← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§100.15-101.20

慷慨中给受的结合与极端的缺陷

本节依据亚里士多德《尼各马可伦理学》第四卷第一章(1120b27起),注解了慷慨中美德性给予与获取的伴随关系、有德者在面对不当开销时的适度痛苦,以及放荡与不慷慨在给予和获取两相上的不对称组合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2#1

" Τῆς ἐλευθεριότητος δὴ μεσότητος ἕως τοῦ τοσαῦτα εἰρήσθω." Ὥσπερ καὶ αἱ τέχναι ὁμοίως διαφαίνονται ἔν τε τοῖς μεγάλοις ἔργοις καὶ τοῖς μικροῖς, οἷον ὁ Πολύκλειτος καὶ μέγα ἐργασάμενος καὶ μικρὸν ἐδήλου τὴν τέχνην, οὕτως καὶ ὁ ἐνάρετος κἀν τοῖς μεγάλοις κἀν τοῖς μικροῖς δηλοῖ τὸ καλόν· καὶ ὁ ἐλευθέριος δὴ καὶ δώσει καὶ δαπανήσει εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, ὁμοίως καὶ ἐν μικροῖς καὶ μεγάλοις, καὶ ταῦτα ἡδέως· τοῦτο γὰρ κοινὸν ταῖς ἀρεταῖς, τὸ ἐνεργεῖν ἡδέως καὶ λήψεται ὅθεν δεῖ· καὶ ἕπεσθαι γάρ φησι τῇ ἐπιεικεῖ δόσει τὴν ἐπιεικῆ λῆψιν· ἁπλῶς μὲν γὰρ δοκεῖ ἐναντία εἶναι ἡ δόσις τῇ λήψει· ἡ μὲν γὰρ δόσις ἐστὶν οἷον ἀποβολή, ἡ δὲ λῆψις οἷον κτῆσις· οὐ μὴν δὲ ἡ ἐπιεικὴς δόσις ἀποβολὴ ἀλλὰ χρῆσις τῶν ὄντων καὶ χρῆσις καλή· ὁμοίως οὐδ’ ἡ λῆψις κτῆσις ἁπλῶς ἀλλ’ εἰς τὴν δέουσαν χρῆσιν γινομένη· οὐκ εἰσὶν οὖν ἐναντίαι ἀλλήλαις ἀλλ’ ἑπόμεναι. εἰ γάρ ἐστιν οἷος καλῶς δοῦναί τι, καὶ οἷος καλῶς λαβεῖν καὶ ἀνάπαλιν. αἱ δ’ ἐναντίαι οὐ γίνονται ἐν τῷ αὐτῷ· ἐναντία δὲ τῇ ἐπιεικεῖ δόσει ἡ φαύλη λῆψις, ὧν ἡ μὲν ἐν τῷ ἐπιεικεῖ, ἡ δὲ ἐν τῷ μοχθηρῷ γίνεται. Ὃ δ’ ἑξῆς λέγει, ἀναγκαῖόν ἐστιν· εἰ γὰρ ἡσθήσεται καλῶς ἀναλίσκων, ἀναγκαζόμενος κακῶς ἀναλίσκειν ἢ εἰς οὓς μὴ δεῖ ἢ ὑπὸ τυράννων ἢ ὑπὸ πόλεως, λυπηθήσεται, μετρίως δὲ τὸ λυποῦν αὐτὸν ἔσται, οὐ τὸ ἀνάλωμα οὐδ’ ἡ δαπάνη ἀλλὰ τὸ μὴ δεόντως γίνεσθαι.1 ἐπεὶ δ’ ἔνιοι ἡγοῦνται ἐπὶ μηδενὶ λυπηθήσεσθαι τὸν ἐνάρετον, ἐπισημειοῦται καί φησι τῆς ἀρετῆς εἶναι, τουτέστι τοῦ ἔχοντος τὴν ἀρετὴν τὸ ἥδεσθαι καὶ λυπεῖσθαι ἐφ’ οἷς δεῖ καὶ ὡς δεῖ· οὐ γὰρ περιῄρηται αὐτοῦ τὸ παθητικὸν μόριον τῆς ψυχῆς, ἀλλὰ κεκόσμηται. ἀνάγκη οὖν μετρίαν τινὰ λύπην αὐτῷ γίνεσθαι ἐπὶ ταῖς μὴ προσηκούσαις ἐνεργείαις, ἀνθρώπῳ γε ὄντι καὶ φιλοκάλῳ. ὅτι δὲ οὐκ ἐπὶ τῷ ἀναλώματι λυπηθήσεται, ἀλλ’ ἐπὶ τῇ μὴ δεόντως γινομένῃ ἐνεργείᾳ, φανερὸν ποιεῖ λέγων αὐτὸν μᾶλλον ἄχθεσθαι εἴ τι δέον μὴ ἀνάλωσεν. Εἰρῆσθαι δέ φησι πρότερον, ὅτι ὑπερβολαὶ καὶ ἐλλείψεις εἰσὶν ἡ ἀσωτία καὶ ἡ ἀνελευθερία· ἐν ἑκατέρᾳ γὰρ αὐτῶν καὶ ὑπερβολὴ καὶ ἔνδεια ὡς εἴρηται· ἐπεὶ δὲ τὸ ἐν δυσὶν εἶναι ἰδέαις ἑκατέρᾳ,2 ἐν λήψει καὶ δόσει, ἔστι δὲ ἡ δαπάνη κυρίως δόσις καλουμένη, φαίνεται δ’ ὁ ἄσωτος δαπανηρός, ἔστω φησὶ κοινῶς ἡ δαπάνη δόσις. εἰπὼν δὲ τὴν ἀνελευθερίαν ὑπερβάλλειν τῷ λαμβάνειν προσέθηκε, πλὴν ἐν μικροῖς δηλονότι· οὐχ οὕτως ὑπερβάλλειν λέγεται ὁ ἀνελευθέριος τῷ μεγάλα λαμβάνειν ἀλλὰ τοὐναντίον τῷ μικρὰ πολλάκις δὲ καὶ πανταχόθεν καὶ ὅθεν ἂν δύνηται οὐκ ὀκνῶν ὅτι ἂν δύνηται λαμβάνειν καὶ ὁπωσοῦν· ἐπεὶ δ’ ἔθετο τὴν ἀσωτίαν ὑπερβάλλειν μὲν τῷ διδόναι, ἐλλείπειν δὲ τῷ λαμβάνειν, κατὰ μὲν τὸν αὐτῆς λόγον ἡγεῖται τοιαύτην εἶναι· πλὴν οὐ πάνυ συνδυάζεται ταῦτα· οὐ γὰρ ῥᾴδιον οὐδαμόθεν λαμβάνοντα πᾶσι διδόναι διὰ τὸ ἐπιλείπεσθαι τελέως τὴν οὐσίαν τοὺς ἰδιώτας,3 οἵπερ καὶ δοκοῦσί φησιν ἄσωτοι εἶναι.

“〔既然〕慷慨〔是〕一种中道”至“至此所言已足矣”。 正如各种技艺在宏大的作品中和在微小的作品中同样显现——例如波利克莱托斯无论在制作庞大之作还是微小之作时都展现其技艺——,有德之人同样在宏大的事物中以及在微小的事物中显明高尚。而慷慨者确实亦将在应当之处并依照所应当的数量给予且花费,在微小之事与重大之事中同样如此,并且是怀着愉悦如此行事的;因为怀着愉悦去活动乃是诸美德所共有的。而且他将从应当获取之处获取;因为他[亚里士多德]说,合宜的获取伴随着合宜的给予。因为从绝对意义上说,给予似乎与获取相反;因为给予可以说是某种抛弃,而获取可以说是某种占有。然而合宜的给予并不是抛弃,而是对现有之物的使用,且是高尚的使用;同样,获取也并非绝对的占有,而是为了必需的使用而产生的。因此它们并不是相互对立的,而是相互伴随的。因为一个人若能以高尚的方式给予某物,他也能以高尚的方式接受,反之亦然。而对立的事物并不同存于同一者中;与合宜的给予相对立的是卑劣的获取,前者存在于合宜者之中,后者存在于卑劣者之中。 他接下来所说的乃是必然的。因为如果他在高尚地花费时感到愉悦,那么当他被迫以不良的方式花费,或花费在不应当的人身上时——无论是受制于僭主还是受制于城邦——,他都会感到痛苦;然而使他痛苦之事将是适度的,且使他痛苦的并非开销或花费,而是其未依照应当的方式发生。然而,由于有些人认为有德之人不会为任何事情感到痛苦,所以他特别指出并说,在应当之事上且以应当之方式感到愉悦与痛苦,乃是属于美德的——即属于拥有美德者。因为他灵魂的情感部分并未被剥夺,而是得到了秩序的整顿。因此,既然他身为人类且是热爱高尚之人,面对不当的活动在他身上产生某种适度的痛苦乃是必然的。而他并非为开销感到痛苦,而是为那未依应当方式发生的活动感到痛苦,这一点他通过指出若有某种应当花费之物他未能花费,他会更加感到难受而使之彰明。 他又说,此前已言及放荡与不慷慨乃是过度与不及;因为正如已说过的,在它们二者的每一方中都既有过度又有匮乏。然而,既然在二者的每一方中都存在于两种形式中,即在获取与给予中,而花费严格说来被称为给予,且放荡者表现为挥霍之人,那么他说,就让花费一般而言作为给予吧。在说到不慷慨在获取上过度之后,他又补充道:“不过是在微小之事上”,这是显然的。不慷慨者之所以被称为过度,并非由于获取庞大之物,反而是由于〔获取〕微小之物,且往往是从所有地方,从他可能获取的任何地方,不加迟疑地以任何方式获取他所能获取的任何东西。既然他设定放荡在给予上过度,而在获取上不足,依照放荡自身的定义,他认为放荡正是如此的;然而这些特征并不完全结合在一起。因为对于一个不从任何地方获取的人来说,要向所有人给予绝非易事,这是因为私人的财产彻底耗尽,而他[亚里士多德]说正是这些私人被认为是放荡的。

语法注3 条
  1. 4.2μετρίως δὲ τὸ λυποῦν αὐτὸν ἔσται, οὐ τὸ ἀνάλωμα οὐδ’ ἡ δαπάνη ἀλλὰ τὸ μὴ δεόντως γίνεσθαι.

    句子的语法主语是作名词性成分的中性单数现在分词短语 τὸ λυποῦν αὐτόν(“使他痛苦之事”),谓语动词 ἔσται 与副词 μετρίως 结合(“将是适度的”)。其后的 οὐ τὸ ἀνάλωμα οὐδ’ ἡ δαπάνη ἀλλὰ τὸ μὴ δεόντως γίνεσθαι 作为同位语性说明,阐明使其痛苦的具体内涵:并非开销或花费本身,而是该行为发生时的不得当性。

  2. 4.2ἐπεὶ δὲ τὸ ἐν δυσὶν εἶναι ἰδέαις ἑκατέρᾳ

    带冠词不定式 τὸ ... εἶναι 由引导因果从句的连词 ἐπεί 引出,结构高度凝练。ἑκατέρᾳ 为与格(“对两者中的每一方而言”),作 ἐν δυσὶν εἶναι ἰδέαις(“存在于两种形式中”)的相关对象。整个前提从句构成了后文推论 ἔστω φησὶ κοινῶς ἡ δαπάνη δόσις 的逻辑理据。

  3. 4.2διὰ τὸ ἐπιλείπεσθαι τελέως τὴν οὐσίαν τοὺς ἰδιώτας

    在由介词 διά 引导的带冠词不定式结构 διὰ τὸ ἐπιλείπεσθαι 中,出现了两个宾格(τὴν οὐσίαν 和 τοὺς ἰδιώτας)。动词 ἐπιλείπω 的惯用法通常为“(物作为主语对人)匮乏、耗尽”,支配表示受影响的人的宾格;因此,τὴν οὐσίαν 是不定式的意义主语,而 τοὺς ἰδιώτας 则是受格宾语(“因为财产对于私人而言完全耗尽”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:100.15-101.20