- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:95.3-96.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西乌斯考察了亚里士多德《尼各马可伦理学》第4卷开端(1119b22)关于慷慨的定义,厘清了“财物”的三种含义(普遍事务、以货币计量者以及货币自身),并解释了与之相对的恶习放荡与吝啬为何在施与和索取两方面都各自表现为过度与不及。
" Λέγομεν δὲ ἑξῆς περὶ ἐλευθεριότητος ἕως καὶ ταῖς δόσεσιν ὑπερβάλλειν." Τὸ θεώρημα τοῦτο ἁρμόττει εἰς τὸ εὑρίσκειν ἑκάστην ἀρετήν, περὶ ποῖα τινά ἐστι μεσότης. περὶ ἃ γὰρ ἐπαινεῖται ἑκάστη, περὶ ταῦτα αὐτῆς αἱ ἐνέργειαι· περὶ ἃ δὲ ἐνεργεῖ, περὶ ταῦτα μεσότης ἐστίν, οἷον ἡ σωφροσύνη ἐπαινεῖται περὶ τὴν χρῆσιν τῶν σωματικῶν ἡδονῶν· περὶ ταῦτα γὰρ αὐτῆς ἡ ἐνέργεια· καὶ μεσότης οὖν ἐστι περὶ ἡδονάς. ὁμοίως δὲ ἔχει καὶ περὶ τῶν ἄλλων ἀρετῶν. καὶ τῆς ἐλευθεριότητος οὖν ἐπαινουμένης περὶ δόσιν καὶ λῆψιν χρημάτων, δῆλον ὡς αἵ τε ἐνέργειαι αὐτῆς περὶ χρήματά εἰσι καὶ μεσότης ἐστὶ περὶ δόσιν καὶ λῆψιν χρημάτων. χρήματα δὲ λέγεται μὲν κοινῶς πάντα τὰ πράγματα, οἷον ἐπειδὰν λέγωμέν τι χρῆμα ἔπραξεν ἀντὶ τοῦ τι πρᾶγμα ἔπραξε, καὶ τὸ χρηματίζειν δὲ ἐντεῦθεν λέγεται· λέγεται δὲ χρήματα ἐξαιρέτως ὧν ἡ ἀξία νομίσμασι μετρεῖται,1 οἷον οἰκία καὶ ἀνδράποδα καὶ ἔπιπλα καὶ σκεύη καὶ βοσκήματα καὶ πάντα τὰ τοιαῦτα· πόσου γάρ ἐστι τούτων ἕκαστον ἄξιον ἔστι νομίσμασι μετρῆσαι. κατὰ δὲ τοῦτο τὸ σημαινόμενον οὐκ ἔστιν ἡ ἀρετὴ χρῆμα. οὐ γὰρ ἔστιν εἰπεῖν ὅσων χρημάτων ἐστὶν ἀξία· ὑπερβάλλει γὰρ πᾶν χρῆμα. ὁμοίως οὐδ’ ἡ φιλία τιμητὸν χρῆμα, ἀλλ’ ὑπερβάλλει χρημάτων τὴν ἀξίαν· ὁμοίως δὲ καὶ γονεῖς καὶ πατρὶς καὶ ἁπλῶς ὅσα ὑπερβάλλει τὴν τῶν χρημάτων κτῆσιν. δοκεῖ δὲ μὴ πάνυ ἱκανῶς ἀποδεδόσθαι ὁ τῶν οὕτω λεγομένων χρημάτων ὁρισμός· τὸ γὰρ νόμισμα αὐτὸ καὶ τὸ ἀργύριον οὐ μετρεῖται νομίσματι. σχεδὸν οὖν ὁ ἐντελὴς ὁρισμὸς οὗτός ἐστι· χρῆμα ὃ ἢ νόμισμά ἐστιν ἢ οὗ ἡ ἀξία νομίσματι μετρεῖται. λέγεται δὲ ἐξαιρέτως χρῆμα καὶ τὸ νόμισμα αὐτὸ [χρῆμα], οἷον ἐπειδὰν λέγωμεν χρήματα ἐδάνεισεν ὁ δεῖνα. τριχῶς οὖν τὸ χρῆμα· ὧν δῆλον τίνι κέχρηται ὁ Ἀριστοτέλης· τῷ γὰρ δευτέρῳ τῶν λεχθέντων τρόπῳ. Φησὶ δὲ καὶ τὴν ἀνελευθερίαν καὶ τὴν ἀσωτίαν περὶ χρημάτων εἶναι ὑπερβολὰς καὶ ἐλλείψεις. οὐκ ἀλόγως δὲ κοινῇ περὶ ἀμφοτέρων εἶπεν ὡς εἰσὶν ὑπερβολαὶ καὶ ἐλλείψεις, ἀλλ’ ἐπειδὴ ἑκατέρᾳ αὐτῶν ἄμφω ὑπάρχει. ἥτε γὰρ ἀσωτία ὑπερβάλλει μὲν τῇ δόσει, 〈τῇ δὲ λήψει ἐλλείπει, ἡ δ’ ἀνελευθερία ἐλλείπει μὲν τῇ δόσει〉 ὑπερβάλλει δὲ τῇ λήψει. καὶ γὰρ ἑκατέρας αὐτῶν ὑπερβολῆς οὔσης καὶ ἐλλείψεως ὅμως τὴν μὲν ἀσωτίαν ἐνίοτε ὑπερβολὴν λέγειν εἴωθε, τὴν δ’ ἀνελευθερίαν ἔλλειψιν, ἐπειδὴ ἡ ἐλευθεριότης εἰδοποιεῖται μᾶλλον κατὰ τὴν μεμετρημένην δόσιν· ἐν δὲ ταύτῃ ὑπερβάλλει μὲν ὁ ἄσωτος, ἐλλείπει δὲ ὁ ἀνελεύθερος. ὡς πρὸς τὰς τῆς ἐλευθεριότητος οὖν προηγουμένας ἐνεργείας ὑπερβολὴ μέν ἐστιν ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθερία. ἁπλῶς μὲν οὖν σκοποῦντι καὶ εἰλικρινῶς τὴν ἑκατέρας οὐσίαν, καὶ φύσιν τῆς τε ἀνελευθερίας καὶ τῆς ἀσωτίας, φαίνεται ἡ μὲν ἀνελευθερία ἕξις τις εἶναι σπουδαστικὴ μᾶλλον ἢ δεῖ περὶ χρήματα, ἡ δ’ ἀσωτία ἕξις φθαρτικὴ τῶν ὄντων χρημάτων· διὸ καὶ ἄσωτος καλεῖται ὁ ταύτην ἔχων τὴν ἕξιν, οἷον ἄσωτός τις ὢν καὶ δι’ αὑτὸν ἀπολλύμενος·2 δοκεῖ μὲν γὰρ τὸ ζῆν διὰ τῶν χρημάτων εἶναι, ὁ δὲ ταῦτα καταφθείρων ἀπόλλυσί πως καὶ ἑαυτόν. ἁπλῶς μὲν οὖν, καθάπερ εἶπον, εἰδοποιεῖται ἑκατέρα τῶν κακιῶν κατὰ τὸν εἰρημένον τρόπον, οἱ δ’ ἄνθρωποι τὰ πολλὰ καλεῖν εἰώθασιν ἀσώτους οὐ τοὺς ὁντιναοῦν τρόπον τὴν οὐσίαν διαφθείροντας ἀλλὰ τοὺς ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηρούς, συμπλέκοντες δύο κακίας, ἀκολασίαν καὶ ἀσωτίαν, διὸ καὶ φαυλότατοι δοκοῦσιν εἶναι οἱ οὕτω λεγόμενοι ἄσωτοι· πολλὰς γὰρ ἅμα κακίας ἔχουσιν, ἀκρασίαν καὶ ἀσωτίαν μετὰ ἀκολασίας.
“接下来让我们谈谈慷慨”直至“且在施与中过度”。 这一考查原则适用于发现各美德是关于何种事物的适度。因为每种美德在何种事物上受到赞扬,其活动就关于这些事物;它在何种事物上活动,它就是关于这些事物的适度,正如节制在肉体快乐的享用上受到赞扬:因为它的活动正是关于这些快乐;所以它也是关于快乐的适度。对于其他美德亦是同样。因此,既然慷慨在财物的施与和索取上受到赞扬,显然其活动关于财物,并且是关于财物的施与和索取的适度。而在普遍意义上,“财物”被用来指称一切“事务”,正如当我们说某人做了一桩“事务”以代替做了一件实务,而“经商用务”一词也由此得名;但在专门意义上,“财物”指的是其价值由货币计量的事物,例如房屋、奴隶、家具、器皿、牲畜以及所有此类事物;因为这些事物中每一件值多少钱,都可以用货币来计量。然而依照这层意义,美德不是财物。因为无法说出它值多少财物的价值;因为它超越了一切财物。同样,友谊也不是可以估价的财物,而是超越了财物的价值;同样,父母、祖国以及一切单纯超越了财物占有的事物也是如此。但对如此界定的财物的定义,似乎并未完全充分地给出;因为货币本身以及银子自身并不是用货币来计量的。因此,大致完全的定义是这一个:财物是指其本身就是货币、或者其价值由货币计量的事物。而在专门意义上,货币本身也被称为财物,正如当我们说某人借出了银钱。因此“财物”有三种说法;显然亚里士多德使用的是其中的哪一种:因为他使用的是所陈述的第二种方式。 他又说,吝啬与放荡也是关于财物的过度与不及。他共同地谈到两者是过度与不及,这并非没有道理,而是因为两者各自都具备这两方面。因为放荡在施与中过度,〈而在索取中不及,吝啬在施与中不及〉而在索取中过度。并且事实上,尽管它们两者各自既是过度又是不及,但他仍然习惯于有时将放荡称为过度,将吝啬称为不及,因为慷慨更多地是由有节度的施与来赋予定形的;而在这种施与中,放荡者过度,吝啬者不及。因此,相对于慷慨的主要活动而言,放荡是过度,而吝啬是不及。因此,对于单纯而纯粹地考查两者的本质即吝啬与放荡的本性的人而言,吝啬显明是某种关于财物比应当的更加操心的品质,而放荡则是毁灭现有财物的品质;因此拥有这种品质的人也被称为“放荡者”,就如同他是某种“不可救药者”且因自身而灭亡;因为活着似乎是通过财物得以维持的,而彻底毁灭这些财物的人在某种意义上也毁灭了自身。因此,正如我所说,单纯而言,这两种恶习各自是按照所说的方式被赋予定形的;但人们通常习惯称之为放荡者的,不是那些以任何方式毁灭资财的人,而是那些无自制且挥霍于放纵之中的人,他们将两种恶习即放纵与放荡交织在一起,因此如此被称为放荡者的人显得最为低劣;因为他们同时拥有诸多恶习:无自制以及伴随着放纵的放荡。
- 4.1χρήματα δὲ λέγεται μὲν κοινῶς πάντα τὰ πράγματα ... λέγεται δὲ χρήματα ἐξαιρέτως ὧν ἡ ἀξία νομίσμασι μετρεῖται
由 μέν ... δέ 引出的关于 χρήματα 词义划分的句式,对比了日常宽泛的用法(与 πρᾶγμα 同义,意为事物、事务)与伦理学及专门的用法;在后者中,关系从句 ὧν ἡ ἀξία νομίσμασι μετρεῖται(“其价值由货币计量者”)实质上充当了名词性短语。
- 4.1οἷον ἄσωτός τις ὢν καὶ δι’ αὑτὸν ἀπολλύμενος
基于 ἄσωτος(放荡者)词源(否定前缀 ἀ- 加上 σῴζω“拯救”,字面意为“不可拯救的/未获拯救的”)的解释。οἷον 作为表比喻与例释的副词,修饰分词 ὢν 和 ἀπολλύμενος,用以说明放荡者为何得名(“就如同是某种不可救药且因自身而灭亡的人”)。
