← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§96.26-97.32

作为财富使用的慷慨与施与的本质

阿斯帕西乌斯阐发了亚里士多德的论证,通过三段论指出善用作为使用对象的财富的美德即是慷慨,并基于使用与获得的区别,论证了慷慨的本质更多地在于施与而非索取。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#2

Ἑξῆς δὲ λέγει· ὧν ἐστι χρεία, ἔστι τούτοις χρῆσθαι καὶ εὖ καὶ κακῶς· χρείαν δὲ λέγει τὴν χρῆσιν· οἷς γὰρ ἔστι χρῆσθαι, τούτοις ἔστι καὶ εὖ καὶ κακῶς χρῆσθαι, οἷον ἔστι χρῆσθαι ἀργυρίῳ καὶ ἔστιν εὖ χρῆσθαι καὶ κακῶς χρῆσθαι ἀργυρίῳ· ὁμοίως δὲ καὶ ἀνδραπόδῳ οἰκίᾳ ἐπίπλῳ, πᾶσι τοῖς τοιούτοις. τάχα δ’ ἄν τις ἀπορήσειε περὶ τῆς ἀρετῆς καὶ τῆς κακίας. λεγόμεθα γὰρ καὶ τούτων ἑκατέρᾳ χρῆσθαι καὶ οὐ δήπου χρώμεθα ἢ τῇ ἀρετῇ κακῶς ἢ τῇ κακίᾳ καλῶς [λέληθε]. λέγομεν δὲ πρὸς τοὺς οὕτω λέγοντας, ὅτι οὐκ ἔστι τούτων οὐδέτερον οἷς χρώμεθα ἀλλὰ τὸ χρώμενον τοῖς ἄλλοις ἐστὶν ἡ ἀρετὴ καὶ ἡ κακία.1 προηγουμένως μὲν γὰρ τὸν ἄνθρωπον λέγομεν χρῆσθαι· ἔστι δ’ ὡς καὶ τὴν ψυχὴν λέγομεν εἶναι τὴν χρωμένην, ἐπειδὴ ταύτῃ μάλιστα ὁ ἄνθρωπος χρῆται· καὶ ἔτι μᾶλλον ἡ ἀρετὴ καὶ ἡ κακία χρῆται τοῖς πράγμασι, διότι καὶ ἡ ψυχὴ διὰ τῆς ἑτέρας τούτων χρῆται τοῖς πράγμασιν, ὧν ἔστι χρῆσις, ἡ μὲν εὖ ἡ δὲ κακῶς. ὁ δὴ λόγος οὕτως ἔχει· ὧν ἔστι χρῆσις, ἔστι τούτοις εὖ χρῆσθαι καὶ κακῶς, ὁ δὲ πλοῦτος ἓν τούτων ἐστίν, ὧν ἔστιν ἡ χρῆσις· ἔστιν ἄρα καὶ πλούτῳ εὖ καὶ κακῶς χρῆσθαι. ἑκάστῳ δὲ καλῶς χρῆται ὁ ἔχων τὴν περὶ τοῦτο ἀρετήν, οἷον λύρᾳ μὲν ἄριστα χρήσεται ὁ ἔχων τὴν περὶ λύραν ἀρετήν, οὗτος δέ ἐστιν ὁ μουσικός, ἵππῳ δὲ ὁ τὴν περὶ ἵππους ἀρετὴν ἔχων, οὗτος δέ ἐστιν ὁ ἱππικός, καὶ πλούτῳ δὴ ἄριστα χρήσεται ὁ ἔχων τὴν περὶ τὸν πλοῦτον ἀρετήν, οὗτος δέ ἐστιν ὁ ἐλευθέριος. οὐχ οὕτως δὲ εἶπεν, ὥσπερ ἡμεῖς εἴπομεν, ὁ πλοῦτος δέ ἐστιν ἕν, ὧν ἡ χρῆσίς ἐστιν, ἀλλ’ ὁ πλοῦτος δὲ τῶν χρησίμων, ὡς ἂν εἰ ἔλεγεν. ὁ πλοῦτος δέ ἐστιν ἕν, ὧν ἡ χρῆσις † καίτοι αὐτὸν οἷόν τε εἶναι τῶν χρησίμων. οὐ γὰρ πᾶν οὗ ἐστι χρῆσις καὶ χρήσιμον· ἔστι γὰρ καὶ πενίας χρῆσις καὶ νόσου, ἀλλ’ οὐ χρήσιμον τούτων οὐδέν· ἀλλὰ τούτων οἷς χρώμεθα χρήσιμα λέγεται, οἷς προηγουμένως χρήσαιτ’ ἂν ὁ σπουδαῖος καὶ κατὰ φύσιν ἔχων,2 διόπερ καὶ ἀγαθὰ δοκεῖ εἶναι. Συμπερανάμενος δὲ ὅτι ὁ ἐλευθέριος ἄριστα χρῆται πλούτῳ καὶ χρήμασι, λέγει τίς ἐστιν ἡ τῶν χρημάτων χρῆσις. διαφέρει γὰρ χρῆσις καὶ κτῆσις· ἡ μὲν οὖν δαπάνη καὶ ἡ δόσις χρῆσίς ἐστιν, ἡ δὲ λῆψις καὶ ἡ φυλακὴ κτῆσις. διὸ μᾶλλον ἡ ἐλευθεριότης ἐν τῷ διδόναι οἷς δεῖ καὶ ὅτε καὶ ὅσον καὶ κατὰ τοὺς ἄλλους διορισμοὺς ἢ ἐν τῷ λαμβάνειν (ὅθεν δεῖ καὶ μὴ λαμβάνειν) ὅθεν οὐ δεῖ, ἐπειδὴ τὸ μὲν λαμβάνειν κτήσει ἔοικε, τὸ δὲ διδόναι χρήσει· ἐν δὲ τῇ χρήσει τῶν χρημάτων ὁ ἐλευθέριος. τῆς γὰρ ἀρετῆς τὸ εὖ ποιεῖν μᾶλλον ἢ τὸ εὖ πάσχειν·3 ἐν δὲ τῷ διδόναι τὸ εὖ ποιεῖν, ἐν δὲ τῷ λαμβάνειν τὸ εὖ πάσχειν· τὸ διδόναι ἄρα οἰκειότερον τῆς ἐλευθεριότητος. ἔτι τῆς ἀρετῆς τὸ καλὰ πράττειν μᾶλλον ἢ τὸ τὰ αἰσχρὰ μὴ πράττειν. οἰκειότερον γὰρ αὐτῇ τὸ ἐπαινεῖσθαι ἢ τὸ μὴ ψέγεσθαι· ἄμφω μὲν γάρ ἐστι τοῦ ἐναρέτου, ἀλλὰ τὸ προηγούμενον ἔργον τὸ τὰ καλὰ πράττειν, ὥστε τὸ προηγούμενον ἔργον τῆς ἐλευθεριότητος ἡ ὡς δεῖ γινομένη πρόεσις· ἐπὶ ταύτῃ γὰρ ἔπαινος γίνεται. τὸ δὲ μὴ λαμβάνειν κακῶς οὐκ ἐπαίνου τυγχάνει, ἀλλ’ ἱκανὸν τὸ μὴ ψέγεσθαι.

接着他说:“凡是有所用度之物,既可以善用之,亦可以恶用之”;而他所说的“用度”是指“使用”。因为凡是可以使用的东西,便既可以善用之,亦可以恶用之;例如可以使用银钱,且既可以善用银钱,亦可以恶用银钱;对奴隶、房屋、家具以及所有此类事物亦是同样。不过或许有人会对美德和恶习提出疑难。因为我们也据说使用这两者中的每一种,然而我们绝不会恶用美德或善用恶习。但针对如此说的人,我们回答道:这两者中没有哪一个是作为我们所使用的对象,相反,使用其他事物的主体才是美德与恶习。因为在首要意义上我们说是人在使用;但在某种意义上也说灵魂是使用的主体,因为人正是主要通过灵魂来进行使用;而美德与恶习则更是在使用各种事务,因为灵魂也是通过这两者之一来使用那些可以使用的事务,美德使之善用,恶习使之恶用。因此论证如下:凡是可以使用的东西,既可以善用之,亦可以恶用之;而财富是这些可以使用的东西之一;因此财富亦可被善用与恶用。而每样东西都被拥有关于它的美德的人善加使用;例如琴会被拥有关于琴的美德的人最善地使用,此人便是音乐家;马会被拥有关于马的美德的人〔最善地〕使用,此人便是骑手;而财富确实会被拥有关于财富的美德的人最善地使用,此人便是慷慨者。然而他并没有像我们所说的那样说财富是可以使用的东西之一,而是说“财富属于有用之物”,犹如他在说:财富是可以使用的东西之一,虽然它本身能够属于有用之物。因为并非所有可以使用的东西都是有用的;因为贫困和疾病也有其使用,但这些东西中没有一样是有用的;相反,在我们所使用的东西中,凡是高尚者且顺乎自然者首先会去使用的东西才被称为“有用之物”,这也正是它们被认为是善的事物的原因。 在推论得出慷慨者最善于使用财富和财物之后,他说明了何为财物的使用。因为使用与获得是不同的:支出与施与是使用,而索取与保管是获得。因此慷慨更多地在于向所应当之人、在所应当之时、按所应当之量并依从其他限定去施与,而非在于(从应当之处索取且不从)不应当之处索取;因为索取类似于获得,而施与类似于使用;而慷慨者是处于财物的使用之中的。因为行善比受善更属于美德;行善在于施与,而受善在于索取;因此施与对于慷慨而言更为固有。此外,行高尚之事比不行可耻之事更属于美德;因为受赞扬比不受指责对美德而言更为固有;因为两者固然都属于有德之人,但首要的功用乃是行高尚之事,从而慷慨的首要功用乃是如其所应当地给出去;因为赞扬是由于这一点而产生的,而不作不当的索取并不能赢得赞扬,只要不受指责便足够了。

语法注3 条
  1. 4.1ἀλλὰ τὸ χρώμενον τοῖς ἄλλοις ἐστὶν ἡ ἀρετὴ καὶ ἡ κακία

    中性单数分词 τὸ χρώμενον 作主语,而阴性名词 ἡ ἀρετὴ καὶ ἡ κακία 为表语。此处用中性抽象概括“使用他物的主体”,以与前文的 οἷς χρώμεθα(“我们所使用的对象”)相对立。

  2. 4.1οἷς προηγουμένως χρήσαιτ’ ἂν ὁ σπουδαῖος καὶ κατὰ φύσιν ἔχων

    与格关系代词 οἷς 由动词 χρήσαιτο 支配。带 ἄν 的潜能希求法(χρήσαιτ’ ἄν)表达规范性的假定(“高尚之人首要会使用的那些事物”)。分词短语 κατὰ φύσιν ἔχων 与 ὁ σπουδαῖος 并列,用以界定处于完满自然状态的行动者。

  3. 4.1τῆς γὰρ ἀρετῆς τὸ εὖ ποιεῖν μᾶλλον ἢ τὸ εὖ πάσχειν

    属格 τῆς ἀρετῆς 为表示特征或归属的表语性属格(省略系词 ἐστί),意为“行善比受善更属于美德[更具美德的特征]”。后文平行的 τῆς ἀρετῆς τὸ καλὰ πράττειν 亦遵循完全相同的结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:96.26-97.32