← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.21

巴比伦边境的审问与总督的款待

阿波罗尼奥斯一行在巴比伦边境遭多疑恐惧的总督盘问;该总督被阿波罗尼奥斯的威严与其通晓异语的能力所震慑,遂就先前的无礼道歉并对他礼遇备至。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

Κτησιφῶντα δὲ ὑπερβαλὼν καὶ παριὼν ἐς τὰ Βαβυλῶνος ὅρια1 φρουρὰ μὲν αὐτόθι ἦν ἐκ βασιλέως, ἣν οὐκ ἂν παρῆλθέ τις μὴ οὐκ ἐρωτηθεὶς2 ἑαυτόν τε καὶ πόλιν καὶ ἐφʼ ὅ τι ἥκοι. σατράπης δὲ τῇ φρουρᾷ ταύτῃ ἐπετέτακτο, βασιλέως τις, οἶμαι, ὀφθαλμός, ὁ γὰρ Μῆδος ἄρτι ἐς τὸ ἄρχειν ἥκων οὐ ξυνεχώρει ἑαυτῷ ἀδεῶς ζῆν, ἀλλὰ ὄντα τε καὶ οὐκ ὄντα δεδιὼς ἐς φόβους κατεπεπτώκει καὶ πτοίας. ἄγονται τοίνυν παρὰ τὸν σατράπην Ἀπολλώνιός τε καὶ οἱ ἀμφʼ αὐτόν, ὁ δὲ ἔτυχε μὲν σκηνὴν ἐφʼ ἁρμαμάξης πεποιημένος καὶ ἐξελαύνων ποι, ἰδὼν δὲ ἄνδρα αὐχμοῦ πλέων3 ἀνέκραγέ τε ὥσπερ τὰ δειλὰ τῶν γυναίων καὶ ξυνεκαλύψατο, μόγις τε ἀναβλέψας ἐς αὐτόν, πόθεν ἡμῖν ἐπιπεμφθεὶς ἥκεις; οἷον δαίμονα ἠρώτα. ὁ δὲ ὑπʼ ἐμαυτοῦ, ἔφη εἴ πη καὶ ἄκοντες ἄνδρες γένοισθε. πάλιν ἤρετο, ὅστις ὢν ἐσφοιτᾷ τὴν βασιλέως χώραν, ὁ δὲ ἐμὴ ἔφη πᾶσα ἡ γῆ καὶ ἀνεῖταί μοι διʼ αὐτῆς πορεύεσθαι. τοῦ δὲ βασανιῶ σε, εἰπόντος εἰ μὴ λέγοις, εἰ γὰρ ταῖς σαυτοῦ χερσίν, εἶπεν ὡς αὐτὸς βασανισθείης,4 θιγὼν ἀνδρός. ἐκπλαγεὶς δὲ αὐτὸν ὁ εὐνοῦχος, ἐπεὶ μηδὲ ἑρμηνέως ἑώρα δεόμενον, ἀλλʼ ὑπολαμβάνοντα τὴν φωνὴν ἀλύπως τε καὶ εὐκόλως πρὸς θεῶν εἶπε τίς εἶ; λιπαρῶν ἤδη καὶ μεταβαλὼν τοῦ τόνου. ὑπολαβὼν δὲ ὁ Ἀπολλώνιος ἐπειδὴ μετρίως ἔφη ταῦτα καὶ οὐκ ἀπανθρώπως ἤρου, ἄκουε, ὅς εἰμι· εἰμὶ μὲν ὁ Τυανεὺς Ἀπολλώνιος, ἡ δὲ ὁδὸς παρὰ τὸν Ἰνδῶν βασιλέα καθʼ ἱστορίαν τῶν ἐκεῖ, βουλοίμην δʼ ἂν καὶ τῷ σῷ βασιλεῖ ἐντυχεῖν· φασὶ γὰρ αὐτὸν οἱ ξυγγεγονότες οὐ τῶν φαύλων εἶναι, εἰ δὴ Οὐαρδάνης οὗτος, ὁ τὴν ἀρχὴν ἀπολωλυῖάν ποτʼ αὐτῷ νῦν ἀνακεκτημένος. ἐκεῖνος, ἔφη θεῖε Ἀπολλώνιε· πάλαι γάρ σε ἠκούομεν. σοφῷ δὲ ἀνδρὶ κἂν αὐτοῦ παραχωρήσειε τοῦ χρυσοῦ θρόνου καὶ πέμποι δʼ ἂν ὑμᾶς ἐς Ἰνδοὺς ἐπὶ καμήλου ἕκαστον. ἐγὼ δὲ καὶ ξένον ἐμαυτοῦ ποιοῦμαί σε καὶ δίδωμί σοι τούτων τῶν χρημάτων, ἅμα θησαυρὸν χρυσοῦ δείξας ὁπόσα βούλει δράττεσθαι, καὶ μὴ ἐς ἅπαξ, ἀλλὰ δεκάκις. παραιτησαμένου δὲ αὐτοῦ τὰ χρήματα σὺ δʼ ἀλλὰ οἴνου ἔφη Βαβυλωνίου, προπίνει δὲ αὐτοῦ βασιλεὺς δέκα ἡμῖν σατράπαις, ἀμφορέα ἔχε, συῶν τε καὶ δορκάδων τεμάχη ὀπτὰ ἄλευρά τε καὶ ἄρτους καὶ ὅ τι ἐθέλεις. ἡ γὰρ μετὰ ταῦτα ὁδὸς ἐπὶ πολλὰ στάδια κῶμαί εἰσιν οὐ πάνυ εὔσιτοι. καὶ λαβόμενος ἑαυτοῦ5 ὁ εὐνοῦχος, οἷον, ἔφη ὦ θεοί, ἔπαθον· ἀκούων γὰρ τὸν ἄνδρα μήτʼ ἀπὸ ζῴων σιτεῖσθαι μήτε οἴνου πίνειν, παχέως αὐτὸν καὶ ἀμαθῶς ἑστιῶ. ἀλλʼ ἔστι σοι ἔφη καὶ λεπτῶς με ἑστιᾶν, ἢν ἄρτους τε δῷς καὶ τραγήματα. δώσω ἔφη ζυμίτας τε ἄρτους καὶ φοίνικος βαλάνους ἠλεκτρώδεις τε καὶ μεγάλας. δώσω καὶ λάχανα, ὁπόσα ὁ Τίγρις κηπεύει. ἀλλʼ ἡδίω εἶπεν ὁ Ἀπολλώνιος τὰ ἄγρια καὶ αὐτόματα λάχανα τῶν ἠναγκασμένων καὶ τεχνητῶν. ἡδίω μέν, ἔφη ὁ σατράπης ἡ χώρα δὲ ἡμῖν ἡ ἐπὶ Βαβυλῶνος ἀψινθίου πλήρης οὖσα ἀηδῆ αὐτὰ φύει καὶ πικρά. πλὴν ἀλλὰ τοῦ σατράπου γε ἀπεδέξατο, καὶ ἀπιὼν ἤδη ὦ λῷστε, ἔφη μὴ λῆγε μόνον καλῶς, ἀλλὰ καὶ ἄρχου νουθετῶν που αὐτὸν ἐπὶ τῷ βασανιῶ σε, καὶ οἷς ἐν ἀρχῇ βαρβαρίζοντος ἤκουσε.

越过泰西封并走向巴比伦边境时,那里驻有一支来自国王的卫戍部队;若不被审问其身世、城邦以及因何而来,任何人皆不得通过。统领这支守军的是一位总督,想必是国王所谓的“耳目”之一;因为这位米底人登基未久,不敢让自己过安生日子,而是无论有无其事皆惶恐不安,陷入惊惧与慌乱之中。于是,阿波罗尼奥斯及其同行之人被押送至总督面前。此时总督适逢在车舆上搭设帷帐正欲外出巡行,但一见此人浑身污垢,便如怯弱的妇人般惊叫起来,并遮蒙住脸面,好不容易才抬眼看他,如同对待鬼怪般质问道: “你是奉谁之命被派来降祸于我们的?” 他答道: “奉我自己之命,好看看能否让你们即使违逆本愿,也多少成点男儿气概。” 总督再次盘问他是何等人物竟敢擅闯王土,他答道: “整个大地皆属于我,且任由我自如通行。” 总督说: “你若不招,我便对你严刑拷打。” 他说道: “但愿你能亲自动手,好让你在触碰一个真正的男儿时,自己反遭拷打!” 这位宦官见他甚至无需翻译,且能毫不费力、顺畅自如地领会言语,不禁大为骇异;他变了声调,语气已转为恳求,说道: “凭诸神起誓,你究竟是何人?” 阿波罗尼奥斯接着说道: “既然你如今问得温和而不再粗暴野蛮,便听我是谁吧:我是提亚纳的阿波罗尼奥斯,此番行程是为探访当地风物而前往印度国王之处;不过我也愿会见你们的国王,因为与他交往过的人皆说他并非平庸之辈——倘若他正是那位重新夺回曾一度失落之王位的瓦尔丹尼斯的话。” 宦官说道: “正是那位,神圣的阿波罗尼奥斯!因为我们早就耳闻您的大名了。对于智慧之人,王甚至愿意让出其纯金宝座,并且会派骆驼让你们每人乘骑前往印度。我自己亦愿待您为上宾,并赠予您这些财宝”——说着同时指向一处黄金宝库——“任您随意抓取,且不只抓一次,抓上十次皆可。” 见他谢绝钱财,总督便道: “那么,国王赏赐给我们十位总督的巴比伦佳酿,您至少收下一瓮吧;此外还有烤野猪肉、烤羚羊肉、面粉、面包以及您想要的任何物品;因为此后的路程中,连续许多斯塔德的村落皆极缺乏食粮。” 这时宦官回过神来自责道: “诸神啊,我犯了何等糊涂!我明知这位长者既不食动物之肉,亦不饮酒,竟这般粗俗无知地款待他。” 阿波罗尼奥斯说: “但若你给我面包与茶食点心,亦可算作雅致地款待我了。” 总督答道: “我将给您发酵面包,以及硕大如琥珀一般的椰枣;我还会将底格里斯河灌溉出的全部蔬菜赠予您。” 阿波罗尼奥斯说: “然而野生自长的蔬菜,比那些人工强行培育之物更为甘美。” 总督道: “固然更为甘美,但通往巴比伦的这片土地遍布苦艾,长出的野菜既苦涩又难以下咽。” 不过阿波罗尼奥斯还是领纳了总督的情意,临行之际说道: “良善之人啊,不仅要结局美好,开端亦须美好,”这无疑是在斥责他当初那句“我便对你严刑拷打”,以及起初从这位满口蛮腔之人嘴里所听到的胡话。

语法注5 条
  1. 1.21Κτησιφῶντα δὲ ὑπερβαλὼν καὶ παριὼν ἐς τὰ Βαβυλῶνος ὅρια

    悬垂分词结构(倒错破格),阳性单数主格分词(ὑπερβαλών, παριών)在语法上与主句主语(φρουρὰ ... ἦν)不一致。此结构将逻辑主语阿波罗尼奥斯置于句首提示,随后句式转入对驻军状况的客观描写。

  2. 1.21ἣν οὐκ ἂν παρῆλθέ τις μὴ οὐκ ἐρωτηθεὶς

    惯用双重否定结构:在主句含有否定(οὐκ ἄν)的情况下,伴随分词使用 μὴ οὐκ,表示严格的条件:“若不被审问便无人能够通过”。

  3. 1.21ἄνδρα αὐχμοῦ πλέων

    πλέων 是雅典第二变格形容词 πλέως 的阳性单数宾格形式,修饰前置的 ἄνδρα。作为表示“充满”的形容词,它支配属格 αὐχμοῦ(垢秽、肮脏)。

  4. 1.21εἰ γὰρ ταῖς σαυτοῦ χερσίν, ... ὡς αὐτὸς βασানισθείης

    εἰ γάρ 表愿望(“但愿……”),此处省略了动词(如 βασανίσαις)。其后的 ὡς 搭配希求法动词(βασανισθείης)引导目的从句(“好让你自己遭受拷打”)。

  5. 1.21λαβόμενος ἑαυτοῦ

    中间态动词 λαμβάνομαι 支配反身代词属格构成的惯用短语,意为“克制自己”、“自省”或“回过神来意识到自己的失误”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.21