- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:91.9-92.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯详细阐述了自然欲望与特有/后天欲望(包括违背本性的欲望)的分类,解释了放荡的各种形态如何在快乐的对象、程度和方式中产生。他还进一步论述了节制与放荡如何关涉痛苦的体验与缺失,以及无感知性为何极其罕见。
εἴη δ’ ἂν σὺν ταύταις καὶ ἡ τῆς εὐνῆς μάλιστα τοῖς ἡβῶσιν· ἰδίους δὲ καὶ ἐπιθέτους προσεπιμηχανᾶταί τινας ταῖς φυσικαῖς ἢ καὶ ὅλως παρὰ φύσιν· ἐπιθέτους δ’ αὐτὰς ὀνομάζει, δι’ ὃ πρόσκεινται1 καὶ οὐχ ὑπ’ αὐτῆς εἰσιν εἰσηγμέναι τῆς φύσεως· εἴη ἂν οὖν ἡ διαίρεσις τοιαύτη τῶν ἐπιθυμιῶν· αἱ μὲν φυσικαὶ αἱ δ’ ἴδιοι· τῶν δ’ ἰδίων αἱ μὲν ἐν τοῖς φυσικοῖς νοσηματικαί τινων, αἱ δὲ παντελῶς παρὰ φύσιν. τὸ μὲν οὖν κυρίως φυσικόν ἐστιν ἁπλῶς ὀρέγεσθαι πλησμονῆς τὸν ἐνδεᾶ· ἐν δὲ τούτῳ ἐφ’ ἕν φησιν ἁμαρτάνειν,2 ὅταν ὑπερεμπίπλασθαί τινος ὀρέγωνται οὐ πάντως πολυτελῶν βρωμάτων ἢ πομάτων ἐπιθυμοῦντες ἀλλ’ ἐνίοτε καὶ τῶν τυχόντων. ὀλίγοι δ’ εἰσὶν οἱ τοιοῦτοι καὶ ἀνδραποδωδέστατοι· καλοῦνται δὲ γάστριες. τῶν δ’ ἰδίων ἡδονῶν αἱ μέν εἰσιν, ὡς ἔφαμεν ἐν ταῖς φυσικαῖς, οὐκ ἐπὶ τὸ πλέον οὖσαι ἁπλῶς· αὗται γὰρ εἴρηνται ὅτι ἐν αὐτῇ τῇ ὀρέξει τῆς πλησμονῆς οὐχ ὑπερβάλλουσιν, ἀλλὰ τῷ ἐπιτεταμένως ἔχειν περί τι καὶ σφοδρῶς, οἳ δὴ καὶ φιλοτοιοῦτοι λέγονται, οἷον φίλοινοι καὶ φιλογύναιοι καὶ φιλόψυχοι. διό φησι τὴν μὲν τῆς τροφῆς ὄρεξιν καὶ τῆς εὐνῆς φυσικὴν εἶναι, τὰς δὲ τοιάσδε ἢ τοιάσδε οὐκέτι παντὸς οὐδὲ τῶν αὐτῶν. διὸ φαίνεται ἡμέτερον εἶναι· δηλονότι οἱ μὲν ἁπλῶς ὀρέγονται ἀναπληρώσεως, οὐδὲν περιεργαζόμενοι περὶ τὴν τροφήν, οἱ δὲ πάντως πολυτελοῦς γλίχονται καὶ περὶ τὴν πολυτέλειαν ἐπτόηνται ὄψων ἢ οἴνων. † οἵτινες ἤδη ἡμέτερον τὸ ἢ νενοσηκέναι πρὸς ταῦτα ἢ μή· ἀλλ’ ἔχειν γέ τί φησι φυσικὸν τὰς τοιαύτας· ἕτερα γὰρ ἑτέροις ἡδέα καὶ ἐνίοις γε τὰ τυχόντα ἡδίω ἐστὶ τῶν πολυτελῶν. δῆλον δ’ ὅτι καὶ φύσει οἱ μὲν πρὸς τοὺς τοιούσδε ἡδέως ἔχουσι χυμούς, οἷον πρὸς τοὺς γλυκεῖς οἴνους ἢ αὐστηρούς. τοῦτο μὲν οὖν ἴσως φυσικόν, τὸ δ’ ἐπτοῆσθαι περί τι καὶ σφοδρῶς ἔχειν ἤδη ἡμέτερον, πρὸς ὃ νῦν ἐφ’ ἓν τὸ φυσικὸν ἔφησεν, εἰρημένων καὶ τούτων τῶν ἁμαρτιῶν ἐν τοῖς φυσικοῖς· ἢ ὅτι, ὥσπερ προείπομεν, φυσικὴ ἐπιθυμία ἐστὶ τῆς ἀναπληρώσεως· ἐν δὲ ταύτῃ τὸ ὑπερπληροῦσθαι ἁμάρτημα· αἱ δ’ ἐπιτεταμέναι † καὶ νοεῖν γάρ τι καὶ διαθέσεως περὶ ὃ ἤδη ἴδιοι εἶεν φυσικαὶ μέν, παρεκβαίνουσι δέ πως τὴν φύσιν τῷ ἴδιόν τι εἶδος παρέχειν ἐπιθυμιῶν. ὅτι δ’ οὕτως λέγει, προελθὼν σαφέστερον ποιεῖ· λέγει γὰρ περὶ τὰς ἰδίας τῶν ἡδονῶν πολλοὶ καὶ πολλαχῶς διαμαρτάνουσι. Τῶν γὰρ φιλοτοιούτων λεγομένων ἕως καὶ ὡς οὐχ οἱ πολλοί χαίρουσιν. ἐν γὰρ τούτοις δύο εἴδη ὑπογράφει τῶν ἰδίων ἡδονῶν, τὸ μὲν ἕτερον τῶν χαιρόντων οἷς μὴ δεῖ, ὃ καὶ παντελῶς παρὰ φύσιν ἐστὶν καὶ οὐδὲ ὀνομάζειν ἄξιον· τὰ εἴδη ταῦτα τῶν ἀκολάστων· πολλὰ γάρ ἐστιν ὑφ’ ἓν τὰ παρὰ φύσιν τῶν ἐπιθυμιῶν εἶδος τεταγμένων· ἄλλο δ’ ἐστὶ τὸ μᾶλλον ἢ ὡς οἱ πολλοὶ χαίρειν ὡς δεῖ·3 μέτρον μὲν οἱ πολλοί εἰσι· σχεδὸν γάρ τι οἱ πολλοὶ φέροντες ἐπὶ τὸ μὴ ὑπερβάλλειν ἐν ταῖς ἡδοναῖς, οὐ μὴν ἀκριβοῦσιν. οἱ μὲν οὖν ἀκόλαστοι μᾶλλον ἢ χεῖρον ἢ ὡς οἱ πολλοὶ χαίρουσιν, οἱ δὲ σώφρονες ἄμεινον τῶν πολλῶν· τὸ δὲ μὴ ὡς δεῖ ἢ ὡς δεῖ τοιοῦτόν ἐστιν, ὅτι ὡς οὐ δεῖ ποιοῦσι τὸ μᾶλλον ἢ ὡς δεῖ· ὥσπερ οὖν τῶν ἐπιθυμιῶν δύο τὰ ἀνωτάτω εἴδη, τὸ μὲν κοινόν, τὸ δ’ ἴδιον, τοῦ δ’ ἰδίου τὸ μὲν ἐν τοῖς κατὰ φύσιν, οὕτως καὶ τῶν ἡδονῶν τοσαῦτα ἂν εἴη εἴδη ἀκολασίας καὶ αὗται παρέχονται διττὸν εἶδος. ἢ γὰρ τῶν παρὰ φύσιν ἡδονῶν ἐφίενται ἢ ἐν τοῖς κατὰ φύσιν μᾶλλον ἢ δεῖ καὶ οὐχ ὡς δεῖ αἱ νοσηματικαὶ γίνονται· ὑπὸ δὲ ταῦτα εἴδη πλείω, φιλοψία, φιλοινία καὶ ὅσαι τοιαῦται. Ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ ὅτι ἀκολασία, δῆλον, περὶ δὲ τὰς λύπας λέγεται εἶναι ἡ σωφροσύνη καὶ ἡ ἀκολασία οὐ τῷ ὑπομένειν καθάπερ ἀνδρεία, ἀλλ’ ὡς ἤδη προείρηται πολλάκις, τῷ μὴ λυπεῖσθαι μὲν τῇ ἀπουσίᾳ τῶν ἡδονῶν ὁ σώφρων λέγεται, τῷ δὲ λυπεῖσθαι ὁ ἀκόλαστος. λυπεῖται γάρ, ὥς φησιν, ἀποτυγχάνων, καὶ ἐπιθυμῶν δὲ λυπεῖται· πᾶσα γὰρ ἐπιθυμία μετὰ λύπης. ὁ γὰρ ἡδονῆς σφόδρα ἐπιθυμῶν σφόδρα λυπεῖται. θαυμαστῷ δ’ ἔοικε τὸ καὶ διὰ τὴν ἡδονὴν λυπεῖσθαι· ἔστι δ’ οὐ θαυμαστόν· οὐ γὰρ ἔχων τις ἡδονὴν ἤδη λυπεῖται ἀλλ’ ἐφιέμενος αὐτῆς καὶ ἡγούμενος αὑτὸν ἐνδεᾶ τῶν ἡδίστων εἶναι. οἱ δὲ περὶ τὰς ἡδονὰς ἐλλείποντες οὐ πάνυ γίνονται· οὔτε γὰρ ἀνθρωπικὴ οὔτε παντὸς ζῴου ἡ τοιαύτη ἀναισθησία. καὶ γὰρ τὰ ἄλλα ζῷα διακρίνει τὸ ἐν τῇ τροφῇ ἡδὺ καὶ λυπηρόν.
伴随这些[欲望]的,尤其对盛年者而言,还会有关于卧榻[性爱]的欲望。但他在自然的欲望之外,还构想出某些特有的和后天的、乃至完全违背本性的欲望;他把它们称为“后天的”,是因为它们是外加的,并非由自然本身引入的。因此欲望的划分将是这样的:一类是自然的,另一类是特有的;而在特有的欲望中,一类是某些人在自然事物中的病态倾向,另一类则是完全违背本性的。按本义而言是自然的事物,就是匮乏者单纯地渴望充盈;但他指出,在这[自然的欲望]中人们只在一个方面犯错,即当他们渴望在某物上过度充塞自己时,他们并不一定欲望奢华的食物或饮料,而是有时甚至欲望平常之物。这样的人为数甚少,且最为奴性;他们被称为“贪食者”。另一方面,在特有的快乐中,正如我们所说,有一类存在于自然事物中,并非单纯地朝向过量;因为人们说,这些并不是在充盈的欲望本身上过度,而是因对某事物具有强烈且猛烈的情状,这些人确实也被称为“喜好某物者”,例如爱酒者、好色者和贪生者。因此他说,对营养和卧榻的欲望是自然的,但对某种或某种特定的[营养或卧榻]的欲望,就不再属于所有人,也不是针对同一事物的了。因此,这显得是取决于我们的:显然,有些人只是单纯地渴望补充,对食物毫不挑剔,而另一些人则一味追求奢华之物,为菜肴或美酒的奢华而神魂颠倒。†对这些人而言,对这些事物是否罹患病态已经取决于我们†;但他指出,这类欲望至少具有某种自然成分;因为不同的人以不同的事物为乐,对有些人来说,平常之物甚至比奢华之物更令人愉悦。而且显然,在自然上有些人也偏爱这般或那般的风味,例如偏爱甜葡萄酒或干烈葡萄酒。因此,这或许是自然的,但对某事物神魂颠倒并怀有猛烈的情状,则已经取决于我们;对于这一点,他刚才说自然的事物只在一个方面[犯错],这些过错也已在自然事物中被提及;或者是因为,正如我们前文所说,自然的欲望是对补充的[欲望],而在这种[欲望]中,过度充塞是一种过错;而那些强烈的欲望†……关于心境,就此而言它们已经是特有的,虽说是自然的,却因提供了某种特有种类的欲望而在某种程度上偏离了本性。他之所以这样说,在后文中表现得更加清楚;因为他说:“关于特有的快乐,许多人以许多方式犯错。” 从“因为在所谓喜好这类事物的人中”直到“并且以多数人不享受的方式享受”[为引文]。因为在这些话中,他描绘了特有快乐的两个种类:其一属于那些在不当享受的事物中享受快乐的人,这甚至是完全违背本性的,甚至不值得提及;这些是放荡者的种类;因为归在违背本性这一单一种类之下的欲望是极多的;另一类则是比多数人更甚地享受,或者不以当有的方式享受。多数人是尺度;因为多数人可以说大致趋向于在快乐中不过度,尽管他们并不求精确。因此,放荡者比多数人更甚地或更恶劣地享受,而节制者则比多数人更善地享受。而“不以当有的方式”或“以当有的方式”是这个意思:他们在比当有的更甚地[享受]时,是以不当的方式行事的。正如欲望的两个最高种类是一般与特有,而在特有的欲望中有一类存在于顺应本性的事物中一样,关于快乐也会有同样数量的放荡种类,而它们提供了双重的种类:因为要么他们追求违背本性的快乐,要么在顺应本性的事物中,病态的〔那一类〕超过当有的程度并不以当有的方式产生;在这些种类之下还有更多种类:嗜美食、嗜饮酒以及所有诸如此类的种类。 因此,关于快乐的过度是放荡,这是显而易见的;但在痛苦方面,节制与放荡之所以被谈及,并不是像勇敢那样通过忍受,而是正如之前屡次说明的那样,节制者因不因快乐的缺失而感到痛苦而被如此称呼,放荡者则因感到痛苦而被如此称呼。因为正如他所说,[放荡者]在未能如愿时感到痛苦,在欲望时也感到痛苦;因为一切欲望都伴随着痛苦。事实上,强烈欲望快乐的人会感到强烈的痛苦。甚至因为快乐而感到痛苦,这似乎令人惊异;但这并不令人惊异;因为并非一个人在已经拥有快乐时感到痛苦,而是在追求快乐并认为自己缺乏最愉悦之物时感到痛苦。至于在快乐方面有所欠缺的人,则几乎不存在;因为这种无感知性既非人性的,也不属于任何动物。因为其他动物也能辨别食物中的愉悦与痛苦。
- 3.3δι’ ὃ πρόσκεινται
δι’ ὅ 由介词 διά 和中性单数宾格关系代词 ὅ 构成,在此处起引导原因从句的连词作用,意为“因为它们是被外加的”。
- 3.3ἐφ’ ἕν φησιν ἁμαρτάνειν
介词短语 ἐφ’ ἕν 作状语,意为“在一个方面”或“以单一方式”,修饰 ἁμαρτάνειν(犯错)。后文的 ὅταν 从句具体说明了这一种过错(过度充塞自身)。
- 3.3τὸ μᾶλλον ἢ ὡς οἱ πολλοὶ χαίρειν ὡς δεῖ
中性定冠词 τό 将不定式短语 μᾶλλον ἢ ὡς οἱ πολλοὶ χαίρειν ὡς δεῖ 名词化。在此语境中,如紧随其后的解释(ὅτι ὡς οὐ δεῖ ποιοῦσι τὸ μᾶλλον ἢ ὡς δεῖ)所表明的,它指比多数人更甚地享受,或者以不正当的方式享受。
