- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯在父亲去世后继承并分割了遗产,通过精妙的劝导与财物让与使放荡的兄长改邪归正,用余财救济穷困亲族,并终身践行远超常人的禁欲与克制。
ἐπεὶ δὲ τεθνεῶτα τὸν πατέρα ἤκουσεν, ἔδραμεν ἐς τὰ Τύανα, κἀκεῖνον μὲν ταῖς ἑαυτοῦ χερσὶν ἔθαψε πρὸς τῷ τῆς μητρὸς σήματι, ἐτεθνήκει δὲ κἀκείνη οὐ πάλαι, τὴν δὲ οὐσίαν λαμπρὰν οὖσαν διέλαχε πρὸς τὸν ἀδελφὸν ἀκόλαστόν τε καὶ φιλοπότην ὄντα. καὶ τῷ μὲν τρίτον τε καὶ εἰκοστὸν ἦν ἔτος καὶ ἡλικία οἵα μὴ ἐπιτροπεύεσθαι, ὁ δʼ αὖ εἴκοσι γεγόνει καὶ οἱ νόμοι αὐτὸν ὑπεῖχον τοῖς ἐπιτρόποις.1 διατρίψας οὖν ἐν Αἰγαῖς πάλιν καὶ τὸ ἱερὸν Λύκειόν τε ἀποφήνας καὶ Ἀκαδημίαν, φιλοσοφίας γὰρ ἠχὼ πάσης ἐν αὐτῷ ἦν, ἐπανῆλθεν ἐς τὰ Τύανα ἀνὴρ ἤδη καὶ κύριος τῶν ἑαυτοῦ, εἰπόντος δὲ πρὸς αὐτόν τινος, ὡς σωφρονίσαι τὸν ἀδελφὸν προσήκοι αὐτῷ καὶ μεταβαλεῖν τοῦ τρόπου, τουτὶ μὲν θρασὺ ἔφη δόξει, πρεσβύτερον γὰρ νέος πῶς ἂν σωφρονίζοιμι; ὡς δέ μοι δυνατόν, ἰάσομαι αὐτὸν τουτωνὶ τῶν παθῶν· δίδωσι δὴ αὐτῷ τὴν ἡμίσειαν τῆς ἑαυτοῦ μοίρας, τὸν μὲν πλειόνων δεῖσθαι φήσας, ἑαυτὸν δὲ ὀλίγων, ἐφιστὰς δὲ αὐτὸν καὶ σοφῶς ὑπαγόμενος ἐς τὸ σωφρονίζοντι πείθεσθαι ὁ μὲν πατὴρ ἔφη μεθέστηκεν, ὃς ἐπαίδευέ τε ἡμᾶς καὶ ἐνουθέτει, λοιπὸς δὲ σὺ ἐμοὶ καὶ σοὶ δήπου ἐγώ· εἴτʼ οὖν ἐγώ τι ἁμαρτάνοιμι, σύμβουλος γίγνου καὶ ἰῶ τἀμά, εἴτʼ αὐτός τι ἁμαρτάνοις, ἀνέχου διδάσκοντος. κἀκεῖνον μέν, ὥσπερ οἱ καταψῶντες τοὺς δυσηνίους τε καὶ μὴ εὐαγώγους τῶν ἵππων, ἐς πειθὼ ἤγαγε καὶ μετερρύθμισε τῶν ἁμαρτημάτων πολλῶν ὄντων,2 καὶ γὰρ κύβων ἥττητο καὶ οἴνου καὶ ἐφʼ ἑταίρας ἐκώμαζεν ἐπαιρούσης αὐτὸν κόμης, ἣν καὶ βαφαῖς ἤσκει, σοβῶν τε καὶ ἄνω βαίνων. ἐπεὶ δὲ καὶ τὰ πρὸς τὸν ἀδελφὸν αὐτῷ εὖ εἶχεν, ἐπὶ τοὺς ἄλλους ἤδη συγγενεῖς ἐτράπετο καὶ τοὺς δεομένους σφῶν ἀνεκτήσατο τῇ λοιπῇ οὐσίᾳ μικρὰ ἑαυτῷ ὑπολιπόμενος, ὅτε δὴ τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀγέλαις τε καὶ μήλοις τὰ ἑαυτοῦ ἀνέντα προβάτοις ἔφη μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι, τὸν δὲ Θηβαῖον Κράτητα καταποντώσαντα τὴν οὐσίαν οὔτε ἀνθρώποις γενέσθαι ἐπιτήδειον οὔτε προβάτοις. εὐδοκιμήσαντος δὲ τοῦ Πυθαγόρου ἐπὶ τῷ λόγῳ, ὃν ἔλεγε περὶ τοῦ μὴ δεῖν παρʼ ἄλλην ἰέναι γυναῖκα ἢ τὴν ἑαυτοῦ, τουτὶ μὲν ἑτέροις ἔφη ὑπὸ Πυθαγόρου προειρῆσθαι, αὐτὸς δὲ μήτʼ ἂν γῆμαι μήτʼ ἂν ἐς ὁμιλίαν ἀφικέσθαι ποτὲ ἀφροδισίων, ὑπερβαλλόμενος καὶ τὸ τοῦ Σοφοκλέους· ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν ἐς γῆρας ἐλθών, ὁ δʼ ὑπʼ ἀρετῆς τε καὶ σωφροσύνης οὐδʼ ἐν μειρακίῳ ἡττήθη τούτου, ἀλλὰ καὶ νέος ὢν καὶ τὸ σῶμα ἐρρωμένος ἐκράτει τε καὶ λυττῶντος ἐδέσποζεν. ἀλλʼ ὅμως συκοφαντοῦσί τινες ἐπὶ ἀφροδισίοις αὐτόν, ὡς διαμαρτίᾳ ἐρωτικῇ χρησάμενον καὶ διὰ τοῦτο ἀπενιαυτίσαντα ἐς τὸ Σκυθῶν ἔθνος, ὃς οὔτε ἐφοίτησέ ποτε ἐς Σκύθας οὔτε ἐς ἐρωτικὰ πάθη ἀπηνέχθη·3 οὔκουν οὐδὲ Εὐφράτης ποτὲ ἐσυκοφάντησεν ἐπὶ ἀφροδισίοις τὸν ἄνδρα, καίτοι ψευδῆ γράμματα κατʼ αὐτοῦ ξυνθείς, ὡς ἐν τοῖς περὶ Εὐφράτου λόγοις δείξομεν, διεφέρετο δὲ πρὸς τὸν Ἀπολλώνιον, ἐπειδὴ πάνθʼ ὑπὲρ χρημάτων αὐτὸν πράττοντα ἐπέκοπτεν οὗτος καὶ ἀπῆγε τοῦ χρηματίζεσθαί τε καὶ τὴν σοφίαν καπηλεύειν. ἀλλὰ ταῦτα μὲν ἐς τοὺς αὐτῶν χρόνους ἀναβεβλήσθω μοι.
当他得知父亲去世的消息,便急忙赶回蒂亚纳,亲手将父亲安葬在母亲的墓旁——母亲亦在不久前去世。随后,他与放荡嗜酒的兄长分割了丰厚的遗产。兄长时年二十三岁,已到了不再需要监护人的年纪,而阿波罗尼奥斯刚满二十岁,法律规定他仍须受监护人管辖。因此,他再次前往埃盖驻留,并将那座圣所变成了吕克昂与阿卡德米——因为其中回荡着各派哲学的回响;在此之后,他已成长为自立的成年人并成为自身财产的主人,遂返回蒂亚纳。有人对他说,他应当使兄长归于克制并改变其行径,他答道:“这看似冒失,我一介年轻之辈,怎能管教长兄呢?但在我力所能及的范围内,我定会医治他的这些情欲之疾。” 于是,他将自己所得财产的一半分给了兄长,声称兄长所需甚多,而自己所求甚微;他促使兄长省思,并巧妙地引导他听从劝诫之人,说道:“教养并训诫我们的父亲已经离世,对我而言剩下的只有你,对你而言想必也只有我了。因此,倘若我犯下何种过错,请你作我的谋士并纠正我的偏颇;倘若你自身犯了过错,也请耐下心来听从我的教导。”他宛如抚摩那些倔强桀骜的马匹一般,使兄长心悦诚服,并矫正了他的诸多劣迹;因为兄长过去沉迷于骰戏与酗酒,昂首阔步、傲慢摇摆,因自己那精心染饰的秀发而洋洋自得,出没于欢场娼妓之间。待与兄长的关系理顺之后,他又转向其他亲族,用所剩的家产救济了其中贫困之人,仅为自己留下了微薄之资。正是在此时,他说克拉佐美奈的阿那克萨哥拉将财产遗弃给牛羊群,与其说是为人类作哲学思考,不如说是为了羊群;而底比斯的克拉特斯将家资沉入大海,对人对羊都毫无益处。此外,当毕达哥拉斯因主张人不当亲近除妻子之外的妇人而广受赞誉时,阿波罗尼奥斯表示,这是毕达哥拉斯为他人预立的戒律,而他自己则既不婚娶,亦绝不涉足任何男女交媾之事,这甚至超越了索福克勒斯的境界:因为索福克勒斯曾言自己到了晚年才摆脱了一位狂暴凶野的主人,而阿波罗尼奥斯凭借德性与节制,甚至在少年时代都未曾屈服于此,反而在年轻力壮之时便克制并驭服了这位狂暴的主人。尽管如此,仍有人在男女私情上对他横加诽谤,声称他犯下了情欲过失,并因此远走斯基泰部族流寓一年;然而他既未曾造访过斯基泰人,亦未曾陷溺于情欲。事实上,就连尤弗拉特斯也未曾在男女私情上诽谤过他,尽管此人捏造伪信中伤阿波罗尼奥斯(正如我们在论及尤弗拉特斯之处所将展示的那样);尤弗拉特斯与阿波罗尼奥斯反目,乃是因为后者斥责他唯利是图,并阻止他敛财与出卖智慧。不过,这些事且留待合适的时候再行叙述。
- 1.13καὶ τῷ μὲν τρίτον τε καὶ εἰκοστὸν ἦν ἔτος καὶ ἡλικία οἵα μὴ ἐπιτροπεύεσθαι, ὁ δʼ αὖ εἴκοσι γεγόνει καὶ οἱ νόμοι αὐτὸν ὑπεῖχον τοῖς ἐπιτρόποις.
借助小词 μέν 与 δέ 的对比,指示代名词 τῷ μὲν 与 ὁ δʼ αὖ 形成了两兄弟法律年龄与地位的对照。前者为与格 τῷ μὲν(指兄长),作 ἦν 的领有与格,其后由定语从句 οἵα μὴ ἐπιτροπεύεσθαι(表示特征的代词 οἷος 连接带否定词 μή 的被动不定式)修饰;后者为主格 ὁ δʼ αὖ(指阿波罗尼奥斯),作过去完成时动词 γεγόνει 的主语。
- 1.13μετερρύθμισε τῶν ἁμαρτημάτων πολλῶν ὄντων
动词 μεταρρυθμίζω(使转变、矫正)后接分离属格 τῶν ἁμαρτημάτων,构成“使其从诸多过失中转变/矫正”之意。属格分词短语 πολλῶν ὄντων 作修饰属格名词的附带状况(让步)分词短语(即“尽管其过错甚多”)。
- 1.13ὡς διαμαρτίᾳ ἐρωτικῇ χρησάμενον καὶ διὰ τοῦτο ἀπενιαυτίσαντα ἐς τὸ Σκυθῶν ἔθνος, ὃς οὔτε ἐφοίτησέ ποτε ἐς Σκύθας οὔτε ἐς ἐρωτικὰ πάθη ἀπηνέχθη
动词 συκοφαντοῦσι(诽谤)所指控的内容通过连词 ὡς 引导宾格分词 χρησάμενον 与 ἀπενιαυτίσαντα(逻辑主语为受格的阿波罗尼奥斯)来表现诽谤者的主观声称。与此相对,随后的关系从句 ὃς οὔτε... ἀπηνέχθη 则切换为叙述者自身的客观视角,使用直陈式不定过去时(ἐφοίτησε, ἀπηνέχθη)断言事实,在句法结构上鲜明反驳了前述诽谤。
