← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§1.14-1.15

五年默行与化解阿斯彭多斯的饥荒

阿波罗尼奥斯立誓守默五年,仅凭身姿手势便平息了多地的城邦纷争,并在阿斯彭多斯通过书面戒文制服囤粮巨商,化解了当地的饥荒危机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

ἐρομένου δέ ποτε τὸν Ἀπολλώνιον τοῦ Εὐξένου,1 τί δῆτα οὐ ξυγγράφοι καίτοι γενναίως δοξάζων καὶ ἀπαγγελίᾳ χρώμενος δοκίμῳ καὶ ἐγηγερμένῃ ὅτι ἔφη οὔπω ἐσιώπησα. καὶ ἐνθένδε ἀρξάμενος σιωπᾶν ᾠήθη δεῖν, καὶ τὴν μὲν φωνὴν κατεῖχεν, οἱ δʼ ὀφθαλμοὶ καὶ ὁ νοῦς πλεῖστα μὲν ἀνεγίγνωσκον, πλεῖστα δὲ ἐς μνήμην ἀνελέγοντο· τό τοι μνημονικὸν ἑκατοντούτης γενόμενος καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρρωτο, καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην ᾔδετο, ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον παρὰ τῆς μνημοσύνης εἶναι. οὐ μὴν ἄχαρις τά γε ἐς ξυνουσίας ἦν παρʼ ὃν ἐσιώπα χρόνον, ἀλλὰ πρὸς τὰ λεγόμενα καὶ οἱ ὀφθαλμοί τι ἐπεσήμαινον καὶ ἡ χεὶρ καὶ τὸ τῆς κεφαλῆς νεῦμα, οὐδὲ ἀμειδὴς ἢ σκυθρωπὸς ἐφαίνετο, τὸ γὰρ φιλέταιρόν τε καὶ τὸ εὐμενὲς εἶχε. τοῦτον ἐπιπονώτατον αὑτῷ φησι γενέσθαι τὸν βίον ὅλων πέντε ἐτῶν ἀσκηθέντα, πολλὰ μὲν γὰρ εἰπεῖν ἔχοντα μὴ εἰπεῖν, πολλὰ δὲ πρὸς ὀργὴν ἀκούσαντα μὴ ἀκοῦσαι, πολλοῖς δʼ ἐπιπλῆξαι προαχθέντα τέτλαθι δὴ κραδίη τε καὶ γλῶττα πρὸς ἑαυτὸν φάναι, λόγων τε προσκρουσάντων αὐτῷ παρεῖναι τὰς ἐλέγξεις τότε.

有一次,欧克塞诺斯询问阿波罗尼奥斯,既然他怀有高尚的思想,且兼具典雅而富于生气的表达能力,为何竟不著书立说?他答道:“因为我尚未践行沉默。” 自此,他认为自己应当保持沉默;他压抑住声音,然而双目与心智却阅览了极多的典籍,并将极多的事物铭记于心。确实,即便活到百岁高龄,他的记忆力仍强于西摩尼得斯;他还曾吟唱过一首献给记忆女神的颂歌,在其中他说,万物皆为时间所消磨,但时间本身却因记忆女神而青春永驻、历劫不朽。他在保持沉默的时期内,于人际交往中绝非缺乏风趣,而是面对别人的言论,他的眼神、手势以及头部的颔首都会有所示意,他看起来既非不苟言笑亦非神情阴郁,因为他始终保持着对同伴的友善与慈爱。他自述这整整修持了五年的生活对他而言是最为艰辛的:因为心中有许多话要说却不能说,听到许多令人恼怒的话却须装作不闻,被激起想要训诫许多人时却对自己说“忍耐吧,我的心与舌”,而有言论令他反感时,当时亦将驳辩置之不顾。

§1.15

διέτριψέ τε τοὺς τῆς σιωπῆς χρόνους τὸν μὲν ἐν Παμφύλοις, τὸν δὲ ἐν Κιλικίᾳ, καὶ βαδίζων διʼ οὕτω τρυφώντων ἐθνῶν οὐδαμοῦ ἐφθέγξατο, οὐδʼ ὑπήχθη γρύξαι. ὁπότε μὴν στασιαζούσῃ πόλει ἐντύχοι, πολλαὶ δὲ ἐστασίαζον ὑπὲρ θεαμάτων οὐ σπουδαίων, παρελθὼν ἂν καὶ δείξας ἑαυτὸν καί τι καὶ μελλούσης ἐπιπλήξεως τῇ χειρὶ καὶ τῷ προσώπῳ ἐνδειξάμενος ἐξῄρητʼ ἂν ἀταξία πᾶσα2 καὶ ὥσπερ ἐν μυστηρίοις ἐσιώπων. καὶ τὸ μὲν τοὺς ὀρχηστῶν τε καὶ ἵππων ἕνεκα στασιάζειν ὡρμηκότας ἀνασχεῖν οὔπω μέγα,3 οἱ γὰρ ὑπὲρ τοιούτων ἀτακτοῦντες, ἂν πρὸς ἄνδρα ἴδωσιν, ἐρυθριῶσί τε καὶ αὑτῶν ἐπιλαμβάνονται καὶ ῥᾷστα δὴ ἐς νοῦν ἥκουσι, λιμῷ δὲ πεπιεσμένην πόλιν οὐ ῥᾴδιον εὐηνίῳ καὶ πιθανῷ λόγῳ μεταδιδάξαι καὶ ὀργῆς παῦσαι. ἀλλʼ Ἀπολλωνίῳ καὶ ἡ σιωπὴ πρὸς τοὺς οὕτω διακειμένους ἤρκει. ἀφίκετο μὲν γὰρ ἐς Ἄσπενδον τὴν Παμφύλων — πρὸς Εὐρυμέδοντι δὲ οἰκεῖται ποταμῷ ἡ πόλις αὕτη, τρίτη τῶν ἐκεῖ — ὄροβοι δʼ ὤνιοι καὶ τὰ ἐς βρῶσιν ἀναγκαῖα διέβοσκεν αὐτούς, τὸν γὰρ σῖτον οἱ δυνατοὶ ξυγκλείσαντες εἶχον, ἵνʼ ἐκκαπηλευθείη τῆς χώρας. ἀνηρέθιστο δὴ ἐπὶ τὸν ἄρχοντα ἡλικία πᾶσα καὶ πυρὸς ἐπʼ αὐτὸν ἥπτοντο καίτοι προσκείμενον τοῖς βασιλείοις ἀνδριᾶσιν, οἳ καὶ τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ φοβερώτεροι ἦσαν τότε καὶ ἀσυλότεροι, Τιβερίου γε ὄντες, ἐφʼ οὗ λέγεταί τις ἀσεβῆσαι δόξαι τυπτήσας τὸν ἑαυτοῦ δοῦλον φέροντα δραχμὴν ἀργυρᾶν νενομισμένην ἐς Τιβέριον. προσελθὼν οὖν τῷ ἄρχοντι ἤρετο αὐτὸν τῇ χειρί, ὅ τι εἴη τοῦτο, τοῦ δὲ ἀδικεῖν μὲν οὐδὲν φήσαντος, ἀδικεῖσθαι δὲ μετὰ τοῦ δήμου, λόγου δʼ εἰ μὴ τύχοι, ξυναπολεῖσθαι τῷ δήμῳ, μετεστράφη τε εἰς τοὺς περιεστηκότας ὁ Ἀπολλώνιος καὶ ἔνευσεν ὡς χρὴ ἀκοῦσαι, οἱ δὲ οὐ μόνον ἐσιώπησαν ὑπʼ ἐκπλήξεως τῆς πρὸς αὐτόν, ἀλλὰ καὶ τὸ πῦρ ἔθεντο ἐπὶ τῶν βωμῶν τῶν αὐτόθι. ἀναθαρρήσας οὖν ὁ ἄρχων ὁ δεῖνα ἔφη καὶ ὁ δεῖνα πλείους εἰπὼν τοῦ λιμοῦ τοῦ καθεστηκότος αἴτιοι, τὸν γὰρ σῖτον ἀπολαβόντες φυλάττουσι κατʼ ἄλλος ἄλλο τῆς χώρας. διακελευομένων δὲ τῶν Ἀσπενδίων ἀλλήλοις ἐπὶ τοὺς ἀγροὺς φοιτᾶν, ἀνένευσεν ὁ Ἀπολλώνιος μὴ πράττειν τοῦτο, μετακαλεῖν δὲ μᾶλλον τοὺς ἐν τῇ αἰτίᾳ καὶ παρʼ ἑκόντων εὑρέσθαι τὸν σῖτον. ἀφικομένων δὲ μικροῦ μὲν ἐδέησε καὶ φωνὴν ἐπʼ αὐτοὺς ῥῆξαι,4 παθών τι πρὸς τὰ τῶν πολλῶν δάκρυα — καὶ γὰρ παιδία ξυνερρυήκει καὶ γύναια, καὶ ὠλοφύροντο οἱ γεγηρακότες, ὡς αὐτίκα δὴ ἀποθανούμενοι λιμῷ — τιμῶν δὲ τὸ τῆς σιωπῆς δόγμα γράφει ἐς γραμματεῖον ἐπίπληξιν καὶ δίδωσιν ἀναγνῶναι τῷ ἄρχοντι· ἡ δὲ ἐπίπληξις ὧδε εἶχεν· Ἀπολλώνιος σιτοκαπήλοις Ἀσπενδίων. ἡ γῆ πάντων μήτηρ, δικαία γάρ, ὑμεῖς δὲ ἄδικοι ὄντες πεποίησθε αὐτὴν αὑτῶν μόνων μητέρα, καὶ εἰ μὴ παύσεσθε, οὐκ ἐάσω ὑμᾶς ἐπʼ αὐτῆς ἑστάναι. ταῦτα δείσαντες ἐνέπλησαν τὴν ἀγορὰν σίτου καὶ ἀνεβίω ἡ πόλις.

他把沉默的岁月一部分度过在庞菲利亚,一部分在基利家;走在这些如此骄奢淫逸的部族之中,他未曾发出过任何声响,亦未被诱使吐露一字。每当他遇上陷入内讧的城邦——许多城邦因微不足道的游艺观赏而发生争斗——他只要走上前去,亮明自身,用手势和面容稍稍显出即将施加训诫的样子,一切骚乱便烟消云散,人们宛如置身密仪般安静下来。制止那些为舞人和赛马而陷入争端的人,尚算不得了不起的壮举;因为因这类琐事而胡作非为之人,一旦仰望一位真正的大师,便会面红耳赤并克制自身,极其容易恢复理智;然而要用顺从且具说服力的言辞去规劝一座饱受饥荒折磨的城邦并平息其怒火,却绝非易事。但对阿波罗尼奥斯而言,面对陷入此种境地的人,仅凭沉默便已足够。 因为他来到了庞菲利亚的阿斯彭多斯——该城坐落于欧律墨冬河畔,是当地第三大城——当时野豌豆在市面上售卖,人们仅靠维系生存所必需之物果腹,因为权贵们将粮食囤积锁闭,企图运出国境贩卖牟利。各阶层的民众都被激怒并针对长官,正向他纵火,尽管长官紧贴着皇帝的塑像;当时皇帝的塑像甚至比奥林匹亚的宙斯像更令人畏惧且更不可侵犯,因为那是提比略的塑像;据说在提比略统治时期,曾有人因殴打携带着铸有提比略像的银德拉克马的家奴而被视为大不敬。阿波罗尼奥斯遂走向长官,用手势询问这是怎么一回事;长官表示自己毫无过错,乃是与民众一同受害,若得不到申诉的机会,便将与民众一同灭亡。阿波罗尼奥斯转过身面向周围聚拢的人群,点头示意他们应当倾听;众人不仅出于对他的敬畏而肃静下来,甚至将火把置于当地的祭坛之上。 长官于是重新振作起来,说道:“某某与某某”——列举了数人的名字——“是这场饥荒的罪魁祸首,因为他们垄断了粮食,分别看守在乡间的各个地方。” 当阿斯彭多人相互催促奔赴田庄抢粮时,阿波罗尼奥斯摇头表示不可如此行事,而应召集那些受指控之人,让他们自愿交出粮食。待这些人到来时,阿波罗尼奥斯为大众的泪水所动,几乎忍不住要对他们开口斥责——因为妇孺汇聚,老人们亦在痛哭,仿佛立刻就要饿死一般;但他谨遵沉默的信条,在写字板上写下斥责之辞,递给长官朗读。那训诫之文写道: “阿波罗尼奥斯致阿斯彭多的粮商:大地是万物之母,因其公正;而汝等不义,却将她化为汝等独占之母。汝等若不收手,我便不容汝等立足于大地之上。” 粮商们畏惧此言,遂将粮食倾入集市,全城因之复苏。

语法注4 条
  1. 1.14ἐρομένου δέ ποτε τὸν Ἀπολλώνιον τοῦ Εὐξένου

    属格独立结构(ἐρομένου ... τοῦ Εὐξένου)中包含了动词 ἐρωτάω(通常接双宾格)所支配的人称宾格(τὸν Ἀπολλώνιον)。询问的具体内容由间接疑问句 τί δῆτα οὐ ξυγγράφοι 表达,其中的祈愿语气为继主句过去时态之后的转述祈愿式。

  2. 1.15παρελθὼν ἂν καὶ δείξας ἑαυτὸν καί τι καὶ μελλούσης ἐπιπλήξεως τῇ χειρὶ καὶ τῷ προσώπῳ ἐνδειξάμενος ἐξῄρητʼ ἂν ἀταξία πᾶσα

    此句为表示过去反复或习惯性动作的“ἄν + 直陈式过去时”(此处为过去完成时形式 ἐξῄρητο ἄν)结构。它与前文的时间/从属从句 ὁπότε ... ἐντύχοι(过去反复祈愿式)相呼应,表示“每当他走上前亮明自身,一切骚乱便总会平息”。

  3. 1.15καὶ τὸ μὲν τοὺς ὀρχηστῶν τε καὶ ἵππων ἕνεκα στασιάζειν ὡρμηκότας ἀνασχεῖν οὔπω μέγα

    冠词化不定式短语 τὸ ... ἀνασχεῖν(“制止……”)作句子的主语,谓语形容词为 οὔπω μέγα(“尚算不得大事”)。不定式 ἀνασχεῖν 的宾语是分词短语 τοὺς ... ὡρμηκότας(“那些仓促陷入……的人”),其内部又由不定式 στασιάζειν(“引发纷争”)作进一步限定。

  4. 1.15μικροῦ μὲν ἐδέησε καὶ φωνὴν ἐπʼ αὐτοὺς ῥῆξαι

    成语结构 μικροῦ δεῖ / ἐδέησε + 不定式,意为“几乎/差点要做某事”。此处的 καὶ 进一步修饰并强调不定式 ῥῆξαι(“破口发出声音”),表达他受群众眼泪感染,“差点忍不住开口斥责他们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.14-1.15