- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:99.8-100.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯注疏亚里士多德《尼各马可伦理学》卷四第一章,阐明慷慨者照管自身财产的必要性,解释慷慨是相对于财产规模而非绝对数量,并剖析亚里士多德使用“更为慷慨”这一比较级表述的修辞与义理内涵。
Τὸ δὲ ἑξῆς ἐστι μὲν καὶ αὐτὸ παρατήρημα τῶν ὑπαρχόντων τῷ ἐλευθερίῳ καθάπερ καὶ τὰ πολλὰ τῶν ῥηθέντων, ὠφέλιμον δὲ καὶ εἰς τὴν παρακειμένην φαντασίαν τοῖς ἐλευθερίοις. οἱ γὰρ ἀμελοῦντες τῶν ἰδίων κτημάτων φαντασίαν τοῖς μὴ ὀρθοσκοποῦσι παρέχουσιν ἐλευθερίων, οὐκ ἔστι δὲ ἐλευθερίου ἀμελεῖν τῶν ἰδίων ἀλλὰ τοὐναντίον. πῶς γὰρ ἐπαρκέσει οἷς δεῖ μὴ ἐπιμελούμενος; διόπερ καὶ ἡ οἰκονομικὴ ἀρετή τίς ἐστιν. ἕκαστος γὰρ τῶν ἐναρέτων ἐκείνου ἐπιμελεῖται, ᾧ χρώμενος ἐνεργήσει κατὰ τὴν οἰκείαν ἀρετήν· ὁ γοῦν ἀνδρεῖος ἰσχύος ἐπιμελεῖται, ἵνα δύνηται κατ’ αὐτὴν ἐνεργεῖν. παραπλήσιον δὲ τόν τε ἀνδρεῖον ἰσχύος ἀμελεῖν καὶ τὸν ἐλευθέριον κτήσεως, εἴπερ διὰ τούτων αἱ ἐνέργειαι τῶν εἰρημένων ἀρετῶν. ἐνίοτε δὲ καὶ ἔλαττον καταλείψει ἑαυτῷ ὁ ἐλευθέριος αἱροῦντος τοῦ λόγου·1 οὐ γὰρ πάντως εἰς αὑτὸν ἀποβλέπει ἀλλ’ εἰς τὸ καλόν. Δῆλον δὲ καὶ τὸ ἑξῆς λεγόμενον, ὅτι ἡ ἐλευθεριότης κατὰ τὴν οὐσίαν, ὅτι οὐκ ἐν τῷ πολλὰ διδόναι· τὸ γὰρ καλόν, ὅταν ἀπὸ ἕξεως γίνηται, οἷον τὸ κατ’ ἀνδρείαν καλόν, ὅταν ἀπὸ ἀνδρείας γίνηται· καὶ τὸ κατ’ ἐλευθεριότητα οὖν καλόν, ὅταν ἀπὸ ἕξεως γίνηται. τῆς ἕξεως δέ ἐστι τὸ διαφυλάττειν πάντας τοὺς εἰρημένους ὁρισμούς, τὸ ὅτε, τὸ οἷς δεῖ, τὸ οὗ ἕνεκα, τὸ ὅσον. παραβαίνει δὲ τὸ ὅσον ὁ μὴ κατὰ τὴν οὐσίαν διδοὺς ἀλλ’ ἢ ὑπερβάλλων ἢ ἐλλείπων. οὐδὲν δὲ κωλύει ἐλευθεριώτερον εἶναι, φησί, τὸν τὰ ἐλάττω διδόντα, ἐὰν ἀπὸ ἐλαττόνων διδῷ, τοῦ ἀπὸ πλειόνων μὲν πλείω διδόντος μὴ κατὰ τὴν οὐσίαν δέ. ὁμοίως δὲ οὐδὲν κωλύει καὶ τὸν τὰ ἐλάττω ἔχοντα, πλείω δὲ διδόντα, κατὰ τὴν οὐσίαν ἄσωτον εἶναι ἀλλ’ οὐκ ἐλευθέριον, τὸν δὲ τὰ ἐλάττω διδόντα ἐλευθέριον. πῶς δ’ εἶπεν ἐλευθεριώτερον εἶναι τὸν τὰ ἐλάττω διδόντα; ἆρά γε ὡς ὄντος τοῦ μὲν ἧττον, τοῦ δὲ μᾶλλον ἐλευθερίου; ἀλλ’ εἴ γε παραβαίνει ἅτερος καὶ μὴ δίδωσι κατὰ τὴν οὐσίαν μηδὲ φυλάσσει τὸ ὅσον δεῖ προΐεσθαι, οὐκ ἔστιν ἐλευθέριος. πότερον οὖν ἔστιν ἄνεσις καὶ ἐπίτασις ἐν ταῖς ἀτελέσιν ἀρεταῖς (ἔστω δὲ ἐπὶ τῆς ἐλευθεριότητος ὁ λόγος), οἷον ἐὰν τὰ μὲν ἅπαντά τις ἀκριβοῖ διδοὺς μὲν οἷς δεῖ καὶ ὅτε δεῖ καὶ τοῦ καλοῦ ἕνεκα καὶ τἄλλα πάντα, ἐλλείπων δὲ ἐν τῇ ποσότητι· ἢ οὐχ οὕτως εἶπεν ἐλευθεριώτερον, ἀλλ’ εἴωθε συγκρίνων πολλάκις λέγειν, ὅταν ὁ μὲν ᾖ, ὁ δ’ ὅλως μή,2 οἷον φρονιμώτερον τὸν βουλευτικὸν μᾶλλον, ἧττον δὲ τὸν μή, τοῦ μὲν ὄντος φρονίμου τοῦ δὲ μή. Τὸ δ’ ἑξῆς λεγόμενον οὐ καθόλου ἐστίν, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον. ὡς ἐπὶ τὸ πολὺ γὰρ ἐλευθεριώτεροι οἱ μὴ κτησάμενοι ἀλλὰ παραλαβόντες τῶν κτησαμένων δι’ αὑτῶν, ἐπεὶ πολλάκις γ’ ἐναντίως ἔχει. καὶ τὸ μετὰ ταῦτά γε οὐκ ἀναγκαίως συμβαίνει, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, τὸ μὴ ῥᾳδίως πλουτεῖν τὸν ἐλευθέριον δι’ ἃ λέγει· τῇ δὲ ἐπιμελείᾳ καὶ τῷ μὴ διδόναι, οἷς μὴ δεῖ, εὐπορήσει εἰς τὴν δέουσαν χρῆσιν. ἐπεὶ δ’ ὁ ἀναλίσκων ὑπὲρ τὴν οὐσίαν ἄσωτος, διὰ τοῦτο οὐ λέγομεν τοὺς τυράννους ἀσώτους· οὐδεμία γὰρ δαπάνη δοκεῖ ὑπερβάλλειν αὐτῶν τὸ πλῆθος τὸ τῆς οὐσίας· τοὐναντίον δὲ εἰώθαμεν ἐνίοτε φαυλίζειν τοὺς τυράννους καὶ τοὺς βασιλεῖς, ὅταν μὴ κατὰ τὴν οὐσίαν ἀναλίσκωσι.
接下来所述之事,正如大部分已言及之事一样,其本身亦是对属于慷慨者之特质的考察,而且对于辨明依附于慷慨者的虚假外象也是有益的。因为那些疏忽自己财产的人,向那些未能正确观察的人呈现出慷慨者的外象,但疏忽自己的财产并不属于慷慨者,反而恰恰相反。因为若不加照管,他又怎能资助所应当之人呢?正因如此,家政术亦是一种美德。因为每一个有德之人,都会照管那个若使用它便能依照其固有美德进行现实活动之物;至少勇敢者会照管体力,以便能够依照它而活动。而勇敢者疏忽力量与慷慨者疏忽财产乃是相似的,假若上述美德的活动正是通过这些事物而实现的。然而有时,只要理性有所要求,慷慨者亦会给自己留下较少之物;因为他绝非着眼于自身,而是着眼于高尚。 接下来所说的亦是显而易见的,即慷慨乃是依照财产而定,因为慷慨不在于给予之多;因为高尚之事唯当出于品质时方始成就,正如依照勇敢的高尚之事唯当出于勇敢时方始成就;因此依照慷慨的高尚之事亦当出于品质时方始成就。而保持所有上述规定——何时、向所应当之人、为了何目的、多少——乃是属于该品质的。但不依照财产给予而是过度或不及的人,则违背了“多少”这一规定。他说,如果从较少之中给予,给予较少者比从较多财产中给予较多却不依照财产者“更为慷慨”,这并没有什么妨碍。同样,拥有较少却给予较多者依照财产而言是放荡者而非慷慨者,而给予较少者是慷慨者,这也没有任何妨碍。但他为何说给予较少者“更为慷慨”呢?难道是由于一者较少慷慨而另一者更多慷慨吗?但若另一者逾越规定,既不依照财产给予,亦不守持应当给出的数量,他就根本不是慷慨者。那么,是否在不完全的美德中存在着弛缓与张弛(假定这里的论述是关于慷慨的),例如某人在其他一切方面都严格做到,向所应当之人、在所应当之时且为了高尚之故而给予,以及所有其他条件,却仅在数量上有所不足?抑或他并非以此种方式说“更为慷慨”,而是当一者具有而另一者全然不具有时,他习惯于常常通过比较来表述,正如他把更具谋划能力者称为“更明智”,把并非如此者称为“较少明智”,尽管一者是明智的而另一者不是? 接下来所说的并非普遍的,而是绝大多数情况如此。因为绝大多数情况下,未曾自己获取财产而是继承财产的人,比通过自身获取财产的人更为慷慨,尽管常常也会出现相反的情况。而在此之后之事亦非出于必然,而是绝大多数情况如此,即慷慨者不易致富,正如他所说明的缘由那样;然而通过照管以及不向不应当之人给予,他将有充裕之资以供必需之用。既然超出财产而花费者乃是放荡者,为此我们并不称僭主为放荡者;因为任何开销看来都不会超过他们财产的巨量;恰恰相反,当僭主和君王不依照其财产花费时,我们有时反倒习惯于斥责他们。
- 4.1αἱροῦντος τοῦ λόγου
由名词 λόγος 与现在分词 αἱροῦντος 构成的属格独立结构,作条件状语,为固定惯用表达,意为“若理性如此要求”或“依从理性的决定”。
- 4.1ἐλευθεριώτερον ... συγκρίνων πολλάκις λέγειν, ὅταν ὁ μὲν ᾖ, ὁ δ’ ὅλως μή
关于比较级 ἐλευθεριώτερον 的用法辨析。针对“若其中一方完全不符合美德要求则比较级难以成立”的疑难,阿斯帕西奥斯解释这是亚里士多德在“一者具有美德而另一者全然不具有”(ὅταν ὁ μὲν ᾖ, ὁ δ’ ὅλως μή)的对立情境中惯常使用的修辞性比较级用法。
