- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.16-1.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯结束沉默之修持后造访安提阿,斥责当地的轻浮风气,以如立法者般的威严确立日常宣教规程,随后携两名仆从启程远赴印度寻访东方智者。
Ἐπεφοίτησε καὶ Ἀντιοχείᾳ τῇ μεγάλῃ πεπαυμένος τοῦ σιωπᾶν, καὶ παρῆλθεν ἐς τὸ ἱερὸν τοῦ Δαφναίου Ἀπόλλωνος, ᾧ περιάπτουσιν Ἀσσύριοι τὸν μῦθον τὸν Ἀρκάδα· τὴν γὰρ τοῦ Λάδωνος Δάφνην ἐκεῖ μεταφῦναι λέγουσι καὶ ποταμὸς αὐτοῖς ῥεῖ Λάδων, καὶ φυτὸν τιμᾶται παρʼ αὐτοῖς δάφνης, τοῦτο δὴ τὸ ἀντὶ τῆς παρθένου, κυπαρίττων τε ὕψη ἀμήχανα περιέστηκε κύκλῳ τὸ ἱερὸν καὶ πηγὰς ἐκδίδωσιν ὁ χῶρος ἀφθόνους τε καὶ ἠρεμούσας, αἷς τὸν Ἀπόλλω φασὶ ῥαίνεσθαι. ἐνταῦθα κυπαρίττου τι ἔρνος ἡ γῆ ἀναδέδωκεν ἐπὶ Κυπαρίττῳ φασὶν ἐφήβῳ Ἀσσυρίῳ, καὶ πιστοῦται τὴν μεταβολὴν ἡ ὥρα τοῦ φυτοῦ. καὶ ἴσως νεανικώτερον ἅπτεσθαι δοκῶ τοῦ λόγου διαμυθολογῶν τὰ τοιαῦτα· ἀλλʼ οὐχ ὑπὲρ μυθολογίας ταῦτα. τί δέ μοι ὁ λόγος βούλεται;ὁ Ἀπολλώνιος ἰδὼν τὸ ἱερὸν χαρίεν μέν, σπουδὴν δʼ ἐν αὐτῷ οὐδεμίαν, ἀλλʼ ἀνθρώπους ἡμιβαρβάρους καὶ ἀμούσους Ἄπολλον, ἔφη μετάβαλε τοὺς ἀφώνους ἐς δένδρα, ἵνα κἂν ὡς κυπάριττοι ἠχῶσιν. τὰς δὲ πηγὰς ἐπισκεψάμενος, ὡς γαλήνην ἄγουσι καὶ κελαρύζει σφῶν οὐδεμία, ἡ ἀφωνία εἶπεν ἡ ἐνταῦθα οὐδὲ ταῖς πηγαῖς ξυγχωρεῖ φθέγγεσθαι. πρὸς δὲ τὸν Λάδωνα ἰδὼν οὐχ ἡ θυγάτηρ ἔφη σοὶ μόνη μετέβαλεν, ἀλλὰ καὶ σὺ τῷ δόξαι βάρβαρος ἐξ Ἕλληνός τε καὶ Ἀρκάδος.1 Ἐπεὶ δὲ ἔγνω διαλέγεσθαι, τὰ μὲν ὁμιλούμενα τῶν χωρίων καὶ ἀτακτοῦντα παρῃτεῖτο φήσας οὐκ ἀνθρώπων ἑαυτῷ δεῖν, ἀλλʼ ἀνδρῶν,2 τὰ δὲ σεμνότερα ἐσεφοίτα καὶ ᾤκει τῶν ἱερῶν τὰ μὴ κληιστά. ἡλίου μὲν δὴ ἀνίσχοντος ἐφʼ ἑαυτοῦ τινα ἔπραττεν, ἃ μόνοις ἐποίει δῆλα τοῖς ἐτῶν τεττάρων σιωπᾶν γεγυμνασμένοις, τὸν δὲ μετὰ ταῦτα καιρόν, εἰ μὲν Ἑλλὰς ἡ πόλις εἴη καὶ τὰ ἱερὰ γνώριμα, ξυγκαλῶν ἂν τοὺς ἱερέας ἐφιλοσόφει περὶ τῶν θεῶν καὶ διωρθοῦτο αὐτούς, εἴ που τῶν νομιζομένων ἐξαλλάττοιεν, εἰ δὲ βάρβαρά τε καὶ ἰδιότροπα εἴη, διεμάνθανε τοὺς ἱδρυσαμένους αὐτὰ καὶ ἐφʼ ὅτῳ ἱδρύθη, πυθόμενός τε, ὅπη θεραπεύεται ταῦτα καὶ ὑποθέμενος, εἴ τι σοφώτερον τοῦ δρωμένου ἐνθυμηθείη, μετῄει ἐπὶ τοὺς ὁμιλητὰς καὶ ἐκέλευεν ἐρωτᾶν, ἃ βούλονται. ἔφασκε γὰρ χρῆναι τοὺς οὕτω φιλοσοφοῦντας ἠοῦς μὲν ἀρχομένης ξυνεῖναι θεοῖς, προϊούσης δὲ περὶ θεῶν, τὸν δὲ μετὰ ταῦτα καιρὸν ἀνθρωπείων πέρι τὰς ξυνουσίας ποιεῖσθαι. εἰπὼν δʼ ἂν πρὸς τοὺς ἑταίρους, ὁπόσα ἠρώτων, καὶ ἱκανῶς τῆς τοιαύτης ξυνουσίας ἔχων ἐπὶ τὴν διάλεξιν ἀνίστατο λοιπὸν τὴν ἐς πάντας, οὐ πρὸ μεσημβρίας, ἀλλʼ ὁπότε μάλιστα ἡ ἡμέρα ἑστήκοι. καὶ διαλεχθεὶς ἂν ὡς ἀπαρκεῖν ᾤετο, ἠλείφετό τε καὶ τριψάμενος ἵει ἑαυτὸν ἐς ὕδωρ ψυχρὸν γῆρας ἀνθρώπων καλῶν τὰ βαλανεῖα· τῆς γοῦν Ἀντιοχείας ἀποκλεισθείσης ἐς αὐτὰ ἐπὶ μεγάλοις ἁμαρτήμασιν ἔδωκεν ὑμῖν ἔφη ὁ βασιλεὺς κακοῖς οὖσι βιῶναι πλείονα ἔτη. Ἐφεσίων δὲ βουλομένων καταλιθῶσαι τὸν ἄρχοντα ἐπὶ τῷ μὴ ἐκπυροῦν τὰ βαλανεῖα ὑμεῖς μὲν τὸν ἄρχοντα ἔφη αἰτιᾶσθε, ἐπειδὴ πονηρῶς λοῦσθε, ἐγὼ δὲ ὑμᾶς, ὅτι λοῦσθε.
他结束了沉默之修持后,亦走访了大安提阿,并前往达芙妮的阿波罗圣所;亚述人将阿卡迪亚的神话附会于此,因为他们说拉冬的女儿达芙妮正是在此化为树木,且在他们那里流淌着一条拉冬河,亦有一株月桂树受他们敬奉,即那株取代了少女的树木。极高的柏树环绕着圣所,该地涌出丰沛而宁静的泉水,据说阿波罗便用这些泉水沐浴净身。相传大地在此为亚述少年库帕里斯索斯长出了一株柏树的幼苗,而树木的青春丰姿证实了这场变形。我在详述此类神话时,或许看似以过于年轻的气盛涉足了这篇记叙;然而这绝非为了神话本身。那么我的叙述意图何在?阿波罗尼奥斯见圣所虽景致秀美,其中却毫无严肃追求,尽是些半野蛮且缺乏教养之徒,便说道: “阿波罗啊,请将这些无声之人变为树木吧,好让他们至少能像柏树般沙沙作响。” 在视察了泉水,见其波澜不惊、无一处发出潺潺水声后,他说道: “此处的死寂甚至不容许泉水发出声响。” 他又望向拉冬河,说道: “于你而言,发生形变的不仅是你的女儿,你自己亦因由希腊人与阿卡迪亚人被视作了野蛮人而改变了。” 当他决意展开论辩时,他避开了人群聚居且秩序混乱的场所,声称自己所需要的不是常人,而是真正的男子汉;他转而寻访更为崇高的神殿,并留宿于那些未曾闭门落锁的殿宇之中。清晨日出之时,他独自进行某些秘仪,这些仅向受过四年沉默修持之人展示;至于此后的时光,若该城邦属希腊且祭仪为他所熟知,他便召集祭司,就神明之事展开哲学探讨,并在他们有任何偏离传统规制之处予以纠正;若是异邦且奇特的习俗,他便详加探究其始创者及创设缘由,探明其供奉之法,若能构想出比现有仪式更高明的智慧,便予以指点;随后他走向门人,命他们随意发问。因为他宣称,如此修习哲学之人,应当在黎明拂晓时与神明同在,白昼渐进时论及神明,其后的时间则就人间事务展开交往。在回答了同伴们所提的全部问题并充分进行了此类交流之后,他方才起身面向众人进行公开论辩,时间不在正午之前,而是在日轮居于天顶之时。在论辩至自认为充分之后,他便涂油摩挲,投身于冷水之中,将温水浴室斥为“人类的衰老”。事实上,当安提阿因犯下重大过失而被剥夺沐浴之权时,他说道: “皇帝已赐予你们这些恶人多活几年的恩典。” 而当以弗所人因长官未能充分加热浴室而企图用石头将其砸死时,他说道: “你们因洗不好澡而归咎于长官,我却因你们竟去洗澡而归咎于你们。”
λόγων δὲ ἰδέαν ἐπήσκησεν οὐ διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασιν, οὐδʼ αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζουσαν, ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο, οὐδὲ λεπτολογίᾳ ἐδίδου, οὐδὲ διῆγε τοὺς λόγους, οὐδὲ εἰρωνευομένου τις ἤκουσεν ἢ περιπατοῦντος ἐς τοὺς ἀκροωμένους, ἀλλʼ ὥσπερ ἐκ τρίποδος ὅτε διαλέγοιτο οἶδα ἔλεγε καὶ δοκεῖ μοι καὶ ποῖ φέρεσθε; καὶ χρὴ εἰδέναι. καὶ αἱ δόξαι βραχεῖαι καὶ ἀδαμάντινοι κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι, καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα. ἐρομένου δὲ αὐτὸν τῶν στενολεσχούντων τινός, ὅτου ἕνεκα οὐ ζητοίη, ὅτι ἔφη μειράκιον ὢν ἐζήτησα, νῦν δὲ οὐ χρὴ ζητεῖν, ἀλλὰ διδάσκειν ἃ εὕρηκα. πῶς οὖν, Ἀπολλώνιε, διαλέξεται ὁ σοφός; πάλιν ἐπερομένου αὐτὸν ὡς νομοθέτης, ἔφη δεῖ γὰρ τὸν νομοθέτην, ἃ πέπεικεν ἑαυτόν, ταῦτα ἐπιτάγματα ἐς τοὺς πολλοὺς ποιεῖσθαι. ὧδε αὐτῷ τὰ ἐν Ἀντιοχείᾳ ἐσπουδάζετο καὶ ἐπέστρεφεν ἐς ἑαυτὸν ἀνθρώπους ἀμουσοτάτους.
他所磨砺出的言辞风格,既非酒神颂般充斥着诗化词藻的浮夸,亦非过度雕琢而极尽阿提卡化的繁琐——因为他认为超越适度的阿提卡风格令人厌弃——他不沉溺于琐碎的辨析,亦不拖沓言辞,没有人听过他说反讽之言或在听众之间踱步漫步;相反,当他论道之时,宛如自三脚祭坛上发出的神谕,口中说道: “我知道”,以及“我认为”,以及“你们正漂向何方?”,以及“汝等当知”。 他的论断简练而坚若金石,词句严谨且切合实情,言谈带有若自权杖上宣示的法令般的威严回响。当一名钻牛角尖者询问他为何不进行探究时,他答道: “因为我年轻时已经探究过了;如今不是探究之时,而是教授我所发现之真理的时候。” 那人再次询问:“那么,阿波罗尼奥斯,智者应当如何论道?” 他答道:“应当如立法者一般;因为立法者必须将自己所深信之事,化作针对大众的法令命令。” 他在安提阿的事务便是这般严肃地推展,并使最缺乏教养的人亦归向于他。
μετὰ δὲ ταῦτα λογισμὸν ἑαυτῷ διδοὺς ἀποδημίας μείζονος, ἐνθυμεῖται τὸ Ἰνδικὸν ἔθνος καὶ τοὺς ἐν αὐτῷ σοφούς, οἳ λέγονται Βραχμᾶνές τε καὶ Ὑρκάνιοι εἶναι, προσήκειν φήσας νέῳ ἀνδρὶ ἀποδημεῖν τε καὶ ὑπερορίῳ αἴρεσθαι. εὕρημα δὲ τοὺς μάγους ἐποιεῖτο, οἳ Βαβυλῶνα καὶ Σοῦσα οἰκοῦσι, καὶ γὰρ ἂν καὶ τὰ ἐκείνων διαμαθεῖν ὁδῷ χρώμενος.3 καὶ πρὸς τοὺς ὁμιλητὰς ἑπτὰ ὄντας ἀνέφηνε τὴν γνώμην. πειρωμένων δὲ αὐτῶν ξυμβουλεύειν ἕτερα, εἴ πη ἀφελχθείη τῆς ὁρμῆς ταύτης, ἐγὼ μὲν θεοὺς ἔφη συμβούλους πεποίημαι καὶ τὰ δεδογμένα εἴρηκα, ὑμῶν δὲ βάσανον ἐποιούμην, εἰ πρὸς ἅπερ ἐγὼ ἔρρωσθε· ἐπεὶ τοίνυν μαλακῶς ἔχετε, ὑμεῖς μὲν ὑγιαίνετε ἔφη καὶ φιλοσοφεῖτε· ἐμοὶ δὲ βαδιστέα,4 οἷ σοφία τε καὶ δαίμων με ἄγει. ταῦτα εἰπὼν ἐξελαύνει τῆς Ἀντιοχείας μετὰ δυοῖν θεραπόντοιν, οἵπερ αὐτῷ πατρικὼ ἤστην, ὁ μὲν ἐς τάχος γράφων, ὁ δὲ ἐς κάλλος.
此后,他在心中谋划一场更为宏大的远行,念及印度民族以及其中的智者——他们被称为婆罗门与许尔卡尼亚人——声称远赴异邦、跨越疆界乃是年轻男子当为之事。他亦将定居于巴比伦与苏萨的贤士视作难得的际遇,因为顺道便可精研他们的智慧。他向共七名门人透露了这一打算;但当门人们试图提出其他建议、企图使他放弃这一冲动时,他说道: “我已将神明作为谋士,并宣告了既定的决断;我试探你们,不过是看你们是否如我一般坚强。既然你们意志软弱,那么你们便保重身体,”他说道,“继续去研习哲学吧;而我则必须前往智慧与神灵引我前行之处。” 言毕,他带着两名继承自父辈的仆人骑马离开了安提阿,其中一名仆人善于快写,另一名则善于书法。
- 1.16τῷ δόξαι βάρβαρος ἐξ Ἕλληνός τε καὶ Ἀρκάδος
带冠词不定式的与格(τῷ δόξαι)构成状语,表原因或方式。因不定式的逻辑主语与主句所指对象(拉冬)同一,其谓语补足语 βάρβαρος 采用了主格而非宾格(不定式的主格补足语)。意为“通过被视作野蛮人(而非希腊人与阿卡迪亚人)”。
- 1.16οὐκ ἀνθρώπων ἑαυτῷ δεῖν, ἀλλʼ ἀνδρῶν
此处不定式 δεῖν 为无人称动词 δεῖ 在间接引语中的形式,支配所需事物的属格(ἀνθρώπων, ἀνδρῶν)与主体的与格(ἑαυτῷ)。这形成了凡夫常人(ἄνθρωποι)与真正有气概之士(ἄνδρες)的鲜明对比。
- 1.18καὶ γὰρ ἂν καὶ τὰ ἐκείνων διαμαθεῖν ὁδῷ χρώμενος
带 ἄν 的不定式(ἂν... διαμαθεῖν)相当于间接引语中带 ἄν 的愿望式,表推测或可能性,反映了阿波罗尼奥斯在 ἐποιεῖτο 下的主观设想。分词短语 ὁδῷ χρώμενος 表手段或伴随情况,意为“顺道利用旅途,亦能精通他们的学问”。
- 1.18ἐμοὶ δὲ βαδιστέα
动词性形容词的中性复数 βαδιστέα 作无人称用法,表义务或必然(等同于中性单数 βαδιστέον),伴随表动作者的与格 ἐμοί,意为“我必须前行”。
