← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.19-1.20

结识达米斯与美索不达米亚之行

阿波罗尼奥斯抵达尼尼微,遇到了崇敬其智慧并成为其终生同行者与记录者的达米斯。两人在泽乌格玛通过与关税官的机智问答后进入两河流域,阿波罗尼奥斯更在行经阿拉伯人领地时习得了通晓动物语言的智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

καὶ ἀφικνεῖται ἐς τὴν ἀρχαίαν Νῖνον, ἐν ᾗ ἄγαλμα ἵδρυται τρόπον βάρβαρον, ἔστι δὲ ἄρα Ἰὼ ἡ Ἰνάχου καὶ κέρατα τῶν κροτάφων ἐκκρούει μικρὰ καὶ οἷον μέλλοντα. ἐνταῦθα διατρίβοντι καὶ πλείω ξυνιέντι περὶ τοῦ ἀγάλματος ἢ οἱ ἱερεῖς καὶ προφῆται, προσεφοίτησε Δάμις ὁ Νίνιος, ὃν καταρχὰς ἔφην ξυναποδημῆσαί οἱ καὶ ξυνέμπορον γενέσθαι τῆς σοφίας πάσης καὶ πολλὰ τοῦ ἀνδρὸς διασώσασθαι, ὃς ἀγασθεὶς αὐτὸν καὶ ζηλώσας τῆς ὁδοῦ ἴωμεν, ἔφη Ἀπολλώνιε, σὺ μὲν θεῷ ἑπόμενος, ἐγὼ δὲ σοί, καὶ γάρ με καὶ πολλοῦ ἄξιον εὕροις ἄν· εἰ μὲν ἄλλο τι οὐκ οἶδα, τὸ δʼ οὖν ἐς Βαβυλῶνα ἧκον,1 πόλεις τε, ὁπόσαι εἰσίν, οἶδα ἀνελθὼν οὐ πάλαι καὶ κώμας, ἐν αἷς πολλὰ ἀγαθά, καὶ μὴν καὶ τὰς φωνὰς τῶν βαρβάρων, ὁπόσαι εἰσίν, εἰσὶ δὲ ἄλλη μὲν Ἀρμενίων, ἄλλη δὲ Μήδων τε καὶ Περσῶν, ἄλλη δὲ Καδουσίων, μεταλαμβάνω δὲ πάσας. ἐγὼ δέ, εἶπεν ὦ ἑταῖρε, πασῶν ξυνίημι, μαθὼν μηδεμίαν. θαυμάσαντος δὲ τοῦ Νινίου μὴ θαυμάσῃς, εἶπεν εἰ πάσας οἶδα φωνὰς ἀνθρώπων· οἶδα γὰρ δὴ καὶ ὅσα σιωπῶσιν ἄνθρωποι. ὁ μὲν δὴ Ἀσσύριος προσηύξατο αὐτόν, ὡς ταῦτα ἤκουσε, καὶ ὥσπερ δαίμονα ἔβλεπε, συνῆν τε αὐτῷ ἐπιδιδοὺς τὴν σοφίαν καὶ ὅ τι μάθοι μνημονεύων. φωνὴ δὲ ἦν τῷ Ἀσσυρίῳ ξυμμέτρως πράττουσα, τὸ γὰρ λογοειδὲς οὐκ εἶχεν, ἅτε παιδευθεὶς ἐν βαρβάροις, διατριβὴν δὲ ἀναγράψαι καὶ συνουσίαν καὶ ὅ τι ἤκουσεν ἢ εἶδεν ἀνατυπῶσαι καὶ ὑπόμνημα τῶν τοιούτων ξυνθεῖναι σφόδρα ἱκανὸς ἦν καὶ ἐπετήδευε τοῦτο ἄριστα ἀνθρώπων. ἡ γοῦν δέλτος ἡ τῶν ἐκφατνισμάτων τοιοῦτον τῷ Δάμιδι νοῦν εἶχεν· ὁ Δάμις ἐβούλετο μηδὲν τῶν Ἀπολλωνίου ἀγνοεῖσθαι, ἀλλʼ εἴ τι καὶ παρεφθέγξατο ἢ ʽἀμελῶςʼ εἶπεν, ἀναγεγράφθαι καὶ τοῦτο, καὶ ἄξιόν γε εἰπεῖν, ἃ καὶ πρὸς τὸν μεμψάμενον τὴν διατριβὴν ταύτην ἀπεφθέγξατο· διασύροντος γὰρ αὐτὸν ἀνθρώπου ῥᾳθύμου τε καὶ βασκάνου καὶ τὰ μὲν ἄλλα ὀρθῶς ἀναγράφειν φήσαντος, ὁπόσαι γνῶμαί τέ εἰσι καὶ δόξαι τοῦ ἀνδρός, ταυτὶ δὲ τὰ οὕτω μικρὰ ξυλλεγόμενον παραπλήσιόν που τοῖς κυσὶ πράττειν τοῖς σιτουμένοις τὰ ἐκπίπτοντα τῆς δαιτός, ὑπολαβὼν ὁ Δάμις εἰ δαῖτες ἔφη θεῶν εἰσι καὶ σιτοῦνται θεοί, πάντως που καὶ θεράποντες αὐτοῖς εἰσιν, οἷς μέλει τοῦ μηδὲ τὰ πίπτοντα τῆς ἀμβροσίας ἀπόλλυσθαι. Τοιοῦδε μὲν ἑταίρου καὶ ἐραστοῦ ἔτυχεν, ᾧ τὸ πολὺ τοῦ βίου συνεπορεύθη.

随后他来到了古老的尼尼微;城中依异邦风俗立有一座雕像,那正是伊纳科斯的女儿伊娥,其双鬓处凸显出初生般幼小的犄角。当他在此逗留,且对神像的领悟比祭司与预言者们更为透彻时,尼尼微人达米斯前来拜访他——正如我在开篇所言,此人后来与他同游远行,成为其全部智慧的同行者,并保全了此人的诸多言行。达米斯对他深表景仰,且对这趟旅程满怀热忱,说道: “阿波罗尼奥斯,让我们同行吧!你追随神明,而我追随你;你必会发现我大有用处。别的且不论,至少就前往巴比伦一事而言,我前不久刚刚上去过,知晓途中有多少城邦,以及藏有诸多美善之物的村落;更有甚者,我还通晓异族的诸般语言——亚美尼亚人有其语言,米底人与波斯人有其语言,卡杜西人亦有其语言——而我悉数掌握。” 但他回答道: “然而,朋友啊,虽然我未曾学过任何一种,我却通晓所有这些语言。” 当那尼尼微人面露惊异时,他说道: “若我通晓人类所有的语言,你无须惊异;因为我甚至知晓人类所保持沉默之事。” 这位亚述人闻听此言,便向他跪拜顶礼,将他视作神灵一般仰望;他便与他相伴,智慧日渐长进,并将所学到的一切默记于心。这位亚述人的言谈风格平易寻常,因为在异族中受教育,他不具备修辞的文采;但在记录讲义与聚会、生动再现所见所闻并将其编纂为备忘录方面,他却极为干练,且行此道在世人中最为精湛。无论如何,那部题为《断片集》的写字板在达米斯心中含有这样的旨趣:达米斯不希望阿波罗尼奥斯之事有任何一件湮没无闻,哪怕是他偶然随口道出或心不在焉所言之事,亦当一一记下。对于责难这种记录癖好之人,他所作的回应之言亦甚值得一提:当时一名怠惰而心怀嫉妒之徒嘲弄他,宣称他在其他方面——诸如记录那位长者的箴言与见解时——固然做得正确,但搜集这些如此微细琐屑之事,却近似于那些以宴席残羹冷炙为食的野犬;达米斯反驳道: “若神明亦有筵席且神明亦需进食,那么他们身旁必定有仆从,负责不让哪怕是一星半点的仙馔碎屑归于靡费。” 他便是寻得了这样一位同伴与崇拜者,与其结伴走过了大半生。

§1.20

παριόντας δὲ αὐτοὺς ἐς τὴν μέσην τῶν ποταμῶν ὁ τελώνης ὁ ἐπιβεβλημένος τῷ Ζεύγματι πρὸς τὸ πινάκιον ἦγε καὶ ἠρώτα, ὅ τι ἀπάγοιεν, ὁ δὲ Ἀπολλώνιος ἀπάγω ἔφη σωφροσύνην δικαιοσύνην ἀρετὴν ἐγκράτειαν ἀνδρείαν ἄσκησιν, πολλὰ καὶ οὕτω θήλεα εἴρας ὀνόματα. ὁ δʼ ἤδη βλέπων τὸ ἑαυτοῦ κέρδος ἀπόγραψαι οὖν ἔφη τὰς δούλας. ὁ δὲ οὐκ ἔξεστιν, εἶπεν οὐ γὰρ δούλας ἀπάγω ταύτας, ἀλλὰ δεσποίνας. τὴν δὲ τῶν ποταμῶν μέσην ὁ Τίγρις ἀποφαίνει καὶ ὁ Εὐφράτης ῥέοντες μὲν ἐξ Ἀρμενίας καὶ Ταύρου λήγοντος, περιβάλλοντες δὲ ἤπειρον, ἐν ᾗ καὶ πόλεις μέν, τὸ δὲ πλεῖστον κῶμαι, ἔθνη τε Ἀρμένια καὶ Ἀράβια, ἃ ξυγκλείσαντες οἱ ποταμοὶ ἔχουσιν, ὧν καὶ νομάδες οἱ πολλοὶ στείχουσιν, οὕτω τι νησιώτας ἑαυτοὺς νομίζοντες, ὡς ἐπὶ θάλαττάν τε καταβαίνειν φάσκειν, ὅτʼ ἐπὶ τοὺς ποταμοὺς βαδίζοιεν, ὅρον τε ποιεῖσθαι τῆς γῆς τὸν τῶν ποταμῶν κύκλον· ἀποτορνεύσαντες γὰρ τὴν προειρημένην ἤπειρον ἐπὶ τὴν αὐτὴν ἵενται θάλατταν. εἰσὶ δʼ, οἵ φασιν ἐς ἕλος ἀφανίζεσθαι τὸ πολὺ τοῦ Εὐφράτου καὶ τελευτᾶν τὸν ποταμὸν τοῦτον ἐν τῇ γῇ. λόγου δʼ ἔνιοι θρασυτέρου ἐφάπτονται, φάσκοντες αὐτὸν ὑπὸ τῇ γῇ ῥέοντα ἐς Αἴγυπτον ἀναφαίνεσθαι καὶ Νείλῳ συγκεράννυσθαι. ἀκριβολογίας μὲν δὴ ἕνεκα καὶ τοῦ μηδὲν παραλελεῖφθαί μοι τῶν γεγραμμένων ὑπὸ τοῦ Δάμιδος ἐβουλόμην ἂν καὶ τὰ διὰ τῶν βαρβάρων τούτων ʽπορευομένοιςʼ σπουδασθέντα εἰπεῖν, ξυνελαύνει δὲ ἡμᾶς ὁ λόγος ἐς τὰ μείζω τε καὶ θαυμασιώτερα, οὐ μὴν ὡς δυοῖν γε ἀμελῆσαι τούτοιν,2 τῆς τε ἀνδρείας, ᾗ χρώμενος ὁ Ἀπολλώνιος διεπορεύθη βάρβαρα ἔθνη καὶ λῃστρικά, οὐδʼ ὑπὸ Ῥωμαίοις πω ὄντα, τῆς τε σοφίας, ᾗ τὸν Ἀράβιον τρόπον ἐς ξύνεσιν τῆς τῶν ζῴων φωνῆς ἦλθεν. ἔμαθε δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων πορευόμενος ἄριστα γιγνωσκόντων τε αὐτὸ καὶ πραττόντων. ἔστι γὰρ τῶν Ἀραβίων ἤδη κοινὸν καὶ τῶν ὀρνίθων ἀκούειν μαντευομένων, ὁπόσα οἱ χρησμοί, ξυμβάλλονται δὲ τῶν ἀλόγων3 σιτούμενοι τῶν δρακόντων οἱ μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.

当他们渡向两河间的土地时,驻守在泽乌格玛的关税官将他们引至申报木牌前,询问他们随身带了何物。阿波罗尼奥斯说道: “我随身带着节制、正义、美德、自律、勇敢、修持,”一连串道出了许多如此这般的阴性名词。那税吏早已盘算着自己的私利,便说道: “那么,便将这些女奴登记在册吧。” 但他说道: “不可;因为我所带的并非女奴,而是女主人们。” 所谓两河间的地域,乃是由底格里斯河与幼发拉底河所界定;它们自亚美尼亚以及托罗斯山脉尽头奔流而出,环抱起一片大陆;其间虽有城邦,但大半皆为村落,居有被双河所闭锁环绕的亚美尼亚与阿拉伯各部族。其中多数人作为游牧民往来迁徙,他们自认若岛民一般,以至于每逢走向河流便宣称是在走向大海,并将双河环绕之圈视作大地的边界;盖因双河将上述大陆冲刷环削成形后,皆奔向同一片大海。亦有人声称,幼发拉底河的大部分消隐于沼泽之中,此河最终止于地底。更有甚者提出更为大胆之论,声称它潜流于地底,重新涌出于埃及,并与尼罗河汇流。为了记叙的严谨,亦为了不让我遗漏任何达米斯所书之言,我本愿详述在这些异族中穿行时他们所专注探究之事;然而叙述本身正驱使我们奔向更为宏大且更为神异的事件。不过,有两件事绝不可等闲忽视:其一是阿波罗尼奥斯在穿行那些甚至尚未臣服于罗马人的劫掠成性的蛮族时所展现的勇气;其二则是他依照阿拉伯人的风尚,领悟禽兽之语的智慧。他正是在途经这些最谙熟且最善于实践此道之阿拉伯人领地时习得了这项本领。因为阿拉伯人普遍能听懂鸟雀如神谕般的预兆之鸣,而他们借由食用——正如某些人所言是巨蟒的心脏,又据另一些人所言是其肝脏——来参透无理性动物的言语。

语法注3 条
  1. 1.19τὸ δʼ οὖν ἐς Βαβυλῶνα ἧκον

    由中性现在分词 ἧκον 加上定冠词构成的副词性宾格短语,意为“至少就与巴比伦相关之事而言”。介词短语 ἐς Βαβυλῶνα 修饰动词 ἥκω 的分词,表“涉及、关乎”。虚词组合 δʼ οὖν 起到收束前文保留意见(“别的且不论”)并将焦点集中于确定事实的作用。

  2. 1.20οὐ μὴν ὡς δυοῖν γε ἀμελῆσαι τούτοιν

    由 οὐ μήν 接 ὡς 加不定式构成的习惯性限制句式,引出补充说明:“不过,这绝非意味着要忽视这两件事”。它对前文主句(“叙述本身驱使我们奔向更为宏大的事件”)起到限制与修正作用,表明并非完全略过这两点不提。

  3. 1.20ξυμβάλλονται δὲ τῶν ἀλόγων

    动词 ξυμβάλλομαι 在此处意为“领会、阐释”,支配属格宾语 τῶν ἀλόγων(无理性动物,即动物的鸣声)。属于知觉与理解类动词支配属格(宾格性或部分性属格)的语法用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.19-1.20