ ἁπτομένη τόκου μονήρη σκύμνον ἀποτίκτει μέγαν, οἶμαι, καὶ ἀγριώτερον τῆς φύσεως. οὐ γὰρ προσεκτέα τοῖς λέγουσιν, ὡς ξήναντες οἱ σκύμνοι τὰς τῶν λεαινῶν μήτρας ἐκδίδονται τοῦ σπλάγχνου. δοκεῖ γὰρ τῇ φύσει τῷ τικτομένῳ πρὸς τὸ τίκτον ἐπιτήδεια εἶναι ὑπὲρ σωτηρίας τοῦ γένους.2 ἐνιδὼν οὖν ὁ Ἀπολλώνιος τῷ θηρίῳ καὶ πολὺν χρόνον ἐπισχὼν ὦ Δάμι, ἔφη ὁ χρόνος τῆς παρὰ βασιλέα ἀποδημίας ἐνιαυτοῦ ἔσται καὶ μηνῶν ὀκτώ, οὔτε γὰρ ἐκεῖνος ἀνήσει θᾶττον, οὔτε ὑμῖν λῷον ἀπελθεῖν πρὸ τούτου. τεκμαίρεσθαι δὲ χρὴ τῶν μὲν σκύμνων ἐς μῆνας, τῆς λεαίνης δὲ ἐς ἐνιαυτόν, τέλεια γὰρ τελείοις παραβλητέα. οἱ δὲ δὴ στρουθοὶ3 ἔφη ὁ Δάμις οἱ παρὰ τῷ Ὁμήρῳ τί φήσουσιν, οὓς ὁ δράκων μὲν ἐν τῇ Αὐλίδι ἐδαίσατο ὀκτὼ ὄντας ἐννάτην ἐπʼ αὐτοῖς τὴν μητέρα ἑλών; Κάλχας δʼ ἐξηγούμενος ταῦτα ἐννέα ἐνιαυτοῖς ἀνεῖπε καταπολεμήσεσθαι τὴν Τροίαν· καὶ ὅρα μὴ καθʼ Ὅμηρόν τε καὶ Κάλχαντα ἐς ἐννέα ἡμῖν ἔτη ἡ ἀποδημία τείνῃ. καὶ εἰκότως, ἔφη ὦ Δάμι, καὶ τοὺς νεοττοὺς Ὅμηρος ἐνιαυτοῖς εἰκάζει, γεγόνασι γὰρ ἤδη καί εἰσιν, ἐγὼ δὲ ἀτελῆ θηρία καὶ μήπω γεγονότα, ἴσως δὲ μηδʼ ἂν γενόμενα, πῶς ἂν ἐνιαυτοῖς εἰκάζοιμι; τὰ γὰρ παρὰ φύσιν οὔτʼ ἂν γένοιτο, ταχεῖάν τε ἴσχει διαφθοράν, κἂν γένηται. ἀλλʼ ἕπου δὴ τῷ λόγῳ, καὶ ἴωμεν εὐξόμενοι τοῖς θεοῖς, οἳ ταῦτα φαίνουσι.

他们前行了二十斯塔德,遇到一头在围猎中被射杀的母狮。这只野兽极为庞大,是他们前所未见的;从村庄聚集而来的人群,甚至凭宙斯起誓,连猎人们自己也在一旁高声惊呼,仿佛在它身上看到了某种天大的奇观。而这确实是件奇事:因为剖开它的肚子,里面竟怀有八只幼崽。谈及母狮的生育习性:母狮怀胎六个月,一生分娩三次;幼崽的数量在初产时为三只,第二次为两只,待到第三次生育时,便只产下单单一幼崽,依我想来,该幼崽异常硕大,且比常态更为凶猛。人们不应相信那些说法,即幼崽抓破母狮的子宫而从内脏中挣脱出来;因为在自然看来,为了物种的延续,所生之物必须与生育之母保持相适协调。于是,阿波罗尼奥斯凝视着这头野兽,沉思良久之后说道: “达米斯啊,我们在国王那里的滞留旅期将是一年零八个月;因为国王既不会更早放我们离去,你们在此之前离开也无益处。我们当从幼崽推算月份,从母狮推算一年;因为完整之物当与完整之物相比拟。” 达米斯说道: “那么荷马笔下的那些雀鸟又作何解释呢?那条蛇在奥利斯吞食了八只雏鸟,最后又捕食了第九只作为其母的那只。卡尔卡斯解释这些征兆,预言特洛伊将在九年内被攻陷。还请小心,免得按照荷马与卡尔卡斯的预言,我们的旅程也要拖延到九年之久。” 阿波罗尼奥斯说: “达米斯啊,荷马将雏鸟比作年岁,自是合情合理的;因为它们已经孵化成形并且切实存在。但我岂能将尚未完形、未曾出生、甚至可能根本无法出生的幼兽比拟为年岁呢?因为违背自然的事物本就无法生成,即便侥幸生成,亦会迅速毁灭。且随我的论理来吧,让我们去向显现这些兆象的诸神祈祷。”

§1.23

προελθόντι δὲ αὐτῷ ἐς τὴν Κισσίαν χώραν καὶ πρὸς Βαβυλῶνι ἤδη ὄντι δόξα ἐνυπνίου ἐφοίτησεν ὧδε τῷ φήναντι θεῷ ξυντεθεῖσα· ἰχθῦς ἐκπεπτωκότες τῆς θαλάττης ἐν τῇ γῇ ἤσπαιρον θρῆνον ἀνθρώπων ἱέντες καὶ ὀλοφυρόμενοι τὸ ἐκβεβηκέναι τοῦ ἤθους, δελφῖνά τε τῇ γῇ παρανέοντα ἱκέτευον ἀμῦναί σφισιν ἐλεεινοὶ ὄντες, ὥσπερ τῶν ἀνθρώπων οἱ ἐν τῇ ξένῃ κλαίοντες. ἐκπλαγεὶς δὲ οὐδὲν ὑπὸ τοῦ ἐνυπνίου ξυμβάλλεται μὲν αὐτοῦ ὅπως καὶ ὅπη εἶχε, διαταράττειν δὲ βουλόμενος τὸν Δάμιν, καὶ γὰρ τῶν εὐλαβεστέρων αὐτὸν ἐγίγνωσκεν, ἀπαγγέλλει πρὸς αὐτὸν τὴν ὄψιν δέος πλασάμενος ὡς ἐπὶ πονηροῖς, οἷς εἶδεν, ὁ δὲ ἀνεβόησέ τε ὡς αὐτὸς ἰδὼν ταῦτα καὶ ἀπῆγε τὸν Ἀπολλώνιον τοῦ πρόσω μή πη ἔφη καὶ ἡμεῖς ὥσπερ ἰχθύες ἐκπεσόντες τῶν ἠθῶν ἀπολώμεθα καὶ πολλὰ ἐλεεινὰ ἐν τῇ ἀλλοδαπῇ εἴπωμεν, καί που καὶ ἐς ἀμήχανον ἐμπεσόντες ἱκετεύσωμεν δυνάστην τινὰ ἢ βασιλέα, ὁ δὲ ἡμᾶς ἀτιμάσῃ, καθάπερ τοὺς ἰχθῦς οἱ δελφῖνες. γελάσας δὲ ὁ Ἀπολλώνιος σὺ μὲν οὔπω φιλοσοφεῖς, εἶπεν εἰ δέδιας ταῦτα, ἐγὼ δὲ οἷ τὸ ἐνύπνιον τείνει δηλώσω· Ἐρετριεῖς γὰρ τὴν Κισσίαν ταύτην χώραν οἰκοῦσιν οἱ ἐξ Εὐβοίας ποτὲ Δαρείῳ ἀναχθέντες ἔτη ταῦτα πεντακόσια, καὶ λέγονται, ὥσπερ ἡ ὄψις ἐφάνη, ἰχθύων πάθει περὶ τὴν ἅλωσιν χρήσασθαι· σαγηνευθῆναι γὰρ δὴ καὶ ἁλῶναι πάντας. ἐοίκασιν οὖν οἱ θεοὶ κελεύειν με ἐς αὐτοὺς παρελθόντα ἐπιμεληθῆναι σφῶν, εἴ τι δυναίμην. ἴσως δὲ καὶ αἱ ψυχαὶ τῶν Ἑλλήνων, οἵπερ ἔλαχον τὴν ἐνταῦθα μοῖραν, ἐπάγονταί με ἐπʼ ὠφελείᾳ τῆς γῆς· ἴωμεν οὖν ἐξαλλάξαντες τῆς ὁδοῦ περὶ μόνου ἐρωτῶντες τοῦ φρέατος, πρὸς ᾧ οἰκοῦσι. λέγεται δὲ τοῦτο κεκρᾶσθαι μὲν ἀσφάλτου καὶ ἐλαίου καὶ ὕδατος, ἐκχέαντος δὲ τοῦ ἀνιμήσαντος4 ἀποχωρεῖν ταῦτα καὶ ἀπʼ ἀλλήλων κρίνεσθαι. παρελθεῖν μὲν δὴ ἐς τὴν Κισσίαν καὶ αὐτὸς ὡμολόγηκεν ἐν οἷς πρὸς τὸν Κλαζομένιον σοφιστὴν γράφει, χρηστὸς γὰρ οὕτω τι καὶ φιλότιμος ἦν, ὡς ἐπειδὴ Ἐρετριέας εἶδε, σοφιστοῦ τε ἀναμνησθῆναι καὶ γράψαι πρὸς αὐτὸν ἅ τε εἶδεν ἅ τε ὑπὲρ αὐτῶν ἔπραξεν· καὶ παρακελεύεταί οἱ παρὰ τὴν ἐπιστολὴν πᾶσαν ἐλεεῖν τοὺς Ἐρετριέας, καὶ ὁπότε μελετῴη τὸν περὶ αὐτῶν λόγον, μηδὲ τὸ κλάειν ἐπʼ αὐτοῖς παραιτεῖσθαι.

当他前行至基西亚地区且已临近巴比伦时,显灵的神祇使他得见这样一番梦境:数条海鱼从大海被抛掷到陆地上,喘息着发出人类的哀叹,痛惜脱离了原有的栖息之所;它们宛如在异国他乡啼哭之人,处境凄惨,哀求着游过陆地边际的海豚拯救它们。阿波罗尼奥斯并未被此梦惊扰,全然领悟其原委与旨趣;但他想试着扰乱达米斯的心神——因为他深知达米斯为人谨小慎微——便佯装因所见凶兆而惶恐,将这番景象告知了他。达米斯惊叫起来,仿佛自己亲眼目睹一般,极力拉扯阿波罗尼奥斯不让他继续前行: “切莫让我们,”他说道,“也像那些鱼儿一样脱离本土而丧命,在异邦吐露无尽的哀怨;又或者陷入穷途末路去哀求某位掌权者或君王,而对方却如海豚对待那些鱼儿一般鄙弃我们。” 阿波罗尼奥斯笑着说: “你若畏惧这些,便算不得懂得哲学。我来指明这梦境意在何处:五百年前曾被大流士从优卑亚押送而来的厄勒特里亚人,正居住在这片基西亚土地上。据说他们当年被俘获时的遭遇,正如梦中景象所示,同鱼儿的命运无异;因为他们确实是被像拉大网捕鱼一般全数擒获的。因此,诸神似乎是在命令我前往他们那里,若能尽绵薄之力,便去照料他们。或许那些在此承受亡命之运的希腊人的亡魂,为了这片土地的福祉正召唤着我呢。因此,让我们离开正道,只去打听他们居于其旁的那口井的下落吧。” 据说这口井的水混合了沥青、石油与水;打水者将其倒出后,这些物质便各自分开并彼此分离。阿波罗尼奥斯自己在写给克拉佐墨奈的智者书信中,亦承认曾造访过基西亚;因为他为人极为宽厚尚义,一见厄勒特里亚人,便想起了那位智者,并向他致信述说所见之景以及为他们所做之事;他在整封信中都规劝那位智者同情厄勒特里亚人,凡是在练习以他们为题的讲演时,切勿拒绝为他们流下悲悯之泪。

语法注4 条
  1. 1.22ὁ δὲ τῆς λεαίνης τόκος

    提空主格(悬垂主格,nominativus pendens),用于在句首提出主题。随后紧接的主语转换为 αἱ λέαιναι(母狮们),因此该词组在句法上并未直接充当后续动词的主语。

  2. 1.22δοκεῖ γὰρ τῇ φύσει τῷ τικτομένῳ πρὸς τὸ τίκτον ἐπιτήδεια εἶναι ὑπὲρ σωτηρίας τοῦ γένους

    τῇ φύσει 为判断与格(“在自然看来”)。τῷ τικτομένῳ(所生之物)由形容词 ἐπιτήδεια(相适应、相调和)所支配,πρὸς τὸ τίκτον 则表示“相对于生育之母”。中性复数形容词 ἐπιτήδεια 与不定式 εἶναι 连用,表示事理上的适宜配合。

  3. 1.22οἱ δὲ δὴ στρουθοὶ

    跨越插入语 ἔφη ὁ Δάμις 与 οἱ παρὰ τῷ Ὁμήρῳ 相连,充当疑问句 τί φήσουσιν(“将作何解/将说什么?”)的语法主语。置于疑问词 τί 之前以突出话题,并在随后的关系从句中由宾格关系代词 οὓς 承接。

  4. 1.23ἐκχέαντος δὲ τοῦ ἀνιμήσαντος

    独立属格结构,其实质主语是实质化分词 τοῦ ἀνιμήσαντος(“打水者/汲水之人”)。整句意为“当汲水之人将其倒出时”,为主句主语 ταῦτα(“这些混合物质”)提供时间与条件前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.22-1.23