← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§89.25-91.9

动物的附带快感与基于触觉的节制

阿斯帕修斯论述了非理性动物的感觉快乐仅是附带性的,阐明节制与放荡关涉源于触觉(尤其是特定身体部位)的快乐,并进而通过对欲望的划分来阐明放荡的各种形式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#13

παραπλησίως δὲ ἔχει καὶ ἐπὶ τῆς ὀσφρήσεως· καθ’ αὑτὰς γάρ εἰσιν ἡδεῖαι ὀσμαί, ὅταν ἐπὶ μηδὲν ἄλλο ἀναφέρων τις ἥδηται ἢ ἐπὶ τὴν ὀσμήν, οἷαί εἰσιν αἱ ἀπὸ τῶν ἀνθῶν, κατ’ ἀναφορὰν δὲ τὴν ἐπὶ τὰ βρώματα κατὰ συμβεβηκός εἰσιν ἡδεῖαι. διὸ καὶ τοὺς ἄλλους ἀνθρώπους, οἳ μήτε σώφρονες μήτε ἀκόλαστοι λέγονται, ἴδοι ἄν τις χαίροντας ταῖς τῶν βρωμάτων ὀσμαῖς, ὅταν πεινῶσιν, ὅταν δὲ μὴ πεινῶσι, μηκέτι χαίροντας ὡς οὐχ ἑπομένης καθ’ αὑτὴν τῇ ὀσμῇ τῆς ἀπὸ τῶν βρωμάτων ἡδονῆς, ἀλλὰ κατὰ συμβεβηκός. φησὶ δὲ μηδὲ τοῖς ἄλλοις ζῴοις κατὰ ταύτας εἶναι τὰς αἰσθήσεις ἡδονήν (λέγω δ’ ὄψιν ἀκοὴν ὄσφρησιν) πλὴν κατὰ συμβεβηκός· οὐ γὰρ οὕτω χαίρουσι ταῖς ὀδμαῖς τῶν λαγωῶν οἱ κύνες ὡς οἱ ἄνθρωποι τῇ τῶν ἀνθῶν, ἀλλὰ κατ’ ἀνάμνησιν τῆς βρώσεως· οὐδ’ ὁ λέων τῇ φωνῇ τοῦ βοὸς οὕτως χαίρει ὡς ὁ ἄνθρωπος τῷ μέλει, ἀλλὰ χαίρει μὲν ὁ λέων τῇ ἐδωδῇ τοῦ βοὸς [οὕτω χαίρει ὡς ἄνθρωπος τῷ μέλιτι], ὅτι δ’ ἐγγύς ἐστι, διὰ τῆς φωνῆς ᾔσθετο·1 οὐδ’ εὑρὼν ἔλαφον οὕτως χαίρει ὡς σχήμασιν ὁ ἄνθρωπος ἢ τοῖς σώμασιν, ἀλλ’ ὅτι βορὰν ἔχει. διὰ τοῦτό φησι μὴ εἶναι διὰ τῶν εἰρημένων αἰσθήσεων ἡδονὴν τοῖς ἄλλοις ζῴοις, ὅτι οὐ κατὰ ψιλὰ τὰ ὁρατὰ ἢ τὰ ἀκουστὰ ἢ τὰ ὀσφραντὰ ἡδοναὶ αὐτοῖς γίνονται, ἀλλὰ κατ’ ἀνάμνησιν ἀφροδισίων ἡδονῶν μόνον μετέχουσι τὰ λοιπὰ ζῷα· περὶ τὰς τοιαύτας δὲ ἡδονάς ἐστι ἡ σωφροσύνη καὶ ἀκολασία, ὧν καὶ τὰ λοιπὰ ζῷα κοινωνεῖ· αὗται δ’ εἰσὶν αἱ δι’ ἁφῆς καὶ γεύσεως. διὸ ἀνδραποδώδεις καὶ θηριώδεις φαίνονται κοιναὶ οὖσαι καὶ τοῖς ἀλόγοις καὶ τοῖς ἀνδραπόδοις. φαίνονται δέ, φησί, καὶ τῇ γεύσει ἐπὶ μικρὸν ἢ μηδὲν χρῆσθαι· τοῦτο δὲ ἤτοι περὶ μόνων λέγει τῶν ἀκολάστων ἢ καὶ περὶ τῶν σωφρόνων, ὡς τῶν μὲν σωφρόνων μετρίως χαιρόντων ταῖς ὀσμαῖς, τῶν δ’ ἀκολάστων καθ’ ὑπερβολήν· λέγω δὲ ὀσμαῖς ταῖς ἀπὸ τῶν βρωμάτων ἢ ποτῶν· διὸ καὶ μᾶλλον δοκεῖ περὶ τῶν ἀκολάστων λέγεσθαι· ἔστι μὲν γὰρ τῆς γεύσεως ἡ κρίσις· ἤδη δὲ ἕξιν τινὲς τοιαύτην πεποίηνται, ὥστε διαγινώσκειν ἐκ τῶν ὀσμῶν τοὺς οἴνους, τὸν αὐστηρὸν καὶ γλυκύν, καὶ ὅλως τὰς διαφορὰς αὐτῶν, καὶ τὰ ὄψα ἀρτύουσιν ὀσμώμενοι, ὥστε ἐνδέχεται διὰ τὴν αὐτὴν ἕξιν καὶ αὐταῖς χαίρειν ταῖς ὀσμαῖς τὸν ἀκόλαστον ὑπερβαλλόντως. ἀλλ’ ὅμως φησὶν ὅτι οὐκ αὐταῖς καθ’ αὑτὰς χαίρουσιν, ἀλλὰ τῇ ἀπολαύσει, ἥτις πᾶσα δι’ ἁφῆς ἐστι καὶ ἐν σιτίοις καὶ ἐν ποτῷ καὶ τοῖς ἀφροδισίοις λεγομένοις. τὸ δὲ λεγομένοις προσέθηκεν, εὐλάβειαν φιλοσόφῳ πρέπουσαν εὐλαβηθείς· οὐ γὰρ αὐτὸς ὀνομάζει αὐτά, φησίν, ἀφροδίσια ἀλλ’ ὠνομασμένοις χρῆται. εἰπὼν δὲ κοινοτάτην εἶναι πᾶσι τοῖς ζῴοις αἴσθησιν, καθ’ ἣν ἡ ἀκολασία (κατὰ γὰρ τὴν ἁφήν, ἥτις κοινὴ πᾶσιν ἐστὶ τοῖς ζῴοις), ἐπιφέρει· καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶναι, ὅτι οὐχ ᾗ ἄνθρωποί ἐσμεν ὑπάρχει, ἀλλ’ ᾗ ζῷα.2 τοῦτο δὴ ἔχει τινὰ ἀπορίαν, δοκεῖ γὰρ ἀκολασία καὶ ὅλως πᾶσα κακία ἴδιος εἶναι τοῦ ἀνθρώπου, τῶν δ’ ἄλλων ζῴων οὐδὲν ἀκόλαστον, οὐδὲ γὰρ σῶφρον, ἀλλὰ καὶ ὅσα λέγομεν ἀκόλαστα διὰ τὸ ἀφροδισιαστικὸν μεταφέροντες λέγομεν. ἔοικεν οὖν τοῦτο λέγειν, ἐπονείδιστος ἡ ἀκολασία, ὅτι οὐχ ᾗ ἄνθρωποί ἐσμεν χαίρομεν ταῖς ποιητικαῖς αὐτῆς ἡδοναῖς, ἀλλ’ ᾗ ζῷα. ποιητικαὶ μὲν γὰρ αὐτῆς ἡδοναὶ αἱ δι’ ἁφῆς, αὗται δὲ κοιναὶ τοῖς ζῴοις. διὸ καὶ ἐπιφέρει· τὸ δὴ τούτοις χαίρειν καὶ μάλιστα ἀγαπᾶν θηριῶδες, δηλαδή· καὶ ἐπιφέρει, εἰλικρινῶς βουλόμενος δεῖξαι περὶ ποίας ἡδονάς ἐστιν ἡ ἀκολασία καὶ ἡ σωφροσύνη· οὐδὲ γὰρ περὶ τὰς δι’ ἁφῆς πάσας· περὶ γὰρ τὰς ἐν τοῖς γυμνασίοις διὰ τρίψεως καὶ θερμασίας γενομένας ἡδονάς, αἳ δὴ ἐλευθεριώταταί εἰσι τῶν δι’ ἁφῆς καὶ ἥκιστα κοιναὶ τοῖς ἄλλοις ζῴοις, οὐ γίνονται, ἀλλὰ περί τινα μέρη. Ἑξῆς δὲ βουλόμενος τὰς τῶν ἀκολάστων διαφορὰς φανερὰς ποιῆσαι διαιρεῖ πρότερον τὰς ἐπιθυμίας αἷς ἀκολουθοῖεν ἂν καὶ ἡδοναί· καὶ ὅσα εἴδη ἐπιθυμίας, τοσαῦτα καὶ ἡδονῶν· ὥστ’ εἰ φανεῖεν αἱ ἡδοναί, δῆλα ἔσται καὶ τὰ τῶν ἀκολασιῶν εἴδη. ἄλλαι γὰρ περὶ ἄλλην ἡδονὴν ἀκολασίαι. τῶν δὴ ἐπιθυμιῶν αἱ μὲν κοιναί, αἱ δ’ ἴδιοι καὶ ἐπίθετοι· κοινὰς μὲν οὖν λέγει τὰς φυσικάς· αὗται δ’ εἰσίν, ὡς προελθὼν λέγει, ὧν ἐνδεεῖς ὄντες ὀρεγόμεθα ἀναπληρώσεως,3 οἷον ἡ τῆς ξηρᾶς τροφῆς ἐπιθυμία καὶ τῆς ὑγρᾶς.

在嗅觉方面情况也相类似;因为气味在人们不将其归结为任何其他事物、而仅归结为气味本身而享受时,是就其自身而言令人愉悦的,例如来自花朵的气味;但通过对食物的关联,它们则是附带性地令人愉悦。因此,人们也可以看到那些既不被称为节制者也不被称为放荡者的其他人,在饥饿时享受食物的气味,而在不饥饿时便不再享受,因为来自食物的快乐并不是就其自身而言伴随着气味,而是附带性地伴随。而且他说,对于其他动物而言,依照这些感觉(我指的是视觉、听觉、嗅觉),除了附带性情况之外也不存在快乐;因为狗并不像人享受花香那样享受野兔的气味,而是通过对进食的想起[而享受];狮子也不像人享受旋律那样享受牛的叫声,而是狮子享受吃牛,并凭借叫声感知到了它就在附近;当它发现鹿时,也不像人享受形状或身体那样享受,而是因为有了食物。正因如此,他说其他动物并不具有通过上述感觉产生的快乐,因为对它们而言快乐并不是依照纯粹的可见物、可听物或可嗅物产生的,但其余动物仅仅是通过对性爱快乐的想起而参与其中;而节制与放荡所关涉的正是这种其余动物也共同分享的快乐;这些就是通过触觉和味觉产生的快乐。因此,它们因既为无理性〔动物〕也为奴隶所共有,而显得是奴性的和兽性的。 他说,他们似乎也很少或根本不使用味觉;而这话他要么是单就放荡者而言,要么也是就节制者而言,意即节制者适度地享受气味,而放荡者则过度地享受;我指的是来自食物或饮料的气味;因此这话似乎更多是关于放荡者说的;因为判断确实属于味觉;但有些人已经养成了这样一种品质,以至于能够凭借气味辨别葡萄酒的干烈与甘甜以及总体上它们的差别,并且通过闻嗅来调味菜肴,以至于出于同样的品质,放荡者也可能过度地享受气味本身。然而他说,他们并不是在气味本身中享受快乐,而是在享乐中享受,而这种享乐完全是通过触觉产生的,无论在固体食物中、在饮料中,还是在所谓性爱事物中。他加上“所谓”,是出于合乎哲学家的审慎而持慎重态度;因为他说,并非他自己将它们命名为性爱事物,而是使用了约定俗成的称谓。 在说明了放荡所依凭的感觉是对所有动物最普遍的(因为它是依照触觉的,而触觉对所有动物都是共通的)之后,他接着写道:“而且它似乎可以理所当然地被视为可耻的,因为它不是就我们是人类而言属于我们,而是就我们是动物而言属于我们。”这确实包含某种疑难;因为放荡乃至一切恶习似乎都是人类所特有的,而其他动物没有一个是放荡的,也没有一个是节制的,甚至我们称之为放荡的那些动物,也是由于其好色而以转义的方式说的。由此看来,他似乎是说:放荡之所以是可耻的,是因为我们不是就我们是人类而言享受产生放荡的快乐,而是就我们是动物而言享受。因为产生放荡的快乐是通过触觉产生的快乐,而这些快乐是动物所共有的。因此他又接着说:“因而享受这些并尤其喜爱它们,显然是兽性的”;他又接着说下去,希望纯粹地表明放荡与节制是关于何种快乐的;因为它们甚至并非关涉通过触觉产生的一切快乐;因为对于在体育馆中通过摩擦和温暖而产生的快乐——它们确实是触觉快乐中最合乎自由人的,也是最不为其他动物所共有的——并不产生放荡与节制,而是围绕着某些特定部位。 随后,为了显明放荡者之间的差异,他首先划分了其后也会伴随快乐的欲望;有多少种欲望,就有多少种快乐;因此若快乐显明了,放荡的种类也将变得清楚。因为针对不同的快乐有着不同的放荡。在欲望中,有些是共有的,有些则是特有的和后天的;因此他将自然的欲望称为共有的;而正如他在后文中指出的那样,这些是在缺乏它们时我们渴望充盈的那些,例如对固体食物的欲望和对液体的欲望。

语法注3 条
  1. 3.3ὅτι δ’ ἐγγύς ἐστι, διὰ τῆς φωνῆς ᾔσθετο

    ὅτι 从句是由动词 ᾔσθετο 支配的宾语从句(“感知到它就在附近”),置于句首形成了倒装结构(hyperbaton)。

  2. 3.3ἐπονείδιστος ἡ ἀκολασία, ὅτι οὐχ ᾗ ἄνθρωποί ἐσμεν χαίρομεν ταῖς ποιητικαῖς αὐτῆς ἡδοναῖς, ἀλλ’ ᾗ ζῷα

    为了化解恶习按理仅属于人类这一疑难,阿斯帕修斯将亚里士多德原文中的“属于”(ὑπάρχει)转述为“我们享受产生放荡的快乐”(χαίρομεν ταῖς ποιητικαῖς αὐτῆς ἡδοναῖς)。主句省略了系动词 ἐστίν。

  3. 3.3ὧν ἐνδεεῖς ὄντες ὀρεγόμεθα ἀναπληρώσεως

    关系代词 ὧν(中性复数属格)在句法上既可作分词短语 ἐνδεεῖς ὄντες(“缺乏它们”)的补足成分,也可作名词 ἀναπληρώσεως(“对它们的充盈”)的所属限定,起着双重属格支配的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:89.25-91.9