- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:97.32-99.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西乌论述了为何慷慨主要在于正当地施与而非在于避免不当索取,解释了慷慨者受人喜爱的原因,并阐明了慷慨行为的动机及情感状态。
ἔτι ἡ ἀρετὴ ἐν τοῖς χαλεπωτέροις καὶ δυσκολωτέροις· ἔστι δὲ χαλεπώτερον τὸ προΐεσθαι τὸ οἰκεῖον τοῦ 〈μὴ〉λαμβάνειν τὸ ἀλλότριον, ὥστε ἡ ἐλευθεριότης φαίνεται μᾶλλον περὶ τὴν δόσιν ἢ περὶ τὸ μὴ λαμβάνειν. ἔτι τὸ μὲν μὴ λαμβάνειν κοινὸν καὶ δικαιοσύνῃ· ἐπαινοῦνται γοῦν καὶ οἱ δίκαιοι, ὅταν μήτε δῶρα λαμβάνωσι καὶ προτιμῶσι τὸ δίκαιον τῶν χρημάτων, τὸ δὲ διδόναι χρήματα ἴδιον τῶν ἐλευθερίων. ἐν ᾧ οὖν τὸ ἴδιον τῆς ἐλευθεριότητος, περὶ τοῦτο ἡ ἐλευθεριότης ἐστίν. οὐ δὴ ὑποληπτέον περὶ τούτου τὸν Ἀριστοτέλη λέγειν μὴ εἶναι τὴν ἐλευθεριότητα καὶ περὶ τὸ μὴ λαμβάνειν ὅθεν οὐ δεῖ, καὶ περὶ τὸ λαμβάνειν, ἐάν ποτε ἀναγκαῖον ᾖ, ὅθεν δεῖ, ἀλλ’ ὅτι1 τὸ προηγούμενον ἔργον τῆς ἐλευθεριότητος καὶ καθ’ ὃ εἰδοποιεῖταί ἐστιν ἡ ὀρθὴ δόσις. ὃ δ’ ἐπὶ πᾶσιν ἐπεῖπε τοῖς ῥηθεῖσιν ἀληθές ἐστιν· οἱ μὲν γὰρ μὴ λαμβάνοντες ὡς 〈οὐ〉 δεῖ οὐκ ἐπαινοῦνται, ἀλλ’ οὐ ψέγονται. ἀληθὲς δὲ καὶ τὸ ἑξῆς λεγόμενον, τὸ φιλεῖσθαι μᾶλλον ὑπὸ τῶν ἀνθρώπων τοὺς ἐλευθερίους· οἱ μὲν γὰρ δίκαιοι ἐνίοτε φθονοῦνται καὶ οἱ φρόνιμοι καὶ οἱ σοφοί, καὶ τοὺς σώφρονας δὲ ἔνιοι φορτικοὺς νομίζουσι καὶ προσποιητικούς, οἱ δ’ ἐλευθέριοι διαφερόντως φιλοῦνται· χαίρουσι γὰρ οἱ ἄνθρωποι λαμβάνοντες, οἱ δ’ ἐλευθέριοι διδόντες· διὸ καὶ τοὺς ἐπὶ πλέον δαπανηροὺς καίπερ οὐκ ὄντας ἐλευθερίους ὅμως φιλοῦσι, διότι ὅμοιόν τι ἔχουσι τοῖς ἐλευθερίοις. Ἐπειδὴ δὲ πᾶσαι αἱ κατ’ ἀρετὴν πράξεις καλαὶ καὶ τοῦ καλοῦ ἕνεκα, καὶ ὁ ἐλευθέριος τοῦ καλοῦ ἕνεκα δώσει καὶ οὗτος αὐτῷ σκοπὸς ἔσται, ὥσπερ καὶ τοῖς ἄλλοις ἐναρέτοις, καὶ ὀρθῶς δώσει. οἷς γὰρ δεῖ καὶ ὅσα καὶ ὅτε καὶ τἄλλα, ἐν οἷς διορίζεται τὸ ὀρθῶς, καὶ πρὸς τούτοις ἅπασιν ἡδέως ἢ πάντως ἀλύπως· τὸ γὰρ κατ’ ἀρετὴν ἡδὺ ἅπαν ἢ ἄλυπον καὶ ἥκιστα λυπηρόν. ἴσως δὲ καὶ τὸ ἥκιστα λυπηρὸν προσέθηκε διὰ τὴν ἀνδρείαν· παρακολουθεῖ γάρ τις τῇ τῶν ἀνδρείων ἐνεργείᾳ δυσχέρεια καὶ ἀλγηδών, ἀλλ’ ὅμως ἡττᾶται ἡ ἀλγηδὼν διὰ τὴν ἐκ τοῦ καλοῦ ἡδονήν. ὁ δὲ διδοὺς οἷς μὴ δεῖ ἢ μὴ τοῦ καλοῦ ἕνεκα (ἐνδέχεται μὲν γὰρ οἷς μὲν δεῖ διδόναι ἀλλ’ οὐ τοῦ καλοῦ ἕνεκα) ἀλλὰ τινα ἄλλην αἰτίαν,2 οἷον διὰ δόξαν καὶ τιμὴν ἢ ἵνα λάβῃ πλείω ἢ διὰ δέος· οὐδεὶς δὴ τούτων ἐλευθέριος ὀνομάζεται3 ἀλλ’ ἢ δοξοκόπος ἢ φιλότιμος ἢ πανοῦργος. οὐδ’ ὅλως δὲ ὁ διδοὺς μέν, λυπούμενος δέ, ὥσπερ ἐνίοτε εἰσφέρουσί τινες ταῖς πατρίσιν ἢ ἰδίᾳ ἐπιδιδόασιν, ἀνιώμενοι δέ· οὐ γὰρ ἐλευθέριος ἡ τοιαύτη πρᾶξις. δεῖ γὰρ τὸν ἐλευθέριον πολὺ μᾶλλον ἥδεσθαι διδόντα τοῦ λαμβάνοντος. Τὰ δ’ ἑξῆς δῆλα, ἃ λέγει, ὑπάρχειν τῷ ἐλευθερίῳ ὅτι οὐ λήψεται ὅθεν μὴ δεῖ· οὐ γάρ ἐστι τοῦ μὴ τιμῶντος τὰ χρήματα ἡ παρὰ τὸ δέον λῆψις· οὐκ ἂν εἴη δὲ οὐδὲ αἰτητικός· οὐ γάρ ἐστι τοῦ εὖ ποιοῦντος, φησίν, εὐχερῶς εὐεργετεῖσθαι· καίτοι φασί τινες τοῦ αὐτοῦ εἶναι καὶ εὖ ποιεῖν καὶ εὖ πάσχειν καὶ ἁρμόττειν τῷ ἀγαθῷ τὸ εὖ πάσχειν. ὁ Ἀριστοτέλης δὲ λέγει μὲν ἀμφότερα εἶναι τοῦ ἐναρέτου καὶ ἐλευθερίου, ἀλλὰ τὴν ἀρετὴν καὶ λέγεσθαι καὶ νοεῖσθαι κατὰ τὸ εὖ ποιεῖν μᾶλλον ἢ κατὰ τὸ εὖ πάσχειν, διόπερ καὶ δοκεῖ θεῖόν τι εἶναι ἡ ἀρετὴ καὶ ὁμοίωσίς τις τῷ θεῷ· τὸ γὰρ θεῖον οὐ κατὰ τὸ εὖ πάσχειν ἀλλὰ κατὰ τὸ εὖ ποιεῖν νοεῖται· λήψεται δέ, φησίν, ὅθεν δεῖ ὁ ἐλευθέριος, οἷον ἀπὸ τῶν ἰδίων κτημάτων, οὐχ ὡς καλὸν ἀλλ’ ὡς ἀναγκαῖον ὅπως ἔχῃ διδόναι· τοῦτο δέ ἐστι τὸ ὅπως ἔχῃ ἐνεργεῖν κατὰ τὴν ἐλευθεριότητα.
此外,美德关乎更艰难和更不易之事;而放弃属于自己的东西,比不索取属于他人的东西更为艰难,因此慷慨看来更多地是关乎施与,而非关乎不索取。此外,不索取对于正义也是共通的;至少正义之人不收受礼物并且把正义置于金钱之上时也会受到赞扬,但施与金钱则是慷慨者所特有的。因此,慷慨的固有特征在何处,慷慨便关乎何处。因此绝不可认为亚里士多德在这一点上是说慷慨不同时关乎不从不应当之处索取,以及在必要之时从应当之处索取,而是说慷慨的首要功用以及规定其特有本质的乃是正确的施与。而他在所有上述说法之后附加之语也是真实的:因为那些不以不当方式索取的人并未受到赞扬,而只是不受指责。接下来所说的同样也是真实的,即慷慨者更多地受到人们的喜爱;因为正义之人有时会招致嫉妒,明智之人与智慧之人亦是如此,甚至有些人还认为节制之人令人厌烦且装腔作势,但慷慨者却格外受人喜爱;因为人们乐于接受,而慷慨者乐于施与;因此人们甚至喜爱那些过度挥霍之人,尽管他们并非慷慨者,因为他们具有某种与慷慨者相似之处。既然一切合乎美德的行动都是高尚的且是为了高尚之故,慷慨者亦将为了高尚之故而施与,并且这将成为他的目标,正如其他有德之人一样,而且他将正确地施与。因为他将向所应当之人、按所应当之量、在所应当之时,并依从规定“正确”的其他情况而施与,并且除这一切之外,还要愉快地或者无论如何毫无痛苦地施与;因为一切合乎美德之事都是令人愉快的,或者是无痛苦的、最少痛苦的。也许他加上“最少痛苦的”乃是由于勇敢的缘故;因为某种困厄和痛苦会伴随勇敢者的现实活动,但由于来自高尚的快乐,痛苦终究被克服了。另一方面,向不应当之人施与者,或者并非为了高尚之故(因为有可能向所应当之人施与却并非为了高尚之故)而是出于某种其他原因,例如为了声誉和荣誉,或为了索取更多,或由于恐惧——这些人中没有一个被称为慷慨者,而是被称为哗众取宠者、虚荣者或狡黠之徒。而根本上,虽给予却感到痛苦之人,正如有时某些人向城邦纳税或私人捐献却心怀怨苦,亦非慷慨者;因为此类行为并非慷慨的。因为慷慨者在施与时所感受的快乐,必须远甚于受施者。他接下来所说的属于慷慨者的特征是显而易见的,即他不会从不应当之处索取;因为违背应当的索取并不属于不看重金钱之人。他也不会是乐于乞求的人;因为他说,乐善好施之人不会轻易接受恩惠。尽管有人说,行善与受善属于同一个人,并且受善对善人而言也是适宜的。但亚里士多德虽说两者都属于有德者与慷慨者,却认为美德之所以被称说和被构想,更多是依照行善而非依照受善,正因如此美德亦看来是某种神圣之物以及与神的某种相似;因为神圣之物不是依照受善、而是依照行善而被构想的。他说,慷慨者将从应当之处索取,例如从自己的财产中索取,但这并非作为高尚之事,而是作为必需之事,以便他拥有可供施与之物;而这也就是为了让他能够依照慷慨而活动。
- 4.1οὐ δὴ ὑποληπτέον περὶ τούτου τὸν Ἀριστοτέλη λέγειν μὴ εἶναι ... ἀλλ’ ὅτι
在动词性形容词 ὑποληπτέον 所统辖的句式中,前半部分采用了带不定式的宾格句式(τὸν Ἀριστοτέλη λέγειν μὴ εἶναι...),但在转折连词 ἀλλά 之后,句式转换为了由 ὅτι 引导的从句(ἀλλ’ ὅτι... ἐστίν),直接表达亚里士多德所说的实质内容。
- 4.1ἀλλὰ τινα ἄλλην αἰτίαν
不带前置词的宾格短语在意义上与前文的 τοῦ καλοῦ ἕνεκα 相对比,用作副词性宾格(原因宾格),或者可视为省略了前置词 διά,该前置词在紧接的举例中被明确表达出来(οἷον διὰ δόξαν... ἢ διὰ δέος)。
- 4.1ὁ δὲ διδοὺς οἷς μὴ δεῖ ... οὐδεὶς δὴ τούτων ἐλευθέριος ὀνομάζεται
破格句(悬垂主格,nominativus pendens)。句首以主格分词 ὁ δὲ διδοὺς 作为预期的主语,但由于中间插入了补充说明与多种动机(ἢ μὴ τοῦ καλοῦ ἕνεκα... ἀλλὰ τινα ἄλλην αἰτίαν...),主句动词 ὀνομάζεται 的主语最终由概括性的否定代词 οὐδεὶς δὴ τούτων 重新承接。
