← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§92.30-94.17

无感觉与节制及怯懦和放荡的自愿性比较

阿斯帕修斯注解了亚里士多德《尼各马可伦理学》第3卷第11至12章的内容,讨论了无感知者与节制者的区别,比较了怯懦与放荡在自愿性与可谴责性上的差异,并解释了“放荡”一词向缺乏管教的孩童的转用以及欲望部分对理性的服从。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#15

〈εἰ δέ τῳ μὴ διαφέρει ἕτερον〉 ἑτέρου πρὸς ἡδονήν, ἀψύχῳ ἔοικεν. ἔστι δὲ ἀνώνυμος διὰ τὸ μηδὲ γίνεσθαι, καλεῖ δὲ αὐτὸν ἐνίοτε ἀναίσθητον. ὁ δὲ σώφρων μέσως ἔχει περὶ πάντα· οὔτε γὰρ χαίρει οἷς ὁ ἀκόλαστος (ὁ μὲν γὰρ ταῖς ὑπερβολαῖς τῶν ἡδονῶν ἥδεται, ὁ δὲ ταῖς ὑπερβολαῖς δυσχεραίνει), οὔτε δὲ ὅλως οἷς μὴ δεῖ χαίρει. τὰς μὲν γὰρ ἐν ταῖς φυσικαῖς ἡδοναῖς ἀμετρίας οὐ προσίεται, τῶν δὲ παρὰ φύσιν οὐδὲ ἀκούειν ἀνέχεται οὐδὲ ἐπιθυμεῖ· ἀλλ’ ἢ μετρίως τῶν ἀναγκαίων καὶ ὅσα πρὸς ὑγίειάν ἐστι καὶ εὐεξίαν φέροντα, τούτων ὀρέγεται, μετρίως δὲ καὶ οὐχ ὥστε παρὰ τὸ καλὸν αὐτῶν τινος ἐφίεσθαι οὐδ’ ὑπὲρ τὴν οὐσίαν· καὶ γὰρ τοῦτο οἰκεῖον τῷ σώφρονι μὴ ὑπὲρ τὴν οὐσίαν χρῆσθαι ταῖς ἡδοναῖς. Ἔστι μὲν οὖν καὶ ἡ δειλία καὶ ἡ ἀκολασία τῶν ἑκουσίων· τὴν μὲν γὰρ ἡδονὴν ἑκόντες αἱρούμεθα, ἡ δὲ ἀκολασία τῷ μὴ αἱρεῖσθαι ἃς μὴ δεῖ ἡδονάς. ὑπὲρ δὲ τῆς ἡδονῆς καὶ τῆς λύπης ἄκοντες ἐξελαυνόμεθα καὶ διωκόμεθα· τοιοῦτον δὲ καὶ ἡ δειλία. καὶ ἡ μὲν λύπη ἐξίστησι τῶν κατὰ φύσιν καὶ φθείρει πως τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν ἔχει τοιοῦτον, ὥς φησιν. ἐξίστανται μὲν οὖν τινες καὶ ὑπὸ τῶν ἡδονῶν ἀλλ’ οὐχ οὕτως ὥστε συγχεῖσθαι τὴν φυσικὴν κατάστασιν, ὅπερ δοκεῖ κατὰ τὴν ἀλγηδόνα μᾶλλον εἶναι καὶ τὸν πόνον· διὸ καὶ ἐπονειδιστότερον τόδε τοῦ ἧττον ἑκουσίου. ἔτι δὲ τὸ ἐθισθῆναι πρὸς τὸ κρατεῖν τῶν ἡδονῶν ῥᾷον· ἀκίνδυνοι γὰρ οἱ εἰθισμένοι ὥστε ἐπονείδιστον εἰκότως μᾶλλον τὸ μὴ ἐθίσαι ἑαυτὸν πρὸς τὸ μὴ ἀντέχειν ταῖς ἡδοναῖς.1 ἢ τὸ μὴ ἐθίσαι πρὸς ὑπομονὴν τῶν φόβων. ἔχει δέ τινα καὶ ἄλλην ἐναντίωσιν τὰ κατὰ τὴν δειλίαν πρὸς τὰ κατὰ τὴν ἀκολασίαν. ἡ μὲν γὰρ δειλία αὐτὴ ἄλυπος· οὐ γὰρ ἄχθεται ὁ τὴν ἕξιν ἔχων αὐτήν, τὰ δὲ καθ’ ἕκαστον συμβαίνοντα ἐπ’ αὐτῇ λυπηρὰ καὶ δεινά. ἐξίστανται γὰρ ἐν τοῖς δεινοῖς καὶ φοβούμενοι ἀνιῶνται καὶ δεινῶς ἀσχημονοῦσιν· ἀνάπαλιν δὲ 〈τὰ κατὰ τὰς ἡδονάς·〉 διὸ καὶ ἑκούσια φαίνονται· ἐπιθυμοῦντι γὰρ καὶ ἡδομένῳ γίνεται. ἡ δ’ ἕξις λυπηρά· ἀνιῶνται γὰρ ἐπὶ τῇ ἀκολασίᾳ οἱ ἔχοντες αὐτὴν διὰ τὸ ἐπονείδιστον αὐτὴν σφόδρα εἶναι· διό φησιν οὐδεὶς γὰρ ἐπιθυμεῖ ἀκόλαστος εἶναι. Τὸ δ’ ὄνομα τῆς ἀκολασίας, ὥς φησι, φέρομεν καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας. λέγομεν γάρ τινας παῖδας ἀκολάστους, ὅσοι ἂν ἀπειθεῖς ὦσι τοῖς παιδαγωγοῖς καὶ πολλὰ ἁμαρτάνωσι παιδικὰ ἁμαρτήματα. πότερον δὲ ἀπὸ τῶν παίδων ἐπὶ τοὺς ἀκολάστους ἄνδρας τὸ ὄνομα μετενήνεκται ἢ ἀνάπαλιν, οὐδέν φησι διαφέρειν πρὸς τὸν νῦν λόγον. δῆλον δ’ ὅτι τὸ ὕστερον ἀπὸ τοῦ προτέρου ὠνόμασται. ἀπὸ δὲ τούτου, ἔστι μὲν πως εἰπεῖν, ἀπὸ τοῦ ἀκολάστου παιδὸς ἐπὶ τὸν ἄνδρα μετενήνεκται· πρότερον γὰρ τοῦ ἀνδρός· ἔστι δέ πως εἰπεῖν ἀπὸ τοῦ ἀνδρὸς ἐπὶ τὸν παῖδα· ἁπλῶς γὰρ πρότερον τὸ τελειότερον τοῦ ἀτελοῦς· τελειότερον δ’ ὁ ἀνήρ. διαφέρει δ’ οὐδὲν ὁπότερον οὖν ἀφ’ ὁποτέρου μετενήνεκται, ἀλλ’ ἔχει πολλὴν ὁμοιότητα. κεκολάσθαι μὲν γὰρ δεῖ πᾶν τὸ τῶν αἰσχρῶν ὀρεγόμενον καὶ πολλὴν ἔχον αὔξησιν· τοιοῦτον δὲ ἡ ἐπιθυμία· ὀρέγεται γὰρ πολλάκις τῶν αἰσχρῶν, κἂν μὴ κωλύηται καὶ κολάζηται, μεγάλην λαμβάνει τὴν ἐπίδοσιν· τοιοῦτον δὲ καὶ ὁ παῖς· κατ’ ἐπιθυμίαν γὰρ ζῶσι καὶ τὰ παιδία καὶ πολλὴν ἐπίδοσιν ἔχουσι πρὸς ἑκάτερα, πρός τε τὸ εὖ, ἂν κολάζηται, καὶ πρὸς τὸ ἐναντίον, ἂν μένῃ ἀκόλαστα· καὶ πολλὴ ἐν τοῖς παισὶν ἡ τοῦ ἡδέος ὄρεξις. δεῖ οὖν ἔν τε τῷ παιδὶ εὐπειθῆ εἶναι τὴν ἐπιθυμίαν τῶν ἀρχομένων ὑπὸ παιδαγωγῶν ἢ διδασκάλων· οἰκεῖον γὰρ ἔχει λόγον· ἐν τε τῷ ἀνδρὶ δεῖ τὸ ἐπιθυμητικὸν ὡς ὑπὸ παιδαγωγῷ λόγον ἔχοντι τετάχθαι. καὶ ταύτῃ οὖν ἔοικεν ἡ κατὰ τοὺς παῖδας ἀκολαστότης τῇ κατὰ τοὺς ἄνδρας· ἐν ἀμφοτέροις γὰρ τῷ ἄρχοντι ἀπειθεῖ τὸ ἐπιθυμητικόν· δεῖ δ’ εὐπειθεῖς εἶναι καὶ ὑπὸ τὸ ἄρχον τετάχθαι· εἰ δὲ μή, ἐπὶ πολὺ προέρχεται οὕτως ὥστ’ ἐνίοτε ἐν τοῖς ἀνδράσι τὸν λογισμὸν ἐκκρούουσι, τουτέστιν ἄχρηστον ποιοῦσιν, αἱ σφοδραὶ καὶ πολλαὶ ἐπιθυμίαι·2 δεῖ δ’ αὐτὰς μετρίας εἶναι καὶ τῷ λόγῳ μὴ ἐναντιοῦσθαι. τοῦτο γάρ ἐστι τὸ κεκολάσθαι καὶ τὸν μὲν παῖδα κατὰ τὸ πρόσταγμα τοῦ παιδαγωγοῦ ζῆν, τὸν δὲ ἄνδρα κατὰ τὸ πρόσταγμα τοῦ λόγου. τοῦ δὴ σώφρονος τὸ ἐπιθυμητικὸν σύμφωνόν ἐστι τῷ λόγῳ καὶ οὐ καταδυναστευόμενον ἄγεται ὥσπερ τὸ τοῦ ἐγκρατοῦς, ἀλλ’ οὕτω πεπαίδευται, ὥστε ἐπιθυμεῖν ὧν δεῖ καὶ ὅσα κατὰ τοὺς ἄλλους διορισμούς· οὕτω δὲ καὶ ὁ λόγος τάττεται.

〈但如果对某人而言,在快乐方面一事物〉与另一事物没有分别,他就类似于无生物。而由于甚至不会产生这样的人,他是无名的,但他有时称此人是“无感知的”。节制者在一切事物中都处于中庸:因为他既不享受放荡者所享受的事物(后者沉溺于快乐的过度,而前者对过度感到厌恶),也绝不享受不当享受的事物。因为在自然的快乐中他绝不容许无度,对于违背本性的快乐,他甚至不屑于听闻也不欲望;相反,他适度地欲求必要的事物以及凡有助于健康和健全状态的事物,并以适度的方式欲求它们,而绝不在违背崇高或超出其资财的程度上去渴望它们中的任何事物;因为不超出资财去享受快乐,这也是节制者所固有的。 因此,怯懦与放荡都属于自愿之事:因为我们自愿地选择快乐,而放荡则在于不选择[避免]不当享受的快乐。但由于快乐和痛苦,我们被迫身不由己地被驱赶和追逐;怯懦也是如此。他说,痛苦会使人脱离自然状态,并在某种程度上毁坏拥有者的本性,而快乐则绝无此类特征。确实有些人因快乐而失去常态,但绝不至于使自然状态陷入混乱,而在痛感与劳苦中情况似乎更易如此;因此,这一项[放荡]比那较少自愿的事物[怯懦]更为可耻。再者,习惯于克制快乐更加容易;因为习惯于此的人没有危险,因此,不去习惯于抵抗快乐,理所当然地比不去习惯于忍耐恐惧更为可耻。怯懦的情况与放荡的情况还有另一种对立。因为怯懦本身并不伴随痛苦:拥有这种品质的人自身并不为此烦恼,但伴随它发生的个别情境却是痛苦和可怕的。因为他们在可怕的事物中失去常态,因恐惧而苦恼,并表现得极为丑陋;相反,〈快乐的情况则正好倒转:〉因此它们也显得是自愿的;因为这是发生在欲望着和享受着的人身上的。而[放荡的]品质本身是痛苦的:因为拥有它的人会因自己的放荡而苦恼,因为它是极度可耻的;因此他说:“因为没有人欲望成为放荡者。” 他说,我们也将放荡这个名称用于孩童的过错。因为凡不顺从学童仆役、犯下许多孩童过失的孩子,我们都称之为“放纵[缺乏管教]”。但他指出,这个名称是从孩童转用到放荡的成人,还是反过来,对当前的论述并无区别。显然,较晚的事物是根据在先的事物命名的。由此看来,在一种意义上可以说是从缺乏管教的孩童转用到成人;因为[孩童]先于成人;但在另一种意义上也可以说是从成人转用到孩童;因为完全者单纯地在先于不完全者,而成人更为完全。但无论哪一方是从另一方转用而来的,都毫无区别,不过两者具有巨大的相似性。因为一切渴望丑恶之物且具有巨大增长可能的事物,都必须受到管教;欲望就是如此:因为它往往渴望丑恶之物,若不受阻碍和管教,就会获得巨大的增长;孩童也是如此:因为孩童也依从欲望生活,并且在两个方向上都具有巨大的增长潜力:若受管教则趋向于善,若保持缺乏管教则趋向于其反面;而且孩童心中对愉快之物的欲求是巨大的。因此,在孩童身上,受学童仆役或教师统治之人的欲望必须顺从;因为[统治者]具有相称的理性;而在成人身上,欲望的部分必须被规整,如同处于拥有理性的学童仆役之下一样。在这一点上,孩童的不受管教也类似于成人的放荡:因为在这两者中,欲望的部分都不顺从统治者;但它应当顺从并被规整在统治者之下;否则,若任其如此过度发展,猛烈而繁多的欲望有时会在成人中打乱推理,即使其变得无用;但欲望必须是适度的,且不与理性相违背。因为这就是受到管教,即孩童依学童仆役的命令生活,成人依理性的命令生活。节制者的欲望部分与理性是和谐一致的,并不像自制者的欲望那样被强力压制着被引导,而是经过如此训育,以至于恰好欲望当欲望之物,并在其他诸项规定所要求的程度上予以欲望;这样,理性也被规整了。

语法注2 条
  1. 3.3τὸ μὴ ἐθίσαι ἑαυτὸν πρὸς τὸ μὴ ἀντέχειν ταῖς ἡδοναῖς

    短语 πρὸς τὸ μὴ ἀντέχειν 中的否定词 μή 要么是紧随未养成习惯这一否定概念之后的赘生否定(pleonastic negative),要么属于传抄衍字;在句法结构上,其真实含义是“不去习惯于抵御快乐(即不向快乐妥协)”,与后文关于畏惧的平行句相对照。

  2. 3.3ἐνίοτε ἐν τοῖς ἀνδράσι τὸν λογισμὸν ἐκκρούουσι, τουτέστιν ἄχρηστον ποιοῦσιν, αἱ σφοδραὶ καὶ πολλαὶ ἐπιθυμίαι

    此处出现语序倒装(hyperbaton):语法主语 αἱ σφοδραὶ καὶ πολλαὶ ἐπιθυμίαι 位于分句末尾,而宾语 τὸν λογισμόν、动词 ἐκκρούουσι 及其解释性短语 τουτέστιν ἄχρηστον ποιοῦσιν 则前置。句子的核心骨架为“猛烈且繁多的欲望击溃(即使之无用)理性推理”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:92.30-94.17